καὶ τὸ τὴν ἄκραν ἐξ αὐτῶν ἐπὶ τὸ κάτω πέμπεσθαι ψυχρό τητα, ἀφ' ἧς μιγείσης τῇ ἄκρᾳ τοῦ ἡλίου θερμότητι ἀποτε λεῖται τῶν ἀέρων ἡ εὐκρασία πρὸς τὴν διαμονὴν τῶν ἐπὶ γῆς ζώων τε καὶ φυτῶν. Ἐν δὲ τῇ συντελείᾳ οὐκ ἐν τῷ νῦν οὐ ρανῷ καὶ ἐν τῇ νῦν γῇ κομίζονται τῶν πρακτέων τὰς ἀμοιβὰς οἱ ἄνθρωποι, ἀλλ' ἐν τῷ καινῷ οὐρανῷ καὶ ἐν τῇ καινῇ γῇ κατὰ τὸ εἰρημένον, ὥσπερ τὸ Ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἣν ἐγὼ ποιῶ, μένει ἐνώπιόν μου εἰς τοὺς αἰῶνας. Καὶ πάλιν· Κατ' ἀρχὰς σύ, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· καὶ αὐτοὶ μὲν ἀπολοῦν ται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται. Καὶ πάλιν· Ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν. Τὸ δὲ σαλευόμενον δηλοῖ τὴν αὐτοῦ μετάστασιν, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα ἀκίνητα. Ἐρώτησις %δ. Eἰ ὡς βιβλίον τὸν οὐρανὸν εἱλίσσεσθαι, καὶ τὰ ἄστρα ὡς φύλλα πίπτειν ἐπὶ τῆς γῆς προλέγει μὲν ὁ κύριος, καὶ ὁ προφήτης δὲ τούτοις προκατήγγειλε σύμφωνα, πῶς ἡ παντελὴς τοῦ στερεώματος ἀπώλεια διὰ τῶν ἐκείνων λόγων οὐ δείκνυ ται; Τίς οὖν ἡ τῶν τοιούτων ·ημάτων διάνοια; Καὶ πῶς τὸ τῶν στοιχείων συνίστασθαι ἄφθαρτον δύναται; Ἀπόκρισις. Ὥσπερ τοῦ στερεώματος τὴν ποίησιν παραβολικῶς ἡ θεία γραφὴ παρείκασε ποτὲ μὲν τῇ ἐκτάσει τῆς δέρεως, λέγουσα· Ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέριν· ποτὲ δὲ τῷ καπνῷ ἐστε ρεωμένῳ· Ὁ οὐρανός, φησίν, ὡσεὶ καπνὸς ἐστερεώθη· ποτὲ δὲ τῷ περιφερεῖ τῆς καμάρας· Ὁ τανύσας, φησί, τὸν οὐρανὸν ὡσεὶ καμάραν· οὕτως καὶ τὴν ἀνάλυσιν αὐτοῦ παραβολικῶς παρείκασε ποτὲ μὲν βιβλίῳ εἱλισσομένῳ, ποτὲ δὲ στοιχείῳ λυομένῳ πυρί, καθά φησιν ὁ ἀπόστολος Πέτρος ἐν τῇ δευ τέρᾳ αὐτοῦ καθολικῇ ἐπιστολῇ, ποτὲ δὲ ἱματίῳ παλαιουμένῳ. Ἀνάγκη γὰρ τῇ εἰσαγωγῇ τοῦ κρείττονος οὐρανοῦ τοῦ καινῶς γινομένου ἀναιρεῖσθαι τὸ στερέωμα, ὡς ἄχρηστον ὂν πρὸς ἐκείνην τὴν κατάστασιν, ἵνα τῇ αὐτοῦ ἀπωλείᾳ κἂν τότε τὸ μάταιον τοῦ περὶ τῆς ἀγενεσίας καὶ ἀφθαρσίας τοῦ οὐρα νοῦ φερομένου δόγματος γινώσκωσιν ὅσοι ἀγένητόν τε καὶ ἀΐδιον κατὰ τρόπον ἄφρονα τοῦτον εἰρηκότες. Ἐρώτησις %ε. Eἰ διὰ τὴν ἡμετέραν χρείαν καὶ ὠφέλειαν ἡ παραγωγὴ τῆς κτίσεως γέγονε, καὶ διὰ τὴν ἡμετέραν ὁμοίως χρείαν τὰ μὲν φθείρεται, τὰ δὲ ἀφθαρσίαν ἐν τῇ συντελείᾳ ἐνδύσονται, οἷον κτήνη μὲν καὶ πετεινὰ καὶ θηρία φθείρεται, οὐρανὸς δὲ καὶ ἡ γῆ φθορᾶς ἀπαλλάττεται· καὶ τὰ μὲν φθείρεται, ὡς ἀνεν δεοῦς ἡμῶν ἀνισταμένου τοῦ σώματος, ἐν ἀφθαρσίᾳ δὲ τὰ δη λωθέντα διαμένει στοιχεῖα, τῶν πραχθέντων ἡμῖν μελλόντων ἡμῶν ἐν αὐτοῖς κομίζεσθαι τὴν ἀντίδοσιν· ἀὴρ καὶ θάλαττα πῶς οὐκ ἄχρηστα, εἰ τότε μένει ἄφθαρτα, οὔτε εἰς ἀναπνοὰς οὔτε εἰς ἐμπορίας οὔτε ἰχθυοφαγίας ἢ ἑτέρας τινὸς βοηθείας