ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
γνώμῃ καὶ πράξει ἐξαμαρτήσας ὡς ἄλλος οὐδεὶς πώποτε. 48.2 Ὅμως λυτρωθεὶς τοῦ θανάτου ἀπέμεινα κωφὸς μέχρι πολλοῦ, ὡς οὐδὲ τὰ πλησίον μου σήμανδρα ἀκούειν, ἔτι δὲ καὶ κατάκοιτος ἀπὸ τῶν ποδῶν τὰς ὀδύνας· ἀπέμεινε δὲ εἰς τὴν ἄνω πρόνοιαν, ἢ νὰ ἀπαλλαγῶ τῶν τοιούτων, ἡμερῶν παρελθουσῶν, ἢ ἐπελθόντος μοι τοῦ θανάτου καὶ τῆς ἀναπαύσεως τῶν ἀνδρῶν, ὡς ὁ θεῖος Ἰὼβ προηγόρευσεν. 48.3 Ἀλλ' ἐγὼ δέομαι τοῦ θεοῦ οὕτως· Ἀλλ' εἴ με, σῶτερ, ἀνάγκη παθεῖν, τὶς γὰρ οἷδε τὸ βάθος τῶν σῶν κριμάτων; τῆς μὲν σῆς φι-λανθρωπίας οἱονεί μου τὰ πάθη βδελυττομένης, τῆς δ' αὖ δικαιοσύνης δρώσης τὸ ἑαυτῆς, εἰς γοῦν τὸν ἐκδεχόμενον λῆξιν τόνδε χρόνον τὸ δοῦ-ναι δίκην ἐμοὶ παράσχου, ἀλλὰ μὴ εἰς τὸν μέλλοντα τὸν ἀπέραντον, ἔνθα οὐκ ἔστι μεταπσεῖσθαι τὰ πράγματα. Ἐνταῦθά με τοίνυν ἀνακαθάρας, ἅπασι χρησάμενος τοῖς εἰς τοῦτο φέρουσιν, οὕτω τῶν τῇδε μεταστήσαις ἄξιον τοῦ μὴ τῶν σῶν ἐκπεσεῖν οἰκτιρμῶν ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ παρου-σίᾳ σου. 48.4 Τὸ δὲ θέρος τοῦ αὐτοῦ ἔτους πε-ου ἔστειλε <ὁ τῶν ἀσεβῶν ἄρχων> πολὺ φωσάτον κατὰ τοῦ Ναυπάκτου, ἵνα ἐπάρῃ αὐτόν, εἶτα εἰς τὴν Ἁ-γίαν Μαύραν ἔλθῃ, ὅπερ βοηθείᾳ θεοῦ οὔτε τὸν Ναύπακτον ἀπῆρεν, οὔτε κατὰ τῆς ἁγίας Μαύρας ἦλθεν, ἀλλ' ὑπέστρεψεν ἄπρακτος.