41
μὲν τοῦ ∆αβὶδ κραταιουμένων, ἀσθενούντων δέ γε τῶν τοῦ Σαούλ. ̓Ετέχθησαν δὲ τῷ ∆αβὶδ ἐν Χεβρὼν οντι ἐκ γυναικῶν διαφόρων υἱοὶ εξ, ων ην πρωτότοκος ὁ ̓Αμνών. τοῦ δὲ ̓Αβεννὴρ παλλακῇ μιχθέντος Σαούλ, ἠγανάκτησεν ̓Ιεβοσθὲ κατ' αὐτοῦ διὰ τὴν παλλακὴν τοῦ πατρὸς αὐτοῦ. τοῦτο γέγονεν αιτιον τοῦ προσρυῆναι τὸν ̓Αβεννὴρ τῷ ∆αβίδ. ὁ δὲ ∆αβὶδ στείλας πρὸς τὸν ̓Ιεβοσθὲ τὴν ἰδίαν γυναῖκα ἐζήτει Μελχόλ. ὁ δὲ ἀποσπάσας αὐτὴν τοῦ ἀνδρός, ῳ μετὰ τὴν φυγὴν τοῦ ∆αβὶδ ἡρμόσατο αὐτὴν ὁ Σαούλ, ἀπέστειλε τῷ ∆αβίδ. ̓Αβεννὴρ δὲ τοῖς γηραιοῖς τοῦ πλήθους τῶν ̓Ισραηλιτῶν καὶ τοῖς ταξιάρχαις διαλεχθεὶς μεταθέσθαι συνῄνεσε πρὸς ∆αβίδ, τοῦτο καὶ πάντων προ1.103 θυμουμένων. τοῦτο δὲ ποιήσας ηκε πρὸς τὸν ∆αβὶδ ἐνόρκους πίστεις ληψόμενος. καὶ δεχθεὶς ἀσμένως, ἀπῄει συναθροίσων τὸ πλῆθος, ινα παρὰ πάντων ἀναρρηθῇ ὁ ∆αβίδ. ἐλθὼν δὲ πρὸς Χεβρὼν ̓Ιωὰβ καὶ μαθὼν τὰ περὶ ̓Αβεννήρ, δείσας μὴ ὑπερέξει ἐκεῖνος αὐτοῦ, κατεῖπε μὲν πολλὰ τοῦ ἀνδρὸς πρὸς ∆αβίδ, μὴ πείθων δὲ στέλλει λάθρᾳ τὸν καλέσοντα τὸν ̓Αβεννὴρ ὡς ἐκ τοῦ ∆αβίδ· κἀκεῖνος ἀνέστρεψε. καὶ ὑπαντήσας αὐτῷ ̓Ιωάβ, καὶ ως τι μυστικώτερον αὐτῷ διαλεξόμενος πόρρω τῶν οἰκείων ἀπαγαγὼν αὐτὸν κτείνει, ξίφει πατάξας ὑπὸ λαγόνα. ∆αβὶδ δὲ τοῦτο μαθὼν ηλγησε σφόδρα καὶ τῷ τὸν ανδρα κτείναντι κατηράσατο, καὶ ἐθρήνησε τὸν θανόντα καὶ φιλοτίμως ἐνεταφίασεν. ̓Ιεβοσθὲ δὲ μετὰ μικρὸν ἐπιβουλευθεὶς ἐσφάγη κοιμώμενος. καὶ οἱ τοῦτον ἀνελόντες, δύο οντες, τὴν κεφαλὴν λαβόντες αὐτοῦ τῷ ∆αβὶδ ἀπεκόμισαν. ὁ δὲ οὐ μόνον μὴ κεχαρισμένα πρᾶξαι αὐτῷ τοὺς ανδρας ἡγήσατο, ἀλλὰ καὶ ἀναιρεθῆναι προσέταξε, δίκας τοῦ φόνου πραττόμενος. ειτα πᾶς ̓Ισραὴλ πορεύεται πρὸς ∆αβίδ, καὶ χρίουσιν αὐτὸν εἰς βασιλέα πασῶν τῶν φυλῶν. ην δὲ τριακονταέτης ∆αβὶδ οτε ἐπὶ τὸν ̓Ιούδαν ἐβασίλευσεν, καὶ ηρξεν ἐν Χεβρὼν τῆς τοῦ ̓Ιούδα μόνης φυλῆς ἐνιαυτοὺς ἑπτά, τριάκοντα δὲ καὶ τρεῖς τοῦ παντὸς ̓Ισραήλ. ̓Απῆρε δ' ἐκ Χεβρὼν αὐτὸς καὶ οἱ μετ' αὐτοῦ, καὶ παραγέγονεν εἰς ̔Ιεροσόλυμα. κατῴκουν δὲ τότε τὴν πόλιν καὶ τὴν γῆν ἐκείνην ̓Ιεβουσαῖοι, οθεν ̓Ιεβοῦς ἐκαλεῖτο ἡ πόλις· Χαναναίοις δ' ησαν κατὰ γένος προσήκοντες. οι τοὺς τυφλοὺς καὶ χωλοὺς καὶ 1.104 αλλως πεπηρωμένους στήσαντες ἐπὶ τῶν ἐπάλξεων ἐπὶ χλεύῃ, μὴ παραχωρεῖν αὐτοὺς ελεγον τῷ ∆αβὶδ τῆς εἰς τὴν πόλιν εἰσόδου. ὀργισθεὶς δὲ διὰ ταῦτα ∆αβὶδ πολιορκίᾳ τὴν πόλιν ειλε, καὶ τοὺς ̓Ιεβουσαίους ἐκεῖθεν ὠσάμενος καὶ ἀνοικοδομήσας αὐτὴν εἰς ονομα οἰκεῖον πόλιν ∆αβὶδ ἐπωνόμασεν, ἐπὶ ̓Αβραὰμ Σόλυμα καλουμένην. καὶ διέτριβεν ἐν αὐτῇ βασίλεια δομησάμενος. ἐγένοντο δὲ ετι παῖδες αὐτῷ ἐκ γυναικῶν πλειόνων καὶ παλλακῶν. καὶ οἱ ἀλλόφυλοι ἐστράτευσαν κατὰ τοῦ ∆αβίδ, ὁ δὲ τοῦ θεοῦ ἐπινεύσαντος εξεισι κατ' αὐτῶν μετὰ τῆς ἑαυτοῦ στρατιᾶς καὶ νικᾷ. οἱ δὲ πολὺ πλείους συναθροισθέντες πάλιν ἐπῄεσαν. ἐρομένου δὲ καὶ αυθις τὸν θεὸν τοῦ ∆αβίδ, ἐν τοῖς αλσεσι τοῦ Κλαυθμῶνος προσέταξεν ὁ θεὸς αὐλίζεσθαι σὺν τῇ στρατιᾷ, καὶ μὴ αλλως προσβάλλειν τοῖς ἐναντίοις πρὶν αν τὰ αλση σαλεύεσθαι αρξωνται. καὶ ουτω ποιήσας τρέπει τοὺς πολεμίους, καὶ αχρι τῶν ὁρίων αὐτῶν διώκων αὐτοὺς εκτεινε. μετὰ ταῦτα συνεκάλεσε ∆αβὶδ τοὺς ἱερεῖς καὶ Λευίτας καὶ απαντα τὸν λαὸν εἰς Καριαθιαρείμ. καὶ ἐπεβίβασαν οἱ ἱερεῖς τὴν κιβωτὸν κυρίου ἐφ' αμαξαν καινήν, κατάγοντες αὐτὴν εἰς ̔Ιεροσόλυμα. καὶ ὁ λαὸς καὶ ὁ βασιλεὺς ῃδον εμπροσθεν αὐτῆς πορευόμενοι. ἀνατραπῆναι δὲ κινδυνευούσης τῆς κιβωτοῦ, ̓Οζὰν ὁ υἱὸς τοῦ ̓Αμιναδὰβ ἐκτείνας τὴν χεῖρα κατέσχεν αὐτὴν καὶ ἐπεστήριξε μὴ πεσεῖν. θνήσκει ουν αὐτίκα, ὀργισθέντος τοῦ θεοῦ οτι ηψατο τῆς κιβωτοῦ, ἐπεὶ μὴ ἱέρωτο· καὶ ἐκλήθη ὁ τόπος ἐκεῖνος ἐντεῦθεν ∆ιακοπή. καὶ ηὐλαβήθη ∆αβὶδ εἰσαγαγεῖν εἰς τὴν πόλιν τὴν κιβωτόν, κατέθετο δὲ αὐτὴν εἰς τὸν οικον ̓Αβεδδαρὰ Λευίτου ἀνδρός· καὶ ην ἐκεῖ μῆνας τρεῖς, καὶ ἀπήλαυσεν ὁ οικος τοῦ ἀνδρὸς 1.105 ἐκείνου πολλῶν ἀγαθῶν. καὶ ἀκούσας ∆αβὶδ μετεκόμισεν ἐκεῖθεν τὴν κιβωτὸν εἰς τὴν πόλιν τὴν ἑαυτοῦ, ἑπτὰ χορῶν προαγόντων. καὶ αὐτὸς τὴν κινύραν εκρουε καὶ ἐχόρευε παίζων. ἰδοῦσα δὲ