συνθήκαις ἀφεσίμοις παραδοῦναι τῷ βασιλεῖ, ἐπείπερ καὶ ἡ νεότης τούτων παθεῖν ἔμελλε πᾶσα, εἰ προέβη τὰ τῆς διώξεως. ἤλαυνον γὰρ καὶ αὐτοῖ πεζικῇ παρατάξει διὰ τὴν ἐλπίδα τοῦ πρώην τῶν Σαρακηνῶν προτερήματος, ὥστε τὸν χάρακα τῶν Ῥωμαίων ἐξ ἐπιθέσεως αἱρήσειν πολεμικῆς. νῦν δὲ τῷ ἀδιακρίτῳ τῆς τῶν ἀρχόντων ἡγεμονίας καὶ τῆς αὐτῶν ἰσχύος τῶν Ῥωμαίων οἱ βασιλεῖς καὶ ἡγεμόνες ἰσχυρῶς συνεχόμενοι, τάς τε νίκας αὐτῶν εἰς ἀγενὲς περιστέλλουσι πέρας, καὶ τοὺς ἐχθροὺς εἰς αὔχημα μεῖζον ἐπαίρουσιν, οἳ καὶ κυριαρχὴν ἐν ταῖς νίκαις 116 τῷ συνεχεῖ τῆς διώξεως μὴ διανοούμενοι, τὴν τῶν Ῥωμαίων γῆν ὑπόφορον αὐτῶν ἢ μηλόβοτον πεποιήκασιν, ὡς διὰ τῶν ἡμετέρων ὑστερημάτων ἀναπληροῦσθαι τὰ ἐκείνων θελήματα. Ἀλλὰ τοῦτο μὲν οὕτως· ἐπανελθὼν δ' ὁ βασιλεὺς εἰς τὸν χάρακα μετὰ τὴν τῶν ἐχθρῶν ἀποσόβησιν, ἔγνω τὴν ἀκρόπολιν τῆς Ἱεραπόλεως ἐνοικίσαι καὶ στρατηγὸν ἀποδεῖξαι ταύτης, ἐφ' ᾧ κατὰ μικρὸν καὶ τὴν ἄλλην πόλιν Ῥωμαίων γενέσθαι καὶ Ἀρμενίων κατοικητήριον, καὶ διὰ τοῦτο χρονίσας ἐκεῖσε, καὶ φρουράν, ὅση τις ἐδόκει πρὸς φυλακὴν αὐτάρκης, καὶ στρατηγὸν ἐπιστήσας Φαρασμάτιον ἐκεῖνον βέστην τὸν Ἀποκάπην, ἐξ Ἀρμενίων τὸ γένος ἕλκοντα, χώραν δέδωκε τοῖς ἐναντίοις ἀνακαλέσασθαί τε τὴν ἧτταν καὶ ἀντίπαλα φέρεσθαι. καὶ ἕως μὲν ἐστρατοπεδευμένος ὁ τῶν Ῥωμαίων στρατὸς διεδείκνυτο, κατὰ χώραν ἐδόκουν μένειν οἱ Ἄραβες· ὡς δ' ἀναστρέψας τὴν στρατιὰν εὐθὺς τοῦ φρουρίου τοῦ Ἀζᾶς ἤλαυνεν, ἤρξαντο σποράδην ἐκ διαστήματος κατὰ τὸ εἰθισμένον αὐτοῖς ἐπιφαίνεσθαι, καὶ περὶ τὴν οὐραγίαν πολλάκις ἐπιτιθέμενοι, ἢ καὶ τοὺς τὰ σιτία μετακομίζοντας, ἐλύπουν τοὺς Ῥωμαίους, ὡς ἂν ἐξ ἐπιδρομῆς καὶ λόχου τὰς ἐπιθέσεις ἐν τῷ λεληθότι ποιούμενοι. ὅμως δ' οὖν καταφραξάμενος ἑκηβόλοις καὶ πελτασταῖς ὁ βασιλεὺς τὸ στρατόπεδον, οὕτω τεθωρακισμένον αὐτὸ διῆγε καὶ τὰς τῶν ἐχθρῶν προσβολὰς ῥᾳδίως ἀποκρουόμενον, ἕως ἐν τῷ φανερῷ καὶ μάχῃ νικήσας αὖθις τοὺς ἐναντίους τῷ φρουρίῳ τοῦ 117 Ἀζᾶς μεθ' ὅλης τῆς στρατιᾶς καὶ τῆς ἀποσκευῆς προσηνέχθη, μανθάνων παρὰ τινῶν ὅτι εὔυδρός ἐστιν ὁ τόπος ἐκεῖνος καὶ ἱκανὸς χορηγεῖν τοσούτῳ στρατοπέδῳ δαψίλειαν τοῦ ὑδρεύεσθαι. ὡς δὲ προσεγγίσας αὐτῷ οὐδὲ καθ' ἡμίσειαν τόξου βολὴν ἐρυμνότατόν τε εἶδεν, ἐπ' ἀκρωρείας τοῦ λόφου ἱστάμενον καὶ τείχεσι διπλοῖς περιεζωσμένον καὶ πέτραις ὥσπερ χειροποιήτοις γεγομφωμένον καὶ λιθίνην τὴν ἄνοδον πρὸς τὴν πύλην ἀποφερόμενον, μικρόν τε ὕδωρ ἀπορρέον ἐκεῖθεν καὶ μὴ δυνάμενον ὅσον πρὸς χιλιοστὸν μέρος τοῦ στρατοῦ ἐξαρκεῖν, ἀπέγνω τὴν ἐκεῖσε στρατοπεδείαν, καὶ ἀναζεύξας ἐκεῖθεν εἰς τόπον ἐπήξατο τὴν παρεμβολήν, ἔνθα τὸ ὕδωρ ἀφθονώτερον ἔρρεε. διασκοπήσας οὖν ὡς οὐκ εὔθετόν ἐστιν ἐκ διαστήματος τοσούτου προσιέναι τῇ πόλει καὶ μηχανὰς ἐφιστάναι (φθάνειν γὰρ τὴν νύκτα, καὶ δεῖσθαι μετακομιδῆς αὐτῶν εἰς τὸν χάρακα, ἵνα μὴ πυρίκαυστα τοῖς πολεμίοις ἱστάμενα γίνοιντο), τόν τε χειμῶνα περὶ ἀκμὴν ἐρχόμενον καθορῶν καὶ τοὺς ἐναντίους περικεχυμένους ἀεὶ τῷ θάρρει τῆς τῶν ἵππων ἐν τῷ θεῖν ἀρετῆς, ἀναστὰς ἐκεῖθεν ὥρμησε πρὸς τὰ τῆς Αὐσονίτιδος ὅρια. καὶ πυρπολήσας χωρίον τι μέγιστον Κάτμα λεγόμενον, τῷ ἀμηρᾷ τοῦ Χάλεπ ἀφωσιωμένον ἐκ παλαιοῦ, εἰς ἕτερον χωρίον κατέλυσε Τερχαλᾶ κατονομαζόμενον, ἔνθα κοπτομένου τοῦ χάρακος, καὶ τοῦ βασιλέως ἐπ' ὄχθης ἱσταμένου κατὰ τὸ δεξιόν, καὶ προασπιζου 118 σῶν στρατιωτικῶν παρατάξεων (ἦν δὲ καὶ τόπος ῥύακος τάξιν ἐπέχων, ἐξ ἑκατέρου μέρους βουνοῖς συνεχόμενος, ἀφ' ὧν ὁ ἀριστερὸς τοὺς πολεμίους εἶχεν ἐπ' ἀκρωρείας ἱσταμένους κατὰ τὸ ἀσφαλές), τοῦ τε λοιποῦ πλήθους περὶ τὴν ἀπόθεσιν τῶν φορτηγῶν ζώων ἠσχολημένου, καὶ τῆς οὐραγίας ἐφετομένης καὶ ἀντιπολεμούσης τοῖς ἐπεμβαίνουσι τῶν Σαρακηνῶν, Ἄραβες δύο λαθόντες κατόπιν τῆς ἀκρωρείας, καὶ τοὺς ἵππους ἀπὸ