πάλιν τριμερές ἐστι, τούτου γὰρ τοῦ νομίμου ἔστιν ὁ δωδεκάδελτος τῶν δώδεκα λογίων, τὰ βασιλέων δόγματα, οἱ νόμοι τῶν πραιτώρων. Περὶ δ' ἃ πραγματεύεται τὸ νόμιμον ῥητέον· εἰσὶ δὲ ταῦτα πρόσωπα, ἀγωγαὶ πράγματά τε. πολλῶν δ' οὐσῶν τῶν ἀγωγῶν τέσσαρες αἱ μητέρες, ἃς ἐνοχὰς ὠνόμασαν, δεσμοί τινες δικαίου, ἡ ῥέ, βέρβις καὶ λίτερις, τέταρτον ἡ κονσέσο. {αἵτινες} τέσσαρές εἰσι τῶν ἀγωγῶν μητέρες· ἡ βέρβις, ἡ ῥέ, λίτερις καὶ κονσέσο. ἡ γοῦν ῥὲ γεννᾷ πραγματικὰς καὶ μόνας, μήτηρ δὲ βέρβις ἐστὶν ἐξ στιπουλάτο, ἡ κονσέσο πλάττει δὲ τὰς συναινέσεις, ἡ λίτερις γράμματα γυμνὰ πραγμάτων. καὶ ταῦτα τυγχάνουσιν ἀναργυρία· εἰ γάρ τις ἀνάργυρον ἐγγράψῃ χρέος καὶ διετὴς ῥεύσειεν ἐν μέσῳ χρόνος καὶ μὴ προσθήσει μέμψιν ἀναργυρίας, γράμμασι λοιπὸν κατακρατεῖται μόνοις τὴν λίτεριν πλάττουσιν ἐξ ἡσυχίας. ἡ ῥὲ σημαίνει πράγματα, ἡ βέρβις ψιλοὺς λόγους, ἡ λίτερις τὰ γράμματα, κονσέσο συναινέσεις. Ἑκάστη δὲ τῶν ἐνοχῶν ἀγωγὰς πολλὰς τίκτει. ἐπεὶ δέ τις ἐνέχεται πλημμελῶν ἢ συμβάλλων, ἢ φανερώτερον εἰπεῖν, πρός τινας συναλλάσσων, ἀπὸ τοῦ πλημμελήματος ἀγωγὰς εὕροις ταύτας· τὴν φούρτην, τὴν περὶ κλοπῆς, βι βονόρουμ ῥαπτόρουμ, ἥτις βιαίαν ἁρπαγὴν πραγμάτων ἑρμηνεύει, τὴν ἰνιουριάρουμ τε, ἥτις ὕβριν σημαίνει. τόν τε μὴν Ἀκουίλιον, τὸν περὶ τῆς ζημίας. ἐξ ὧν πάλιν ὡς ποταμῶν ῥευμάτων τε δευτέρων κρουνοὺς εὑρήσεις ἀγωγῶν προσφόρως ἐκχυθέντας. Ὅρος δὲ συναλλάγματος, ὡς ἤρεσε τοῖς πλείστοις, συναίνεσις καὶ σύννευσις πλειόνων θελημάτων, ἢ δύο τὸ ἐλάχιστον, εἰς ταὐτὸ συνδραμόντων, ὥστ' ἐνοχῆς ποιήσασθαι δύναμιν παραυτίκα. Εἰς χάριν δὲ ῥητέον σοι τῶν ἐνοχῶν ἑκάστης τὰς φυομένας ἀγωγάς, ἵν' ἔχῃς ἀσυγχύτως καὶ τὰς μητέρας ἀκριβῶς, πρὸς δὲ τὰς θυγατέρας. Τῆς ῥέ, τῆς ἐν τοῖς πράγμασιν, ἔστιν ἡ δεποσίτης, Ἑλληνιστὶ δὲ πέφυκεν ἡ παρακαταθήκη, ἡ κομμοδάτη δεύτερον χρῆσις τῶν δεδομένων, ἡ πιγνερατικία τε, ἡ περὶ ἐνεχύρων, ἡ περὶ ἀπαιτήσεως κληρονομίας ἄλλη, ἣν νερεδάτης λέγουσι πετίτιο Λατῖνοι, πρὸς δὲ ἡ ἀδεξιβενδοὺμ Λατίνως εἰρημένη, ἡ περὶ παραστάσεως πραγμάτων κεκρυμμένων. τῆς ῥὲ ὁ κονδικτίκιος, ἡ ἰν ῥὲμ ἡ καθόλου· πρὸς τούτοις τὰ ἰντέρδικτα ἤτοι παραγγελίαι. Τῆς βέρβις δὲ τῆς ἐνοχῆς τις ἡ ἐξ στιπουλάτο, ἀφ' ἧς ὁ κέρτος πέφυκε κονδικτίκιος τρέχειν· πρὸς τούτοις καὶ ὁ ἴνκερτος, ἀγωγαὶ δ' οὗτοι δύο. ἐξ στιπουλάτο δέ ἐστιν ἐπερώτησις, ἄναξ, πᾶσα δέ γ' ἐπερώτησις ἢ δήλων ἢ κρυφίων, ἐφ' οἷς ὁ κονδικτίκιος ἢ κέρτων ἢ ἰνκέρτων. ἔστι δὲ κονδικτίκιος ἀπαιτήσεως φύσις, ἢ κέρτος ἤτοι φανερός, ἴνκερτος κεκρυμμένος. τῆς βέρβις ἐνοχῆς ἐστιν ἀεστιματορία, ὅταν διατιμήσωμαι πρᾶγμα καί σοι παρέξω εἰπὼν ὡς πράσας, «κόμισον νομίσματά μοι τόσα, εἰ δὲ μὴ τόσα δοίη τις, δίδου τὸ δεδομένον.» τῆς βέρβις αὖθις ἐνοχῆς ἥ γε δάμνι ἰμφέκτι, ἥτις κινεῖται πίπτοντος γείτονος δωματίου. τῆς βέρβις πάλιν πέφυκεν ἰντερρογατορία, ἣ τὸν κληρονομήσαντα εὐλόγως καὶ προσφόρως ἐκ πόσου μέρους ἐρωτᾷ ζητεῖ κληρονομίαν. ἡ λεγατόρουμ ἄλλη τις ἀσφάλεια λεγάτου ἥ τε μὴν πεκουνίαε κονστιτούταε ταύτης, ἥτις τὴν ἀντιφώνησιν καὶ τὴν ἐγγύην ἔχει. Τῆς δ' ἐνοχῆς τῆς λίτερις ἀγωγὴ νοβατίο, τὸ χρέος μεταφέρουσα τὸ παλαιὸν εἰς νέον. ταύτης ἡ δε λεγάτιο ἤτοι περὶ λεγάτου. Τῆς δὲ κονσέσο ἐνοχῆς ἔστιν ἡ ἐξ βενδίτο, ἣν οὕτως ἑρμηνεύουσι, περὶ ἀγορασίας, ἐξέμπτο, περὶ πράσεως, λοκάτι, μίσθωσίς τις, κονδούκτι, ἡ ἐκμίσθωσις, ἐντολή, ἡ μανδάτι. ἡ προ σοκίο δέ ἐστιν ἡ περὶ κοινωνίας· ἥ τε περὶ μνηστεύσεως καὶ δωρεῶν καὶ γάμων καί τινων ἄλλων ἀγωγῶν καὶ τριῶν ἰντερδίκτων, σύμπασαι αὗται ἀγωγαὶ ἐνοχῆς τῆς κονσέσο. Ἡ περὶ προστασίας δὲ πραγμάτων ἀλλοτρίων, τουτέστι μὴ γινώσκοντος μηδ' ὅλως τοῦ δεσπότου (νεγοτιόρουμ λέγουσι ταύτην τινὲς γεστόρουμ), ἔοικε συναλλάγματι συνάλλαγμα τυγχάνον. ὁμοίως ἡ τουτέλαε, ἡ κατὰ ἐπιτρόπων, ἡ