41
ἀποκαθεῖεν, λέγομεν αὐτὰς ἀμβλυώττειν. alpha.159 ̓Αμβλίσκουσι καὶ ἀμβλώσκουσι. ἀντὶ τοῦ ἀποβάλλουσι. ̓Αμενήνωσεν. ἀσθενῆ ἐποίησεν. ̓Αμείβεσθαι. ἀποκρίνεσθαι. ̓Αμειψόμεθα. ἀνταποδώσομεν. * ̓Αμείβω. τὸ διαβιβάζω.* ̓Αμείβοντα. ἀλλάσσοντα. ̓Αμείψωμεν. ἀντὶ τοῦ καταλλάξωμεν. ̓Αμειψιρυσμεῖν. μεταμορφοῦσθαι. ̓Αμέλγει. ἐπισπᾶται τὸ γάλα. παρὰ τὸ αμα ελκειν. ̓Αμέρδω. τὸ στερίσκω. -οσσε δ' αμερδεν αὐγὴ χαλκείη-. ̓Αμπαύσασ. ἀναπαύσας. ὁ δὲ ἀμπαύσας αὐτοὺς, οσον τὴν πρώτην φυλακὴν τῆς νυκτὸς προελθεῖν--. ̓Αμπίσχω. τὸ ἐνδύομαι. καὶ ἠμπισχημένος, καὶ ἀμπέχω, καὶ ἀμπέχομαι, ἠμπίσχετο. ἠμπειχόμην δὲ καὶ ἠμπείχετο, δίφθογγα. alpha.160 ̓Αμοιρῆσαι. ἀποτυχεῖν. ̓Αμήσαντεσ. θερίσαντες. ̓Αμώντων. θεριζόντων. ̔Αμορμεύεσκε. συνοδοιπόρει. σὺν δ' ἡμῖν ὁ πελαργὸς ἁμορμεύεσκεν. ἀπὸ τοῦ ἀμορμεύειν, καὶ ὁρμᾷν καὶ πορεύεσθαι. ἀμορμεύειν δὲ ἀπὸ τοῦ αμα ὁρμᾷν. ̓Αμπρεύοντεσ. παρακομίζοντες. αμπρον γὰρ τὸ σχοινίον τὸ ελκον τοὺς βοῦς. ̓Αμπρεύων. ὁ μὲν Καλλίμαχος κυρίως ἐπὶ τοῦ ελκειν ελαβε τὴν λέξιν· ὁ δὲ Λυκόφρων ἐπὶ τοῦ κακοπαθεῖν. αλλοι δὲ φασὶν, οτι ἀμπρεύειν ἐστὶ κυρίως τὸ μετὰ ἁμάξης πορεύεσθαι. ̓Αμύνεσθαι. Θουκυδίδης μὲν ἀντὶ τοῦ ἀμείβεσθαι· Σιμωνίδης δὲ ἀντὶ τοῦ χάριτας ἀποδοῦναι· Σοφοκλῆς δὲ ἀντὶ τοῦ ἀπαλεξῆσαι. ἐπὶ τῶν προηδικηκότων τάσσουσιν οἱ ῥήτορες τὸ ἀμύνεσθαι, οτε οἱ κακόν τι παθόντες ἀντιπράττουσι τοὺς προδιατιθέντας. ̓Αμύνειν. τὸ βοηθεῖν. παρὰ Θουκυδίδῃ. alpha.161 ̓Αμύνεσθαι. τὸ κολάζειν. ̓Αμυνόμενοι. τοὺς κακόν τι πράξαντας ἀντιδιατιθέντες. οἱ δὲ ̔Ρωμαῖοι εθος ειχον, μὴ αρχοντες φαίνεσθαι χειρῶν ἀδίκων, ἀλλ' ἀεὶ δοκεῖν ἀμυνόμενοι. ̓Αμύνω σοι. βοηθῶ σοι. ̓Αμύνομαί σε δὲ, ἀντὶ τοῦ τιμωρῶ σε. ̓Αμύνοντεσ. ἀνταποδιδόντες. ̓Αμῦναι. ἀποσοβῆσαι η βοηθῆσαι. ̓Αμιθρῆσαι. μετρῆσαι, ἀριθμῆσαι. ̓Αμπνύνθη. ἀνέπνευσεν. ̓Αμπρεύουσιν. ἐπὶ τοῦ κακοπαθεῖν. ὁ Λυκόφρων, οιον· αχλαινον ἀμπρεύουσι νηλύποι βίον. ̓Αμπείραντεσ. τὸ διαπείραντες. πείρω γὰρ τὸ σουβλίζω καὶ κεντῶ. ̓Αμπεπαλών. μετοχὴ ἀορίστου πρώτου. οἱ γὰρ Ιωνες ἐν τοῖς ῥήμασιν καὶ ταῖς μετοχαῖς εἰώθασιν ἀναδιπλασιάζειν· λάχωσι, λελάχωσι, λάθῃ, λελάθῃ ... δ' ὀδυνάων. ̓Αμύσσω. ξέω, σπαράσσω. ̓Αμύξεισ. λυπήσεις. ἀμύσσω, ἀμύξω. τὸ δὲ ἀμύσσω παρὰ τὸ μύω ἐπίῤῥημα γίνεται μύξω καὶ ἀμύξω. τὸ λίαν οἰμώζειν. τὸ δὲ ξ τρέπεται εἰς δύο ςσ αἰολικῶς, καὶ γίνεται ἀμύσσω. η ἀπὸ τοῦ μύξειν, ἐκθλίβειν τὴν ψυχήν. alpha.162 ̓Αμφιαχυῖα. ὀδυρομένη. περὶ τῶν τέκνων ἀμφιαχυῖα. ̓Αμφαγνοεῖ. ἀμφιβάλλει. * ̓Αμφιέσαο. περιβάλλου.* ̓Αμφεπονεῖτο. εσπευδεν, ἠγωνίζετο, ἐνήργει. πονῶ γὰρ τὸ ἐνεργῶ. ̓Αμφιέννυται. ἐνδύεται. παρὰ τὸ ιω τὸ ἐνδέδυμαι. παρὰ τὸ εω τὸ ἐνδέδυμαι. πλεονασμῷ τοῦ ˉν ενω, ἐνύω, εινυτο. καὶ ἐπεὶ εθος εχουσιν οἱ Αἰολεῖς πρὸς τὸ ἐπιφερόμενον σύμφωνον τρέπειν, οιον φθείρω, φθερῶ, τὸν αὐτὸν τρόπον τρέπουσι τὸ ˉι εἰς τὸ ˉν, καὶ γίνεται ἐννύων, καὶ ἀμφιεννύων· καὶ ἐξ αὐτοῦ παράγωγον ἀμφιέννυμι, καὶ τὸ παθητικὸν ἀμφιέννυμαι, ἀμφιέννυται. ̓Αμφίσκουσιν. ἐνδύουσιν. ̓Αμφισβητεῖν. ἀμφιβάλλειν. ̓Αμφισβητῶ καὶ σοὶ καὶ σοῦ. ̓Αμφισβητεῖν καὶ παρακαταβάλλειν. οταν τελευτήσας τὶς απαις ειναι δοκεῖ, φάσκει δέ τις ἑαυτὸν ἐκείνου υἱὸν, ουτος ἀμφισβητεῖν τοῦ κλήρου λέγεται. εἰ δὲ παῖδα μὲν τοῦ θανόντος ἑαυτὸν μὴ εἰσάγει, λέγει δὲ αλλως κατὰ γένος ἑαυτῷ προσήκειν τὸν κλῆρον, παρακαταβάλλειν αὐτὸν οἱ νόμοι κελεύουσι. πλὴν ἀμφότερα ἐπ' ἀντιλογίας τάσσεται. alpha.163 ̓Αμφισβητοῦντεσ. ἀμφιλογοῦντες. ἀπὸ τοῦ ἀμφὶς καὶ τοῦ βάζειν. πολλάκις δὲ πλεονάζει τὸ β. ὡς ἐν τῷ· αδηρον, αβδηρον· καὶ σίδαι, σίβδαι. η παρὰ τὸ ἀμφὶς ἐπίῤῥημα, τὸ κεχωρισμένως βαίνειν. τοιοῦτοι γὰρ οἱ διστάζοντες. ̓Αμφίσταται. περιΐσταται. ἀμφίσταται διαπρύσιος οττοβος. ̓Αμφέχανε. καταπέπωκε. -τοὺς δ' ὁ μέλας ἀμφέχανε θάνατος. ̓Αμφιανακτίζειν. τὸ προοιμιάζειν, διὰ τὸ ουτω προοιμιάζεσθαι. Περίανδρος· ἀμφί μοι αυτις ανακτα. ̓Αμφέχυτο. τὸ παράγωγον χῦμι, χῦμαι, ἐχύμην, εχυσο, εχυτο, καὶ ἀμφέχυτο. ̓Αμφιδέδῃε. περιειλεῖται,