μετάλλων μόνον οὐδ' ἀπὸ τῶν τῆς γῆς μυχῶν ὁ τοῦ βασιλέως ἐπιδίδωσι θησαυρός, οὐδὲ φόροι τοῦτον πλήθουσι μόνοι καὶ γεωδαισίας συντέλειαι, καὶ οὐδ' ὁ βοηλάτης αὐτῷ λειτουργεῖ μόνος, ἀλλ' οὐδὲν ἧττον καὶ ὁ χρυσελάτης καὶ ὁ τὸν καττίτερον ἐλαύνων καὶ ὁ τήκων τὸν μόλυβδον. χεῖρες οὖν ἐκεῖνον ἐλαύνουσιν εὐφυεῖς καὶ οἷον ἀναλύουσι καὶ ἀπολεπτύνουσιν, ἐπαναδιπλοῦσι γοῦν πολλάκις. εἶτα δὴ φείδονται τῆς χειρὸς καὶ τῷ ῥαιστῆρι οὐ πάνυ τι χρῶνται, καὶ αὖθις τὰ χρυσᾶ ὑφάσματα συντιθέασι, μέχρις ἂν εἰς ἀράχνης λεπτότητα τὴν ἀντιτυπίαν τοῦ χρυσοῦ διαλύσωσιν. ὁ μὲν οὖν τις ἀμιγής ἐστι καὶ διαυγάζει λαμπρότερον, ὁ δὲ μετὰ τῆς ὑφειμένης ὕλης ἐλαύνεται. καὶ ὁ μέν τις διμοιρίτης πρὸς τὴν ἐπιμιξίαν ἐστί, ὁ δὲ ἴσος καὶ ἥμισυς· τὸ δέ γε ταμιεῖον τοῦ δημοσίου διπλάσιον οὗ δίδωσιν ἔχει καὶ οὐχ ὑπερβαίνει τὸ μέτρον. οἱ τοίνυν τὸν χρυσόν, ἵν' οὕτως εἴποιμι, ἐξυφαίνοντες λανθάνοντες ἔστιν οὗ ἑαυτοῖς τοῦτον ἀπολεπτύνουσι καί εἰσι λαθραῖοι δημόσιοι καὶ ἐξιδιοῦνται, εἴ γε μὴ φωράσῃ τις αὐτούς, τὸ ἀλλότριον. νόμος δὲ αὐτοῖς ἐπίκειται σφοδρὸς ἅμα καὶ τιμωρός· "εἰ δέ τις αὐτοὺς συγκαλύψοι ἢ ὑποδεξάμενος ἔχοι καὶ συνειδείη τούτοις τὴν τοῦ χρυσοῦ ἔλασιν, δεδήμευται καὶ εἰς ὑπερορίαν ἢ μέταλλον ἄγεται· εἰ δὲ κλήρῳ κατείλεκται, ἀφαιρεῖται τοῦτον μετὰ καὶ τοῦ δεδημεῦσθαι." ἀρχιερεῖ δὲ οὐδ' ἔχει ὁ λόγος τιμωρίας ὑπερβολήν· μετὰ γὰρ τοῦ παρανομεῖν καὶ ἡ τῆς παρανομίας αἰσχύνη ἀνυπέρβλητον αὐτῷ ποιεῖ τὸ κακόν. ἀλλ' ὅ γε δεσπότης καὶ τούτου ἑάλωκεν. Ἀλλά μοι ἀφεῖται ἐνταῦθα τὸ κατεντεῦχθεν τούτου κατηγόρημα, ὁ δὲ λόγος ὡς πρᾶγμα γυμνάζει τὸ γεγονός, οὐχ ὡς ἔγκλημα. ἐπειδὴ γὰρ ἔμελλέν οἱ ὁ ναὸς κατακεχρυσῶσθαι, ἵνα μὴ πολλὰ καταβάλῃ τοῖς ὑφάνταις τοῦ χρυσοῦ χρήματα, εἰσκαλεῖται τούτους καὶ ὑπόγαιόν τι ἀποταξάμενος οἴκημα αὐτοῦ που πρὸς τῷ νεῲ ἐξυφαίνει κατὰ τὸ βουλητὸν αὐτῷ τὸν χρυσόν. καὶ ἵνα μὴ παρὰ πολὺ τὸ κιβώτιον αὐτῷ τῶν χρημάτων ἐλαττωθείη, τοιαύτης ἀπολελαύκει τῆς ἀτιμίας· ἐφ' οἷς ἄν τις αὐτὸν ἀποδύραιτο ἢ ταῦτα ἐπεγκαλέσειεν. ὡς δὲ καὶ χάριν ᾔδει τοῖς εὐεργέταις, αὐτὸς ἂν ὑμῖν, οὐκ ἄλλος, ἐπιμαρτύραιτο, ἐπὶ τὸν πρώτως αὐτὸν ἐπὶ τὸ θεῖον τοῦτο ὕψος ἀναβιβάσαντα τὴν γλῶσσαν ὁσημέραι ὡς μάχαιραν θήγων καὶ μηδὲ τεθνηκότι σπενδόμενος, ᾧ ζῶντι πολλάκις ἐπιβεβουλεύκει καὶ παρ' οὗ δημοσίαις καθυβρίσθη φωναῖς, εἴπερ μὴ τῶν ἄλλων ἐκείνων ἐπιλέλησται τῶν τῆς ἀτιμίας γραμμάτων, τῆς ἐπὶ ταύτῃ σκηνῆς τῶν ἀσελγεστάτων καὶ ἐπιρρήτων, ὧν ὁ δεσπότης ἁλοὺς οὐκ ᾐσχύνετο. ἆρ' οὖν πρὸς μὲν ἐκεῖνον τοιοῦτος καὶ δικαίως, ὥς γέ μοι δοκεῖ, τῆς περὶ αὐτὸν ἀλόγου κρίσεως ἀμυνόμενος, τῇ δ' ἐφεξῆς βασιλίδι σεμνότερος καὶ αἰδεσιμώτερος; πολλοῦ γε καὶ δεῖ. καὶ τί δεῖ καθεξῆς πάντα συνείρειν; τὴν τῆς βασιλείας ἐπιθυμίαν, τὴν ἐπὶ τούτῳ ἔριν, τὴν ὕβριν, ὡς ἐπὶ τούτοις ἀπῶστο καὶ ἐν Καρὸς μοίρᾳ λελόγιστο· ὡς γὰρ εἰδότων ὑμῶν τὰ πλείω σιγῶ. ἀλλὰ μή τι πολλάκις πληγεὶς ὁ μισοβασιλεὺς οὗτος ἀνὴρ μετὰ ταῦτα συνέσταλταί τε καὶ σεσωφρόνισται; καὶ ἐπειδὴ ταῖς οἰκείαις χερσὶ τῷ βασιλεῖ τὸ στέφος ἐπέθηκε, κατένειμέ τι αἰδοῦς, ἢ μᾶλλόν τι τῆς αὐθάδους γνώμης ὑφῄρηκεν; οὐμενοῦν. ἀλλ' ἐπὶ τούτῳ ὅλον, ὡς ἴστε, ἐξέχεε τὸν ἰὸν καὶ γέγονεν αὐτῷ παρανόμων παρανομώτερος καὶ θηρίων θηριωδέστερος. ἐγὼ δέ σε καὶ πάλιν ἀξιῶ, βασιλεῦ, ἵνα μή με τῶν τοιούτων καταμέμφῃ λόγων. οὐδὲν γάρ τι τῷ γεγενημένῳ προστίθημι οὐδέ τι τοῦ σοῦ ὑφαιρῶ ἀξιώματος. μᾶλλον μὲν οὖν καὶ σεμνότερον αὐτὸ ἀπεργάζομαι τῇ περὶ ἐκεῖνον αἰδοῖ, ἐπεί τοι καὶ αὐτὸς τὴν δευτέραν ἐκείνου πρεσβείαν καὶ ἱκετηρίαν δεξάμενος τὸ πᾶν ἀπέθου τῆς συγκινήσεως καὶ σπεισάμενος, ὡς ἐνῆν, ἐννομωτέραν αὑτῷ τὴν πρὸς τὰ βασίλεια πεποίηκας εἴσοδον. Ἀλλά σου πυθοίμην ἂν καὶ μάλα σπουδάζων· ἆρά γε βούλει, βασιλέων ἁπάντων θειότατε καὶ φιλανθρωπότατε, καὶ τὴν κατὰ τοῦ σοῦ κράτους τοῦ ἀρχιερέως μανίαν τε