1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

41

Ἑρμοῦ μητέρα φασί. τοιαύτη δὲ ἡ νοητὴ ὕλη, τὸ κατακοσμεῖν τὴν εἰς τὸ ἐμφανὲς πρόοδον καὶ γένεσιν ἀπεργάζεσθαι τῶν ὄντων· ἐκ γὰρ ὕλης καὶ εἴδους τὰ ὄντα.» οὕτως μὲν κατὰ θεολογίαν, κατὰ δὲ τὸν τῆς φυσιολογίας τρόπον τὴν Μαῖαν οἱ πολλοὶ τὸ ὕδωρ εἶναι βούλονται· καὶ γὰρ παρὰ τοῖς Σύροις βαρβαρίζουσιν οὕτως ἔτι καὶ νῦν τὸ ὕδωρ προσαγορεύεται, ὡς καὶ μηΐουρι τὰ ὑδροφόρα καλεῖσθαι. καὶ οὐκ ἔξω λόγου ὁ Βάρρων φαίνεται ὡς καὶ μῆνα ἀναθέμενος αὐτῇ· κινήσει γὰρ τοῦ ὑποβρυχίου ὕδατος γίνεσθαι σάλον τοῖς φιλοσόφοις δοκεῖ· πρώτη δὲ ἑορτὴ τοῦ Μαΐου παρὰ Ῥωμαίοις αἱ περὶ σεισμῶν ἱκεσίαι. ταύτῃ γὰρ Ἄτλαντος παῖδα τὴν Μαῖαν οἱ μυθικοὶ ποιοῦσι, καὶ ἔφορον δὲ τῶν ὑδάτων τὸν Ἑρμῆν εἶναι παραλαμβάνομεν, καὶ διὰ ταύτην τὴν αἰτίαν ἐν τοῖς αὐτοῦ πηγαὶ ἀνατίθενται ἢ φρέατα ὀρύττεται. εἰσὶ δὲ οἵ φασιν ∆ιὸς καὶ Μαίας τὸν Ἑρμῆν εἶναι ἀλληγορικῶς υἱόν, νοῦν μὲν εἶναι τὸν ∆ία, Μαῖαν δὲ τὴν φρόνησιν, παῖδα δὲ ἐξ ἀμφοῖν Ἑρμῆν λόγιον αἰνιττόμενοι. πάντων δὲ νεώτατον εἰργάσαντο, ἅτε δὴ μὴ γηράσκοντος τοῦ λόγου· ἔτι μὴν ὠκύτατον πεποίηνται τοῦτον ταρσώσαντες πτεροῖς, νοῦ ὀξύτητα καὶ τάχος λόγου διὰ τῆς τοιᾶσδε τέχνης αἰνιττόμενοι. ὁ γοῦν ποιητής φησιν· ἔπεα πτερόεντα, καὶ ὡσεὶ πτερὸν ἠὲ νόημα εἶτα δὲ τετράγωνον σχήματι Ἕλληνες ἀναπλάττουσι τοῦτον, τεκμήριον μέγιστον παρεχόμενοι λόγον εἶναι τοῦτον, καὶ λόγον ἀληθῆ. ἔστι γὰρ καὶ λόγου σχήματα, ὁ μὲν ψευδὴς λόγος ...., ὁ δὲ ἀπατηλὸς πολυγωνό τερος, ὁ δὲ ἀληθὴς αὐτὸς ἑαυτῷ ἐκ πάντων μερῶν ἶσος, ὅπου δὲ στρέφοιτο πάσαις βάσεσιν ἀορίστως στηρίζεται, ὃ δὴ τετραγωνικὸν σχῆμα τυγχάνει. εἰ τοίνυν νοῦς καὶ λόγος εἶναι δέδεικται, τούτῳ τὸν κέρκωπα εἰδωλοποιοῦσιν Αἰγύπτιοι, ἐπεὶ παρὰ πάντα τὰ ζῶα νοήμων τυγχάνει, συνέσεως δὲ καὶ ἐπιστήμης ἐστὶ δεκτικός. ἀλλὰ μὴν καὶ τὴν Αἰγυπτίαν ἶβιν, τὸ ὄρνεον, ἴσμεν ἀνακειμένην αὐτῷ· καρδίᾳ γὰρ ἔοικε λευκαινόμενον μὲν τὸ σῶμα, ἐξ ἀμφοῖν δὲ τῶν μερῶν μελαινομένη, ὅπερ ἐστὶ τοῦ κατὰ διάνοιαν λόγου σχῆμα· πρὶν μὲν γὰρ λεχθῆναι σκότιος, λεγόμενος δὲ φωτίζεται, καὶ ῥηθεὶς εἰς ἀφανὲς οἴχεται. τρέφεται δὲ τὸ ζῶον παρὰ τοῖς ὕδασι, καθάπερ ἐν ἡμῖν ἡ καρδία ἐξ ὑγρᾶς οὐσίας τὴν δύναμιν λαμβάνει· μόνη δὲ πτηνῶν πάντων νεῖν ἡ ἶβις οὐκ ἐπίσταται, ἀδρανεστάτη δὲ εἰς μεῖζον βάθος καθελκομένη. τὸ δ' αὐτὸ καὶ ἐπὶ τῆς καρδίας παρατηρητέον· τῆς γὰρ ὑγρᾶς πόσεως συμμέτρως προσαχθείσης ῥώννυσθαί τε καὶ τοῖς λογισμοῖς διεστηρίχθαι πέφυκε, καὶ τῆς μὲν οἰκείας ἕδρας, ἥνπερ φρένα καλοῦσιν, οὐκ ἐξίστασθαι νηφαλέαν τε εἶναι, ὑποβλυσθεῖσαν δὲ τοῖς παλμοῖς τὸν ἴδιον σάλον δι' ὅλου τοῦ σώματος ἐξεργάζεσθαι. πάσχουσι δὲ ταῦτα ὑπὸ μέθης ἄνθρωποι τὸν ἄκρατον τῆς ἰδίας ἰσχύος προτετιμηκότες. καὶ τὴν ἶβιν δὲ καὶ τὸν κέρκωπα σελήνῃ συμπαθῆ εἶναι προσείκασται· ἡ μὲν ἶβις αὐτῷ τῷ σχήματι ἐμφερής, τὰ ἄκρα μὲν ὀμιχλαίνουσα, λευκαίνουσα δὲ τὰ μέσα καθάπερ ἡ αἰθερία μήνη. ὅτε γὰρ οὐρανὸς ἀσέληνος, οὐδὲ ἴβιδες ὁρῶσι, μύουσι δὲ τοῖς ὀφθαλμοῖς τοῦτον τὸν χρόνον καὶ ἄσιτοι ἐγκαρτεροῦσι τὸ συγγενὲς στοιχεῖον ἀναμένουσαι. ὁ δὲ κέρκωψ δηλοτέρας ἔχει τὰς ἐνεργείας· ὅτε γὰρ αὔξει σελήνη, ὁ τῶν ὀφθαλμῶν κύκλος τότε εὐρύνεται, ὅτε δὲ μειοῦται, τὸ τῶν ὀμμάτων περιφερὲς συστέλλεται. 4.77 Ὅτι ὁ Ἀριστοτέλης τὸν Καλλισθένην ἀπέσκωψεν εἰπὼν τὸν μὲν περιττὸν νοῦν ἔχειν, τὸν δὲ ἀνθρώπινον ἀποβεβληκέναι. 4.78 Ὅτι ὁ Ἀλφειὸς ποταμὸς ὁρᾶται καταδυόμενος μὲν ἐν Πελοποννήσῳ, ἀναδυόμενος δὲ ἐν Σικελίᾳ· λέγουσι δὲ καὶ τὸν Τίγρητα ταὐτὸ τοῦτο πάσχειν καὶ τὸν Λύκον καὶ ἑτέρους τινάς. 4.79 Ὅτι ὥσπερ τοῦ σώματος τοῦ ἡμετέρου τὸ μὲν διαρρεῖ, τὸ δὲ διαπνεῖ, διαρρεῖται μὲν ὑπὸ τοῦ αἵματος κατὰ τὰς φλέβας, διαπνεῖται δὲ ὑπὸ τοῦ πνεύματος κατὰ τὰς ἀρτηρίας, οὕτω καὶ τῆς γῆς τὸ μὲν ὑπὸ τῶν ὑδάτων, τὸ δὲ ὑπὸ τῶν πνευμάτων διαρρεῖσθαι καὶ διαπνεῖσθαι, ἐμφράξεως δὲ ἢ παρεμπτώσεως ἢ συνθλίψεως