15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
πάντων θεός». Ἡ δὲ διπλῆ τῶν ῥητῶν τούτων ἐξήγησις αὐτάρκης ἐστὶν ἐν διῃρημένοις σκοποῖς, ἰδιώταις τε καὶ σοφοῖς, ὧν ὅποι τις ἑαυτὸν τάξει, κατάλληλον εὑρήσει τῷ συντάγματι τὴν ἐξήγησιν. οὐδὲν δὲ ἀπεικός, εἰ καὶ παντάπασιν ὁ Πέτρος γυμνὸς ἐπὶ τῆς νεὼς ἐκάθητο. ἀλλ' εἰ μὲν βούλει, εἰς τὴν συνήθειαν τοῦτο τῆς ἁλιευτικῆς τέχνης δεξάμενος τῆς ἀναισχύντου περὶ τὸν Πέτρον ὑπολήψεως πέπαυσο· εἰ δ' οὔ, εἰς ὑπερβάλλον ἐγκώμιον καὶ τοῦτο τοῦ κορυφαίου τῶν μαθητῶν δέδεξο, ὅτι τοσοῦτον αὐτῷ τὸ περιὸν τῆς καθάρσεως, ὅτι μηδὲ τῆς τοῦ σώματος γυμνώσεως διῃσθάνετο, ἀλλ' εἰκόνιζε τῷ καθ' ἑαυτὸν ὑποδείγματι τὴν τῶν προπατόρων ζωήν· κἀκεῖνοι γὰρ ἐν τῷ παραδείσῳ γυμνοὶ διαιτώμενοι τὸ ἐκ τῆς γυμνώσεως οὐκ ἀπηνέγκαντο ὄνειδος, καὶ ἡμῖν δὲ οὕτως ἔσται εἰς τὴν αἰωνίαν ἀποκαταστᾶσι ζωήν· τὰ γάρ τοι ἄμφια τοῦ μετὰ τὴν ἁμαρτίαν βίου καλύμματα.
18 λζʹ. Εἰς τὸ «ἐπλήγη ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου»
Εἴ φαμεν τρέφεσθαι τὴν ψυχὴν καὶ αὐξάνειν καὶ θεωριῶν κρειττόνων ἐμπίπλασθαι, ἄρτος ἐστὶ δήπου πάντως ὁ στηρίζων τὴν ταύτης οὐσίαν καὶ τῆς πνευματικῆς ἀξιῶν ἡλικίας. ὁ μὲν οὖν τὸν τοιοῦτον ἄρτον ζητῶν, ὅς ἐστιν «ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς», ὃς δὴ καὶ τοῖς ἀγγέλοις τὴν ἀνάλογον τροφὴν πορίζεται κατὰ τὸ εἰρημένον λόγιον, ὅτι «ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος», καὶ διηνεκῶς τῇ φύσει τῆς ψυχῆς τοῦτον ἐπεισάγων, οὗτος δήπου τὴν ἀνάλογον τῇ ψυχῇ τροφὴν ἔχει πρὸς σύστασιν καὶ πιότητα. καὶ θάλλει μὲν αὐτῷ ἡ πνευματικὴ καρδία ὥσπερ χόρτος ἀγροῦ καὶ ταῖς τοῦ πνεύματος αὔραις τὸ τῆς ψυχῆς αὐτῷ κυμαίνει λήιον· ὁ δὲ «ἐπιλαθόμενος» κατὰ τὸν τοῦ ∆αυὶδ λόγον «τοῦ φαγεῖν τὸν» τοιοῦτον «ἄρτον» ἀσθενὴς ὡς εἰκός ἐστι καὶ λεπτός, καὶ ἡ χλοάζουσα αὐτῷ τῆς ψυχῆς πόα οὔτε πληγὴν ψύχους ὑφίσταται οὔτε καύσωνος, ἀλλὰ τοῦ πυρώδους ἡλίου, ὅστις ποτὲ οὗτός ἐστι, προσβαλόντος αὐτῇ πλήττεταί τε ὁμοῦ καὶ ξηραίνεται. Ὁποῖον δὴ καὶ ἡ ἐν τῷ Ἄισματι ἐπεπόνθει νύμφη· κἀκείνη γάρ, λευκὴ τὸ πρότερον οὖσα καὶ διαυγής, ἐπειδὴ ὁ καύσων ταύτην παρέβλεψεν ἥλιος, «μέλαινά» τε εὐθὺς ἐγεγόνει, καὶ τὸ πρότερον κάλλος ἀφῄρηται. «μὴ βλέψητε γάρ με», φησίν, «ὅτι εἰμὶ μεμελανωμένη», καὶ τὴν αἰτίαν εὐθὺς τῆς μελανώσεως τίθησιν, «ὅτι παρέβλεψέ με ὁ ἥλιος». ἐπεὶ δὲ οὐχ ὁ ἀρχέκακος μόνον δαίμων τὴν κοινὴν φύσιν λυμαίνεται, ἀλλὰ καὶ αἱ συναποστατήσασαι τούτῳ δυνάμεις καὶ τῆς ἀγγελικῆς ἐκπεπτωκυῖαι ἀξίας καὶ τάξεως, «υἱοί», φησί, «μητρός μου ἐμαχέσαντό με»· μία γάρ ἐστιν ἡ δημιουργικὴ πάντων δύναμις, ἥτις δὴ καὶ μητρὸς λόγον ἐπέχει πρὸς τὰ γεννήματα, καὶ οἱ ἐκεῖθεν ἀποτεχθέντες ἀδελφοὶ πρὸς ἀλλήλους ἐσμέν, εἰ καὶ ἡ γνώμη τὴν φύσιν διέσχισε, καὶ τὸ τῶν δαιμόνων γένος εἰς τὴν ἀντίπαλον ἡμῖν μοῖραν ἀπέκλινεν. Ἡ μὲν οὖν ἁπλῆ τῶν τοῦ ∆αυὶδ ῥημάτων ἐξήγησις αὕτη. εἰ δὲ ζητοίης ἀναλογίαν καρδίας πνευματικῆς καὶ πληγὴν νοητὴν καὶ λήθην ἐκ προ αιρέσεως, δογμάτων ἀπαιτοίης κατάλογον, μᾶλλον δὲ θεωρημάτων ἀκριβεστέραν ἀνάπτυξιν, ὧν ἕκαστον ποικίλως ἀνερευνώμενον εἰς ἄπειρον προχωρήσει ὑψηλοτέρων νοημάτων βυθόν.
19 ληʹ. Εἰς τὸ θεολογικὸν ῥητὸν τὸ «δέον τὰ ἐναντία τῷ ἐναντίῳ καρ[ποῦσθαι]»