41
μέμψιν, παρὰ τοῦ μεγάλου δομεστίκου τὰς εὐθύνας ἀπαιτεῖν, οὐ παρ' ἐμοῦ, προσήκει τὸν βασιλέα· παρ' αὐτοῦ γὰρ ἀπέσταλτο.» τοὺς ὅρκους δὲ βεβαιώσας καὶ τοῖς πρέσβεσιν ἐγχειρίσας, χαίροντας ἐξαπέστειλεν. κδʹ. Αὐτὸς δὲ μετὰ τὴν πεντηκοστὴν, Ἰουνίου μηνὸς ἱσταμένου, ἀνέζευξεν εἰς Ἀδριανούπολιν· πέμψας δὲ εἰς τὴν Κωνσταντίνου, καὶ τὴν γυναῖκα αὐτοῦ Εἰρήνην ἤγαγε πρὸς ἑαυτόν· ἧς καὶ μετὰ τὴν πρὸς βασιλέα ἄφιξιν παιδίον ἄῤῥεν τεκούσης, μετὰ μῆνας ὀκτὼ τὸ παιδίον ἐτεθνήκει. ὁ βασιλεὺς δὲ τὰς ὑπ' αὐτὸν πόλεις περιϊὼν, καὶ τῶν αὐτῷ συνόντων τοὺς ἐπιφανεστέρους τιμαῖς τε καὶ δωρεαῖς καὶ ἐπαρχιῶν καὶ πόλεων ἐπιτροπαῖς, τοὺς δ' ἄλλους χρήμασι καὶ ἐτησίοις θεραπεύσας προσόδοις, διέτριψε τὸ θέρος. ἤδη δὲ τοῦ θέρους τελευτῶντος, κατὰ τὰς ἀρχὰς μάλιστα τοῦ Αὐγούστου μηνὸς, οἱ πρὸς τῇ Κωνσταντίνου τοῦ βασιλέως φίλοι δηλοῦσι διὰ γραμμάτων αὐτῷ, ὡς «ὁ Συργιάννης συμβάσεις πρὸς τὸν σὸν πάππον θέμενος, ἀφίξεται πρὸς αὐτὸν ὅσον οὔπω.» βασιλεῖ δ' ἅμα καὶ μεγάλῳ δομεστίκῳ τὰ γράμματα ἀναγνοῦσιν ἐδόκει λυσιτελεῖν πρὸς μὲν τὸ παρὸν ἐν ἀποῤῥήτῳ τὰ μηνυθέντα τηρεῖν· πέμψαντας δὲ πυνθάνεσθαι παρὰ τῶν φίλων, εἰ ὅλως ἀληθῆ τὰ περὶ Συργιάννη μηνυθέντα. σχέτλιον γὰρ ᾤετο καὶ βαρὺ πρὶν ἀκριβῶς τἀληθὲς ἐκμαθεῖν πρᾶξαί τι τῶν οὐ δεόν 1.120 των ἢ φθέγξασθαι. πέμψας οὖν εὐθὺς ἐπυνθάνετο. οἱ δ' ἔφασαν πάνυ τε ἐξητακέναι καὶ σὺν ἀκριβείᾳ μαθεῖν, ὡς μεγάλα βασιλεύς τε καὶ Συργιάννης ἀλλήλοις ἐπαγγειλάμενοι ἐποιήσαντο τὰς συνθήκας· διὸ καὶ σφόδρα περιαλγήσαντες μεμηνυκέναι· «σοὶ δὲ μελήσει τὰ λυσιτελοῦντα καὶ βουλεύεσθαι καὶ πράττειν σαυτῷ.» τοιαῦτα περὶ Συργιάννη πυθόμενος ὁ βασιλεὺς, κατ' ἰδίαν μόνον παραλαβὼν «ἠκηκόειν» ἔφη πρὸς αὐτὸν «περὶ σοῦ, ὡς συμβάσεις θέμενος πρὸς τὸν ἐμὸν πάππον καὶ βασιλέα, μέλλεις μεθίστασθαι πρὸς αὐτόν. εἴτε δὲ αὐτὸς τοὺς λόγους ἐποιήσω πρῶτος, ἐλπίσας τι πλεῖον εὑρήσειν, εἴτ' ἐκεῖθεν πολλαῖς ὑποσχέσεσιν ἀπατηθεὶς ἐπείσθης, εἰδέναι σαφῶς οὐκ ἔχω. εἰ μὲν οὖν οὐκ ἀληθῆ τὰ εἰρημένα, αὐτοί τε οἱ εἰπόντες δίκαιοι κατηγορεῖσθαι, ἐγώ τε ἄξιος οὐκ ἐπαίνου τοῖς συκοφάνταις πιστεύσας. εἰ δ', ὅπερ ἔφην, ἢ αὐτός τι πλεονεκτήσειν ἐλπίσας, ἢ ἐκεῖθεν πεισθεὶς ὑπήχθης πρὸς τοῦτο, εἰ μὲν ἐθελήσεις τῶν τοιούτων ἀποστῆναι λογισμῶν, ἐμοὶ βουλευομένῳ πεισθεὶς, καὶ τὴν εἰς ἐμὲ πίστιν καὶ φιλίαν ὥσπερ καὶ πρότερον ἄδολον καὶ καθαρὰν τηρεῖν, τῆς αὐτῆς ἧσπερ καὶ πρότερον ἀπολαύσεις παρ' ἐμοὶ καὶ φιλίας καὶ εὐμενείας, οὐδὲν τῶν τοιούτων ὑπολογιζομένῳ ὥσπερ οὐδ' ἂν εἰ μὴ τὴν ἀρχὴν ἐγεγόνει, ἐπεὶ οὐδ' ἑτέρῳ τινὶ πλὴν ἐμοὶ καὶ τῷ μεγάλῳ δομεστίκῳ μόνῳ τὰ τοιαῦτα ἦλθεν εἰς ἀκοάς. εἰ δ' ὡς ἀγνώμονά τινα καὶ πονηρὸν ἐμὲ ἀποτρέπῃ, καὶ τὸ συνεῖναι καὶ 1.121 συνδιατρίβειν οὐκ ἀνεκτὸν ἡγῇ, ἀλλ' ὑπερφυῆ τινα καὶ μεγάλα παρὰ τοῦ ἐμοῦ πάππου καὶ βασιλέως οἰόμενος εὑρήσειν, ὅλῃ προθέσει προσχωρῆσαι αὐτῷ προείλου, ἀνιῶμαι μὲν ἐπὶ τῇ διαστάσει τῇ σῇ, φίλου καὶ συνήθους ἀποστερούμενος· βίαν δὲ οὐκ ἐπάξω, οὐδ' ἄκοντα κατασχεῖν ἐθελήσω, ἐπεὶ οὐδὲ τὴν ἀρχὴν οὔτε πολέμου νόμῳ, οὔτ' ἄλλῃ τινὶ βίᾳ πρὸς τὸ ἐμοὶ δουλεύειν ὑπηγαγόμην, ἀλλ' ἑκοντὶ προσεχώρησας αὐτὸς, ἑλόμενος ἐμοὶ συνεῖναι καὶ συγκινδυνεύειν, καὶ πᾶν ὁτιοῦν ὑπὲρ ἐμοῦ καὶ ὑφίστασθαι καὶ πράττειν ἐπαγγειλάμενος. ὃ δὴ καὶ καλῶς ποιῶν, ἀληθὲς ἀπέφηνας ἐπὶ τῶν ἔργων. οὐ μὴν οὐδ' αὐτὸς ἀχάριστος οὐδ' ἀμνήμων ἐφάνην τῶν ἀγαθῶν, ἀλλὰ θεοῦ τῇ περὶ τοὺς φίλους προθυμίᾳ καὶ δύναμιν παρασχομένου, τούς τε ἄλλους καὶ σὲ, ὥσπερ ἔδει, τιμαῖς τε καὶ δωρεαῖς ἀξίαις τῶν πόνων ἠμειψάμην καὶ τῆς προθυμίας τῆς εἰς ἐμέ. ἐπεὶ οὖν ἑκοντὶ προσῆλθες, οὐκ ἀγαθὸν λαθραίως ἀναχωρεῖν, ἀλλ' εἰς φανερὸν συνταξάμενον ἀπιέναι. οἴομαι μὲν οὖν οὐδὲ τὸν ἐμὸν πάππον καὶ βασιλέα πρὸς πόλεμον ἑτοιμαζόμενον, ἐπὶ κακώσει τῶν ἐμῶν πραγμάτων σε προσλαμβάνεσθαι βούλεσθαι, ἀλλὰ τὴν μὲν εἰς ἐμὲ εἰρήνην καὶ τὰς σπονδὰς ὑγιαινούσας τηρεῖν· ἐφίεσθαι δ' ἁπλῶς οὕτω καὶ σὲ τελεῖν ὑπ' αὐτόν. καίτοι μοι καὶ τοῦτο λίαν ἔπεισι θαυμάζειν, ὅπως, αὐτῶν τῶν πραγμάτων τῆς