Historia

 δὲ καὶ πρὸς τῶν ἰδόντων ἠκρίβωσα, ταῦτα καὶ δώσω γραφῇ. βʹ. Ἄρτι κατὰ τὸν Νοέμβριον μῆνα, τῆς γʹ ἰνδίκτου, ἐν 6 τῷ ϛυξζʹ ἔτει, τοῦ ῥηθέντος αὐτοκράτορ

 γε τριήρεις καὶ τὰς λοιπὰς φορτίδας εἰς εὐλίμενον ἐπίνειον ἀθρόας ἐλλιμενίζειν διεκελεύσατο, θαλασσοκρατεῖν τε, καὶ εἴ που βαρβαρικὸν ὁρῷεν πορθμεῖον

 πόλεμον. περιελθὼν οὖν καὶ τὴν ἄλλως δυσέμβολον πεφυκὸς ἰδὼν καὶ δυσπρόσοδον· ἐκ τοῦ θατέρου μὲν γὰρ πλευροῦ τὴν θάλατταν εἶχε φρουρὰν ἀσφαλῆ, κατὰ θά

 σκαιωρήσοιντο. ἐξελθὼν δὲ τοῦ χάρακος, καὶ μέρος τῆς χώρας καταδραμὼν, ἐπεὶ πρὸς τῶν ἐζωγρημένων ἀνέμαθεν, ἐπί τι γεώλοφον στρατιὰν βαρβάρων ὡσεὶ μυρι

 ἐξ ἐπιδρομῆς εὐεπίβατος ἦν, εἰς ὕψος ὅτι πλεῖστον ἠρμένος, καὶ δυσὶ ταφρείαις διεζωσμένος εἰς βάθος ὀρωρυγμέναις ἀνάλογον), καὶ τὴν τῶν βαρβάρων ἀπόγν

 νυκτῶν τριχῇ διαιρήσας τὴν φάλαγγα, ἐπῄει τοῖς Σκύθαις, καὶ τοσοῦτον φόνον αἰφνίδιον εἰσπεσὼν ἐν μικρᾷ καιροῦ ῥοπῇ ἀπειργάσατο, ὡς εὐαριθμήτους ἐκ τοῦ

 ὑπαντιάζετε, ὅτε σημήνω ταῖς σάλπιγξι. τοιαύτην μὲν ὁ στρατηγὸς τὴν παραίνεσιν ἐξηγήσατο· ὁ δὲ στρατὸς ἠλάλαξέ τε 22 καὶ ἐπεκρότησε, καὶ ὡς τὰ κράτιστ

 ϛʹ. Νικηφόρος δὲ ὁ Φωκᾶς, ὁ τοῦ ῥηθέντος Λέοντος σύναιμος (δεῖ γὰρ ἀνακεφαλαιωσάμενοι τὸν λόγον καθ' εἱρμὸν πρόσω τῆς ἱστορίας χωρεῖν), ὡς τῇ τῶν Κρητ

 στρατηγὸς θεασάμενος, τὸν ἵππον κεντρίσας καὶ τὸν δρόμον ἐπιταχύνας, εἰσήλαυνέ τε καὶ τῶν στρατιωτῶν τὴν ὁρμὴν ἀνετείχιζε, μὴ κτείνειν ἀναπείθων τοὺς

 δυσεκβίαστον παραταξάμενος, ᾔει διὰ τῆς τῶν Ἀγαρηνῶν γῆς. οἷς τὴν ἔφοδον ἐνωτισθεῖσι τοῦ Νικηφόρου, οὐκ ἀνεκτὸν ἐδόκει κατὰ χώραν τε μένειν, καὶ λόχου

 ἀξιώματι ἐσεμνύνετο), δυσμενῶς τῷ Νικηφόρῳ διέκειτο. ιαʹ. Ἔγνω γοῦν αὐτίκα νεωτερίζειν· ἀλλὰ δύναμιν ἐκ τοῦ παρατυχόντος ἀποχρῶσαν οὐκ ἐπαγόμενος (τὰ

 , ἀνειπεῖν αὐτοκράτορα στρατηγὸν, καὶ τὰς τῆς Ἀσίας δυνάμεις ἐγχειρίσαι αὐτῷ, ὡς ἀμύνοιτο καὶ ἀναχαιτίζοι τῶν ἀλλοφύλων τὴν ἔφοδον. ταύτην γὰρ αὐτῷ κα

 φησὶ, πεισθεὶς τὴν τῆς ἀνατολῆς ἀναδέξῃ ἀρχὴν, αὐτοκράτορά σε θᾶττον ἀποφανῶ, καὶ ἐπὶ τῶν βασιλικῶν θρόνων ἐπαναβιβάσω. εὐφήμει, ἔφη πρὸς τὸν λόγον ὁ

 γὰρ ἠρέμα νοσηλευόμενος τὸ σωμάτιον), εἶτ' αὖθις ἀνενεγκὼν καὶ, λέγε, φησὶν , ἀνδρειότατε, τί δεῖ περὶ τούτου σκοπεῖν; ὁ δὲ, καὶ αὖθις, ἔφη, σκοπεῖν λ

 βασιλείας ἀνείληφα, κατανάγκῃ δὲ ὑμῶν τοῦ στρατοῦ βιασθεὶς, μαρτυρεῖτέ μοι καὶ αὐτοὶ, οἵ γε καὶ ἀποτροπιαζόμενόν τε τὴν τοσαύτην φροντίδα καὶ πρόνοιαν

 πρὸ τοῦ διαπτῆναι τὴν φήμην τῆς ἀναῤῥήσεως, τῆς ὑγρᾶς τοὺς πορθμοὺς καὶ τοὺς πόρους προκατασχεῖν. οὕτω γὰρ ᾤετο κατὰ νοῦν αὑτῷ χωρήσειν τὰ πράγματα, κ

 ὑπὲρ τοὺς τρισχιλίους χρηματίζοντας, τῇ οἰκίᾳ τοῦ Ἰωσὴφ καὶ τῶν αὐτῷ συνεργούντων ἅμα τῷ δήμῳ ἐπιτίθεται. καὶ εἰς διαρπαγὴν καὶ προνομὴν καὶ ἐρείπωσιν

 διαφερόντως τοὺς μοναστὰς), οὐκ εἴων τὸν ἄνδρα ἐμμένειν οἷς ἔκρινε , προὐτρέποντο δὲ καὶ συζυγίαν ἀσπάσασθαι καὶ κρεωφαγίαν μὴ ὥς τι ἀπαίσιον ἀποφυγεῖ

 ὥρᾳ μιᾷ πλημμυροῦσαν ταύτην ἐργάζεται)· τούτοις τεθαῤῥηκότες οἱ βάρβαροι ἐτώθαζόν τε τὸν βασιλέα καὶ ὕβρεσιν αὐτὸν ἀδεῶς ἔβαλλον, ἐκδρομάς τε καὶ ἐπεξ

 προσπεσὸν, μηδέν τι γενναῖον ἢ νεανικὸν ἐργασάμενος. καὶ τὸ πρᾶγμα προπηλακισμὸν καὶ ὕβριν ἄντικρυς ἐλογίζετο, καὶ ὄνειδον ἀνεξάλειπτον, εἰ Νικηφόρος

 τὴν περίχωρον γενόμενος τῆς Ταρσοῦ, ἐνταῦθα στρατοπεδεύεται καὶ χάρακα κυκλόθεν πηξάμενος, καρτερῶς τά τε λήϊα καὶ τοὺς λειμῶνας, τοῖς ἄνθεσι καὶ παντ

 τύπους ἀνειληφώς, οὓς ἐκ χρυσοῦ καὶ λίθων ἐξειργασμένους κατὰ διαφόρους μάχας, τὴν Ῥωμαϊκὴν δύναμιν τρέποντες, οἱ Ταρσεῖς ᾐχμαλώτισαν, καὶ τὴν πόλιν ἀ

 θεάματος, εἰς φυγὴν ἐτράποντο καὶ πρὸς τὰς σφῶν οἰκίας ἀπέτρεχον. ἐκ δὲ τοῦ ὠθισμοῦ καὶ τῆς ἀτάκτου φορᾶς οὐκ ὀλίγος φόνος συμβέβηκε, πλείστων συμπατη

 πλησίστιος αὐτοῖς ἐπιπνεῖν, σφοδρὸν δὲ καὶ ἄγριον ἀντιπνεύσασα, ὑποβρύχια τὰ πράγματα τέθεικε. δηλώσει δὲ ταῦτα ὁ λόγος ἤδη σαφῶς. ηʹ. Σικελιῶται πρὸς

 παρὰ τὸν θεῖον δρωμένοις θεσμὸν, εἴ πως ἀλλὰ ταύτῃ δείσαντες ἄνθρωποι τῶν μὲν φαύλων ἔργων ἀφέξοιντο, ἀνθέξοιντο δὲ τῶν 69 ἐπαινετῶν. ἀλλ' οὕτω μὲν ἡ

 παρείληφε φρούριον, τὸν Λίβανον τὸ ὄρος ἐγκαρσίως ὑπερβὰς, τῇ Τριπόλει προσέσχεν, ἣν ἐχυρὰν καὶ δυσάλωτον τῶν ἄλλων πόλεων διαφερόντως ἰδὼν, ἐπεὶ καὶ

 ἀποσοβεῖν ἐποφείλοντες, καὶ τὰ βοσκήματα φυλάττειν ἀνεπιβούλευτον, οἱ δὲ, πρὸς τῷ μὴ ἀποσοβεῖν, μᾶλλον τῶν θηρίων αὐτοὶ διακόπτουσι καὶ διασπαράττουσι

 γενόμενος, καὶ τῷ τῶν Ταύρων κατάρχοντι φιλιωθεὶς, δώροις τε τοῦτον διαφθείρας καὶ λόγοις καταγοητεύσας ἐπαγωγοῖς (φιλοκερδὲς δὲ ἅπαν ἐκτόπως τὸ Σκυθι

 καταλλαγὴ καὶ φιλία ἐμπεδωθῇ. οἱ δὲ Μυσοὶ ἄσμενοι τὴν πρεσβείαν ἐδέχοντο, καὶ κόρας ἐξ αἵματος τοῦ βασιλικοῦ 80 ἐπὶ ἁμαξῶν ἀναβιβάσαντες (εἰθισμένον δ

 δράσαιεν. ἤδη δὲ πρὸς ἀλκὴν ὁρμᾷν διαλογιζομένων, καὶ ῥωμαλέως τοῖς ἐναντίοις συστάδην ἀντικαθίστασθαι, τῆς ἕω τηλαυγῶς ὑπαυγαζούσης, προέφθασε τὴν ἐκ

 ταῖς τῶν πολέμων ἀνδραγαθίαις παρὰ πάντων μεγαλαυχούμενος. ϛʹ. Τούτοις τοῖς λόγοις μετελθοῦσα τὸν αὐτοκράτορα καὶ, 85 ὡς τὸ εἰκὸς, καταγοητεύσασα (εὔν

 χαλάσαντες ἄνωθεν, καθ' ἕνα τοὺς συνωμότας πρότερον ἅπαντας ἀνιμήσαντο, ἔπειτα δὲ καὶ τὸν Ἰωάννην αὐτόν. ἀνελθόντες οὖν παρὰ πᾶσαν ἀνθρωπίνην ὑπόνοιαν

 τὴν τούτων ἐκδίκησιν, καὶ τοῖς ὀλισθαίνουσιν ἀδυσώπητος καὶ φορτικὸς ἐδόκει, καὶ ἐπαχθὴς τοῖς ἀδιάφορον ἀντλεῖν τὸν βίον ἐθέλουσιν. ἐγὼ δέ φημι, ὡς εἰ

 τελούσης τοῦ ∆εκεμβρίου μηνὸς, κατὰ τὴν τρισκαιδεκάτην ἴνδικτον τοῦ ἑξακισχιλιοστοῦ τετρακοσιοστοῦ ἑβδομηκοστοῦ ὀγδόου ἔτους, λογάδων ἀνδρῶν στίφος, δ

 παγανώσας, εἰς Ἀμάσειαν περιορίζει. ἱκανὴν οὖν ἐντεῦθεν ἀσφάλειαν ἑαυτῷ τε καὶ τοῖς πράγμασιν ἐπιβραβεύσας, καὶ ἅπαν τὸ ὕποπτον τῆς πολιτείας ἀνακαθάρ

 προσαποτίσῃ, ὃν ὁ Νικηφόρος παρὰ τὸ εἰκὸς ἐνεώχμωσεν. ὁ γὰρ Νικηφόρος, εἴτε τὰ θεῖα πρός τινων τῶν ἱερέων κινούμενα βουλόμενος διορθοῦν, ὡς ᾤετο, εἴτε

 ἐφευρών τε τὴν μὲν θύραθεν παιδείαν οὐ πάνυ ἠκριβωκότα, τήν γε μὴν θείαν καὶ ἡμετέραν ἐξησκημένον φιλοτιμότατα, χρίει αὐτὸν πατριάρχην Ἀντιοχείας. ὁ δ

 Βόσπορον, τὴν δὲ Μυσίαν παραλιπεῖν, Ῥωμαίοις προσήκουσαν, καὶ ἀπόμοιραν τελοῦσαν Μακεδονίας ἀνέκαθεν. λέγεται γὰρ Μυσοὺς ἀποίκους τῶν ὑπερβορέων Κοτρά

 ἀποκρίσεις ποιεῖν. ἐν Χριστῷ γὰρ θαῤῥοῦμεν τῷ ἀθανάτῳ Θεῷ, ὡς, εἰ μὴ τῆς χώρας ἀπέλθοιτε, καὶ ἄκοντες παρ' ἡμῶν ταύτης ἀπελαθήσεσθε. οἶμαι γάρ σε μὴ λ

 λώβη ταῖς ἐκδρομαῖς τῶν Σκυθῶν· ἔς τε τὰς ἐπαύλεις καὶ τὰ ἤθη τῶν δυσμενῶν διγλώσσους ἄνδρας ἐκπέμπειν Σκυθικὸν ἠμπισχημένους ἱματισμὸν, ὡς τὰ σφῶν δι

 Ῥωμαῖοι μὲν ὑφ' ἡδονῆς ἐπηλάλαξαν, καὶ πρὸς ἀλκὴν ἐπεῤῥώσθησαν· Σκύθαι δὲ, τῷ καινῷ καὶ ἀλλοκότῳ τῆς πληγῆς ἀποδειλιάσαντες, σὺν οἰμωγῇ τὸν συνασπισμὸ

 βʹ. Ὁ δὲ βασιλεὺς, τὸν τοιοῦτον γνοὺς νεωτερισμὸν, διεταράχθη μὲν, ὡς τὸ εἰκὸς, ἀπτέρῳ δὲ τάχει τὸν ἐπίσκοπον Στέφανον ἐκ τῆς Ἀβύδου ἀναγαγὼν, τοῖς δι

 φόνους μετὰ τῶν ἐπισπομένων συνωμοτῶν ἀπηνῶς καὶ ἀφιλανθρώπως χωρεῖν, συνεῖδε, μηκέτι διαμέλλειν ἢ ῥᾳθυμεῖν, ὡς μὴ τῇ τοιαύτῃ ῥᾳστώνῃ καιρὸν σχοίη τὸ

 ἀναλογιζόμενος, εἰς οἵας τύχας ὁ ἀνόσιος καὶ παλαμναῖος Ἰωάννης τὸ ἐμὸν συνέκλεισε γένος, τὸν μὲν αὐτοκράτορα καὶ θεῖον ἐμὸν, εὐεργέτην δὲ αὐτοῦ, κοιμ

 ὀφθαλμὸν, καὶ ἐρυθρὰ ταῦτα καταμαθεῖν, καθάπερ ἐτέλουν ἀνέκαθεν. τοῦτο δεύτερον ἀπαίσιον οἰωνὸν ὁ Φωκᾶς λογισάμενος τὸ τεράστιον, ὁρῶν δὲ καὶ τὴν στρα

 παραυτίκα, μή τι σκαιωρούμενον εἴη, καὶ ὄλεθρος Μυσοῖς ἐπισπομένοις ἐγγένηται· μαθόντα δὲ ἀνὰ κράτος φεύγειν αὐτοὺς, ἕπεσθαί τε, καὶ ἄπειρα πλήθη συγκ

 αὐθάδειαν καὶ θράσος τὰ Ῥωσικὰ ἐπήρθη φρονήματα. τὴν ὑπέραυχον τοιγαροῦν ἀλαζονείαν αὐτῶν, καὶ τὸν ἀντικρὺς προπηλακισμὸν μὴ στέγων ὁ βασιλεὺς, παντὶ

 ἐκδιδόμενον, ὑποδυόμενόν τε κατὰ γῆν ἀμηχάνῳ τοῦ δημιουργοῦ σοφίᾳ· καὶ αὖθις ἐκ τῶν 130 Κελτικῶν ὀρέων ἀναπιδύοντα, ἑλισσόμενόν τε διὰ τῆς Εὐρώπης, κα

 ἀντιτάξοιντο φάλαγγα, οὐκ εἰς καλὸν ἡμῖν τελευτήσει τὰ πράγματα , ἀλλ' ἐς ἀπορίαν καὶ ἀμηχανίαν δεινήν. ἐπιῤῥώσαντες οὖν τοὺς θυμοὺς, καὶ λογισάμενοι,

 ∆ρίστα καλεῖται) πανσυδὶ διατρίβοντα. ἀλλ' οὕτω μὲν ὁ Καλοκύρης ἀπέδρασε, Ῥωμαίους δὲ ἡ νὺξ ἐπελθοῦσα τῆς μάχης ἐπέσχεν. ἄρτι δὲ κατὰ τὴν ὑστεραίαν κα

 καὶ μέχρι τῶν ἑκατὸν καὶ πεντήκοντα ἄνδρας ἀνεῖλον νεανικούς. ὁ δὲ βασιλεὺς τὸ τοιοῦτον σύμπτωμα γνοὺς, θᾶττον ἐξιππασάμενος, παντὶ σθένει πρὸς τὴν μά

 τὴν δ' ἄλλην πληθὺν πεδήσας συνέκλεισεν ἐν εἱρκταῖς. αὐτὸς δὲ τὴν τῶν Ταυροσκυθῶν πανοπλίαν συναγαγὼν, εἰς ἑξήκοντα χιλιάδας συναγομένην ἀνδρῶν, Ῥωμαί

 αʹ. Ἄρτι δὲ ἡμέρας διαυγαζούσης, ἐρυμνῷ χάρακι τοῦτον τὸν τρόπον ὁ βασιλεὺς τὸ στρατόπεδον ἐκρατύνετο. γεώλοφός τις χαμαίζηλος τοῦ ∆ορυστόλου ἐκ διαστ

 δώροις καὶ προπόσεσιν ἐθεράπευε, προθυμοποιῶν, ῥωμαλέως ἐπὶ τοὺς πολέμους χωρεῖν. γʹ. Ἐν τούτῳ δὲ τῶν πραγμάτων ᾐωρημένων, καὶ τῆς μάχης ἔτι συνεστηκυ

 θεῖον καὶ μέγαν καταφεύγει σηκὸν, ἱκέτης ἐλεεινὸς ἀντὶ σοβαροῦ τυράννου καὶ ἀλαζόνος ὁρώμενος. ὃν ἐκεῖθεν οἱ περὶ τὸν ∆ρουγγάριον ἀποσπάσαντες, εἰς ἀκ

 καταποντώσαντες. λέγεται γὰρ Ἑλληνικοῖς 150 ὀργίοις κατόχους ὄντας, τὸν Ἑλληνικὸν τρόπον θυσίας καὶ χοὰς τοῖς ἀποιχομένοις τελεῖν, εἴτε πρὸς Ἀναχάρσεω

 ὑστεραίᾳ (ἕκτη δὲ ἦν τῆς ἑβδομάδος ἡμέρα, καὶ εἰκάδα τετάρτην ἤλαυνεν ὁ Ἰούλιος μήν), περὶ καταφορὰν ὄντος ἡλίου, πανσυδὶ τῆς πόλεως ἐξελθόντες οἱ Ταυ

 συνεπεραίνετο. ιʹ. Ῥωμαῖοι δὲ, τῷ προπορευομένῳ θείῳ ἀνδρὶ ἐφεπόμενοι, 155 τοῖς ἐναντίοις συμπλέκονται, καὶ καρτερᾶς μάχης συστάσης, οὐκ ἐνεγκόντες τὴ

 καθαρότητι. ὀλίγα γοῦν ἄττα περὶ διαλλαγῆς τῷ βασιλεῖ ἐντυχὼν, παρὰ τὸν ζυγὸν τοῦ ἀκατίου ἐφεζόμενος, ἀπηλλάττετο. ἀλλ' ὁ μὲν τῶν Ῥωμαίων πρὸς Σκύθας

 ἐπεραιώθη. μέγιστος δὲ οὗτος τῶν τὴν Ἀσίαν διατεμνόντων 161 ποταμῶν, καὶ εἷς τῶν ἐκ τῆς Ἐδὲμ ὁρμωμένων, ὡς ἐκ τῆς θείας γραφῆς μεμαθήκαμεν. ἐνταῦθά τι

 αὐτοκράτορα, ὡς δή τινι τῶν μέγα δυναμένων χρᾷ τὴν τῆς ἡγεμονίας ἀρχὴν, καὶ τὰ τῆς ἐκκλησίας οὐκ εὐθύνει καθὰ καὶ πρὸς τῶν θείων κανόνων νενόμισται, ε

 συγκροτήσας δυνάμεις, καὶ ταύτας εἰς τὸ ἀκριβὲς καθοπλίσας, τῆς βασιλευούσης ἀπάρας, διὰ τῆς Παλαιστίνης ἐχώρει, γῆς εὐδαίμονος, γάλα τε καὶ μέλι ῥεού

 τὴν ἤπειρον ἐρυμνοῖς περιείληπται, ἐπὶ λόφου τινὸς ἀποτόμου διατείνουσα· κατὰ θάτερον δὲ μέρος θαλάσσῃ περικλύζεται, ἐπίνειον καὶ προκόλπιον προβαλλομ

 τὸ πρότερον· ἕως οὗ ἐκ Βυζαντίου πυρφόροι νῆες πρὸς τῶν κρατούντων λαθραίως ἐξαπεστάλησαν. ἃς Βάρδας Μάγιστρος ὁ Παρσακουτηνὸς ἄγων, αἰφνίδιον τῇ Ἀβύδ

 γέγονα παρανάλωμα, εἰ μή με θεία τις ἐξ αὐτοῦ τοῦ κινδύνου ἀπήγαγε πρόνοια, ἥτις ἐξιππάσασθαι τάχος πεποίηκε, πρὸ τοῦ καταληφθῆναι τὴν φαραγγώδη πρὸς

 ἔτι δὲ ὁ πρὸς δύσιν ἐπὶ καταφορὰν τοῦ φωσφόρου ἀνίσχων ἀστὴρ, ὃς ἑσπερίους ποιούμενος τὰς ἐπιτολὰς, οὐδένα στηριγμὸν ἐφ' ἑνὸς διεφύλαττε κέντρου, λαμπ

 ἀστικῶν, ὀλιγοδρανέων δὲ ἤδη, καὶ ἆσθμα μύχιον καὶ δυσπρόσοδον περιπνέων καὶ ἀναπεμπόμενος. ἄρτι δὲ εἰς τὴν ἀνακτορικὴν ἑστίαν πεφοιτηκὼς, κλινοπετὴς

λώβη ταῖς ἐκδρομαῖς τῶν Σκυθῶν· ἔς τε τὰς ἐπαύλεις καὶ τὰ ἤθη τῶν δυσμενῶν διγλώσσους ἄνδρας ἐκπέμπειν Σκυθικὸν ἠμπισχημένους ἱματισμὸν, ὡς τὰ σφῶν διαβούλια γνοῖεν, καὶ βασιλεῖ ταῦτα κατάφωρα γίγνοιντο. τὴν τοιαύτην οὖν φάσιν πρὸς τοῦ βασιλέως εἰληφότες, τὴν Εὐρώπην καταλαμβάνουσιν. ιβʹ. Ταυροσκύθαι δὲ, τὴν τούτων ἐνωτισθέντες διάβασιν, ἀπόμοιραν τῆς σφετέρας στρατιᾶς διαιρέσαντες, Οὕννων τε καὶ Μυσῶν πλῆθος ταύτῃ προσεταιρίσαντες, κατὰ Ῥωμαίων χωρεῖν ἐκπεπόμφεσαν. ἄρτι δὲ τὴν τούτων ἐπήλυσιν ὁ Μάγιστρος Βάρδας αἰσθόμενος, καὶ ἄλλως γενναῖός τε καὶ ῥέκτης τυγχάνων ἀνὴρ, τότε δὲ σφαδάζων θυμῷ καὶ ῥώμης ὁρμῇ, τοὺς 109 ἀμφ' αὑτὸν λογάδας συνειληφώς, πρὸς τὴν τῶν ἐναντίων ἠπείγετο συμπλοκήν. καὶ δὴ Ἰωάννην τὸν Ἀλακᾶ εἰσκαλέσας, εἰς κατασκοπὴν ἀπέστειλεν, ἀθρῆσαί τε τοὺς Σκύθας, καὶ τὸ τοῦ πλήθους εἰκάσαι ποσὸν, καὶ καθ' ὃν αὐλίζοιντο τόπον, καὶ ὅ,τι πράττοιεν· πέμπειν τε τὴν ταχίστην ὡς αὐτὸν, καὶ πάντα διαγγέλλειν, ὡς συσκευάσοι, καὶ ἐκτάξοι τὴν στρατιὰν πρὸς τὸν πόλεμον. Ἰωάννης δὲ, τοὺς ἑπομένους λογάδας ἀνειληφώς, κατὰ τάχος ἐπὶ τοὺς Σκύθας ἱππάσατο· τῇ δὲ ὑστεραίᾳ παρὰ τὸν Μάγιστρον στέλλει, ἐπισπεύδων τοῦτον ἱκέσθαι μετὰ τοῦ πλήθους· μὴ πόῤῥω γὰρ, ἀλλ' ἐγγύθεν, τοὺς Σκύθας αὐλίζεσθαι. ὁ δὲ, τῶν τοιούτων λόγων διακούσας, τριχῆ διατάξας τὴν φάλαγγα, τῇ μὲν ἐφέπεσθαι παρήγγειλε κατὰ μέτωπον, ταῖς δὲ κατὰ τοὺς ἐγκαρσίους προλοχίζειν δρυμούς· τηνικαῦτα δὲ τῆς ἐνέδρας διεκθέειν, ὁπηνίκα τῆς σάλπιγγος, τὸ ἐνυάλιον ἐπηχούσης, διακούσαιεν. ταῦτα τοῖς λοχαγοῖς παρακελευσάμενος, κατὰ στόμα τοῖς Σκύθαις ἀντεπῄει, κραταιῶς διαγωνιζόμενος. ἐπλεονέκτει δὲ πλήθει τὸ στράτευμα τῶν ἐναντίων, ὑπὲρ τοὺς τρισμυρίους τελοῦν· οἱ γὰρ τῷ Μαγίστρῳ συνεφεπόμενοι, μετὰ τῶν λόχων, οὐ πλέονες τῶν μυρίων ἐτύγχανον. τῆς δὲ συμπλοκῆς γενομένης παρ' ἀμφοτέρων, ἔπιπτον οἱ νεανικώτεροι. ἐνταῦθα δὴ λέγεται τῶν τινα Σκυθῶν, ἀλκῇ καὶ σώματος ὄγκῳ γαυρούμενον, τῆς ἀμφ' αὑτὸν ἀποκριθέντα φάλαγγος ἐξιππεῦσαί τε, καὶ τῷ Βάρδᾳ ἐπιδραμεῖν, καὶ ξίφει τοῦτον πλῆξαι κατὰ τῆς κόρυθος· κενὴν δὲ γενέσθαι τὴν τοῦ ξίφους καταφορὰν, τοῦ 110 ἀθέρος ἀναγναμφθέντος τῇ κυνῇ, καὶ ἀλλαχόσε τῇ ταύτης στεγανότητι περιολισθήσαντος. Κωνσταντῖνος δὲ ὁ πατρίκιος, σύναιμος τῷ Βάρδᾳ τελῶν, ἄρτι τῷ ἰούλῳ τὴν γένυν ἐπιχνοάζων, πελώριός τε πεφυκὼς τῷ σώματι, καὶ τὴν ἰσχὺν δυσεκβίαστος καὶ ἀκαταγώνιστος, τὸ ξίφος σπασάμενος ἴεται τὸν Σκύθην βαλεῖν· ὁ δὲ, τὴν φορὰν αὐτοῦ ὑπειδόμενος, ἐκκλίνει τὴν πληγὴν, κατ' ἰσχίον ὑπτιάσας τοῦ ἵππου. δέχεται δὲ ταύτην παρὰ τὸν αὐχένα ὁ ἵππος, ὃν διαμπερὲς ἀποτέμνεται· ὁ δὲ Σκύθης, ἅμα τῷ ἵππῳ κατενεχθεὶς, πρὸς τοῦ Κωνσταντίνου ἐναποσφάττεται. ιγʹ. Τῆς δὲ μάχης τῇδε κἀκεῖσε μετακλινομένης, καὶ συχνὰς καὶ ἀμφιταλάντους μεταβαλλούσης ῥοπὰς ἐφ' ἑκάτερα, τὸ ἐνυάλιον ὁ Βάρδας ἐνηχεῖν ἐγκελεύεται, τά τε τύμπανα θαμινὰ παταγεῖν· τῆς δὲ φάλαγγος ἐκ τῶν λόχων ἐξαναστάσης κατὰ τὸ σύνθημα, καὶ κατὰ νώτου τῶν Σκυθῶν γενομένης, δέος τε αὐτοῖς εἰσῄει καὶ πρὸς φυγαδείαν ἀπέκλιναν. μήπω δὲ γεγενημένης λαμπρᾶς τῆς διώξεως, τῶν ἐπιφανῶν τις Σκυθῶν, μεγέθει σώματος καὶ ὅπλων λαμπρότητι πεφυκὼς τῶν ἄλλων ἀριπρεπὴς, κατὰ τὸ μεταίχμιον περιῄει, ἐπ' ἀλκὴν τοὺς ἑταίρους ἐπιῤῥωννύς. τοῦτον Βάρδας ὁ Σκληρὸς ἐξιππασάμενος παίει κατὰ τῆς κεφαλῆς, καὶ μέχρι τοῦ ζωστῆρος τὸ ξίφος διήλασε, μήτε τοῦ κράνους αὐτῷ ἐπαρκέσαντος, μήτε τοῦ θώρακος τὴν τῆς χειρὸς ἐπισχόντος ἰσχὺν, ἢ τὴν τοῦ ξίφους τομήν. διχῆ δὲ τούτου διατμηθέντος καὶ προσαραχθέντος τῇ γῇ,