ὑμᾶς; ὅθεν εἴ φατε μὴ δεῖν δεδιέναι τὸν θάνατον, κοινωνοῦντες ἡμῶν τοῖς δόγμασι μὴ διὰ τὴν ἀνθρωπίνην δοξομανίαν, ὡς Ἀνάξαρχος, ἀποθνήσκετε, χάριν δὲ τῆς τοῦ θεοῦ γνώσεως τοῦ θανάτου καταφρονηταὶ γίνεσθε. κόσμου μὲν γὰρ ἡ κατασκευὴ καλή, τὸ δὲ ἐν αὐτῷ πολίτευμα φαῦλον· καὶ καθάπερ ἐν πανη γύρει θεατροκοπουμένους ἔνεστιν ἰδεῖν τοὺς οὐκ εἰδότας τὸν θεόν. τί γάρ ἐστι μαντική; τί δὲ ὑπ' αὐτῆς πεπλάνησθε; τῶν ἐν κόσμῳ πλεονεξιῶν ἐστί σοι διάκονος. πολεμεῖν θέλεις καὶ τῶν φόνων λαμβάνεις σύμβουλον τὸν Ἀπόλλω· κόρην ἁρπάσαι θέλεις καὶ τὸ δαιμόνιόν σοι συναγωνίσασθαι προαιρῇ· νοσεῖς διὰ σεαυτὸν καί, ὥσπερ Ἀγαμέμνων δέκα συμφράδμονας, εἶναι θέλεις μετὰ σεαυτοῦ θεούς. πιοῦσά τις ὕδωρ μαίνεται καὶ διὰ λιβάνων ἔκφρων γίνεται, καὶ σὺ τὴν τοιαύτην μαντεύ εσθαι λέγεις. προγνώστης ὑπῆρχεν ὁ Ἀπόλλων καὶ τῶν μαν τευομένων διδάσκαλος· ἐπὶ τῆς ∆άφνης ἑαυτὸν ἐψεύσατο. δρῦς, εἰπέ μοι, μαντεύεται καὶ πάλιν ὄρνιθες προαγορεύουσι, σὺ δὲ τῶν ζώων καὶ φυτῶν ἐλάττων ὑπάρχεις; καλὸν ἄρα σοι γενέσθαι ξύλῳ μαντικῷ καὶ τῶν ἀεροφοίτων τὴν πτῆσιν λαμβάνειν. ὁ ποιῶν σε φιλάργυρον, οὗτος καὶ περὶ τοῦ πλουτεῖν σοι μαν τεύεται· στάσεις καὶ μάχας ὁ ἐγείρων καὶ περὶ τῆς ἐν πολέμῳ νίκης προαγορεύει. τῶν παθῶν ἂν ὑπάρχῃς ἀνώτερος, τῶν ἐν τῷ κόσμῳ πάντων καταφρονήσεις. τοιούτους ἡμᾶς ὄντας μὴ ἀποστυγήσητε, ἀλλὰ παραιτησάμενοι τοὺς δαίμονας θεῷ τῷ μόνῳ κατακολουθήσατε. πάντα ὑπ' αὐτοῦ καὶ χωρὶς αὐτοῦ γέ γονεν οὐδὲ ἕν. εἰ δὲ ἔστιν ἐν τοῖς φυομένοις δηλητήριον, τοῦτο διὰ τὸ ἐνάμαρτον ἡμῶν ἐπισυμβέβηκεν. ἔχω δεικνύειν τὴν τούτων οἰκονομίαν· ὑμεῖς κατακούσατε, καὶ ὁ πιστεύων ἐπι γνώσεται. Κἂν θεραπεύησθε φαρμάκοις (κατὰ συγγνώμην ἐπιτρέπω σοι), τὴν μαρτυρίαν προσάπτειν σε δεῖ τῷ θεῷ. κόσμος γὰρ ἡμᾶς ἔτι καθέλκει, καὶ δι' ἀτονίαν τὴν ὕλην ἐπι ζητῶ. πτέρωσις γὰρ ἡ τῆς ψυχῆς πνεῦμα τὸ τέλειον, ὅπερ ἀπορρίψασα διὰ τὴν ἁμαρτίαν ἔπτηξεν ὥσπερ νεοσσὸς καὶ χαμαιπετὴς ἐγένετο, μεταβᾶσα δὲ τῆς οὐρανίου συνουσίας τῶν ἐλαττόνων μετουσίαν ἐπεπόθησεν. μετῳκίσθησαν γὰρ οἱ δαί μονες, ἐξωρίσθησαν δὲ οἱ πρωτόπλαστοι· καὶ οἱ μὲν ἀπ' οὐ ρανοῦ κατεβλήθησαν, οἱ δὲ ἀπὸ γῆς μὲν ἀλλ' οὐκ ἐκ ταύτης, κρείττονος δὲ τῆς ἐνταυθοῖ διακοσμήσεως. καὶ χρὴ λοιπὸν ἡμᾶς ἐπιποθήσαντας τὸ ἀρχαῖον παραιτήσασθαι πᾶν τὸ ἐμποδὼν γινόμενον. οὐκ ἔστι γὰρ ἄπειρος ὁ οὐρανός, ὦ ἄνθρωπε, πεπερασμένος δὲ καὶ ἐν τέρματι· τὰ δὲ ὑπὲρ τοῦτον αἰῶνες οἱ κρείττονες οὐ μεταβολὴν ὡρῶν ἔχοντες, δι' ὧν ποικίλαι νόσοι καθίστανται, πάσης δὲ εὐκρασίας μετειληφότες ἡμέραν ἔχουσι διαμένουσαν καὶ φέγγος τοῖς ἐντεῦθεν ἀνθρώποις ἀπρόσιτον. οἱ μὲν οὖν τὰς γεωγραφίας ἐκπονέσαντες, μέχρις ἦν δυνατὸν ἀνθρώπῳ, τῶν χωρίων· τὴν ἀναγραφὴν ἐποιήσαντο, τὰ δ' ἐπέ