οὐκ ἄλλως γίνε ταί τις υἱὸς τοῦ ἐν οὐρανοῖς πατρὸς ἢ ἐκ τοῦ ἀγαπᾶν τοὺς ἐχθροὺς ἑαυτοῦ καὶ προσεύχεσθαι ὑπὲρ τῶν διωκόντων αὐτόν, δῆλον ὅτι οὐδεὶς τῷ φύσει εἶναι ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει, ἀλλὰ τῷ λαβεῖν ἐξουσίαν τέκνον θεοῦ γενέσθαι καὶ κεχρῆσθαι εἰς δέον τῇ ἐξουσίᾳ, καὶ τῷ ἠγαπηκέναι τοὺς ἐχθροὺς καὶ προσεύχεσθαι ὑπὲρ 20.33.293 τῶν ἐπηρεαζόντων γενόμενος υἱὸς τοῦ ἐν οὐρανοῖς πατρός. τότε ἐστὶ καὶ ἐκ τοῦ θεοῦ, καὶ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει, συνιεὶς αὐτῶν καὶ ἐπιστήμην αὐτῶν ἀναλαμβάνων· ὅπερ ἴδιον οὐ δούλων ἀλλὰ τέκνων ἐστὶν θεοῦ, τῶν πᾶσαν μὲν καταργησάντων * * γένεσιν, τὴν δὲ ἀπὸ θεοῦ ἀνειληφότων διὰ «τοῦ τῆς υἱοθεσίας πνεύματος». 20.33.294 ἅμα δὲ ἐπιμελέστερον κατανοητέον πῶς δεῖ δέχεσθαι τὸ «Τὰ ῥήματα «τοῦ θεοῦ ἀκούει», ᾧ ὅμοιόν ἐστιν καὶ τὸ «Τὰ ἐμὰ πρόβατα τῆς 20.33.295 «ἐμῆς φωνῆς ἀκούουσι». εἰ γὰρ ἐπὶ ψιλῆς συγκαταθέσεως τὸ ἀκούειν λάβοιμεν, καὶ οἱ ψυχικοὶ πρὸς χρόνον πιστεύοντες ἔσονται ἐκ τοῦ θεοῦ, μεμαρτυρημένοι ὑπὸ τοῦ λόγου ὅτι πρὸς καιρόν τινες πι 20.33.296 στεύουσιν. εἰ δὲ καὶ τὸ «Ἀκούει» ἐκλάβοιμεν ἐπὶ τοῦ τηρεῖν τὰς ἐντολάς, δῆλον ὅτι κἂν ἐν ἑνὶ ἁμαρτάνων οὐκ ἔσται υἱὸς θεοῦ· ὅπερ ἡμᾶς μὲν οὐ θλίψει τοὺς λέγοντας ἐκ μεταβολῆς γίνεσθαί τινα υἱὸν θεοῦ, ἐκείνους δέ, μὴ πάνυ δεῖξαι δυναμένους ἀναμαρτήτους 20.33.297 ἑαυτοὺς καὶ τοὺς ἐν τοῖς αὐτοῖς μαθήμασι. εἰ δὲ τὸ «Ἀκούει» λαμ βάνοιμεν ἐπὶ τοῦ συνιέναι καὶ νοεῖν, δεικνύτωσάν τινα πάντων ἀκούοντα οὕτως τῶν τῆς καινῆς διαθήκης λόγων, ἵνα ἐκεῖνον εἴπω μεν υἱὸν θεοῦ, εἰ μὴ ἐπιδέχοιτο ἀνατροπὴν εἰς τὰ ἅγια γράμματα ἡ ἐκδοχὴ αὐτοῦ· ἡμεῖς γὰρ καὶ κατὰ ταῦτα μέγαν τινὰ καὶ θαυμα στὸν εἶναι φανταζόμενοι τὸν ἤδη υἱὸν θεοῦ, οὐκ ἐλεγχθησόμεθα ἀναξίως τῶν ἐκ τοῦ θεοῦ ἐξειληφότες τὸ «Ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ «ῥήματα τοῦ θεοῦ ἀκούει». 20.34.298 Ἤδη δὲ καὶ ἐκ τῶν ἐναντίων παράδοξον ἄν τι φανὲν ἀποδειχθῆναι δυνατὸν ἔσται. τί δὲ τὸ παράδοξον ἢ τὸ εἶναί τινα ἑτέρου υἱοῦ θεοῦ μᾶλλον υἱὸν θεοῦ, καὶ διπλασιόνως ἕτερον ἑτέρου 20.34.299 εἶναι υἱὸν θεοῦ; πῶς δὲ τοῦτο ἀπὸ τοῦ ἐναντίου δείκνυται οὕτω παραστήσομεν· ἐν τῷ κατὰ Ματθαῖον ὁ πρὸς τοὺς γραμματεῖς καὶ Φαρισαίους δεύτερος ταλανισμὸς οὕτως ἔχει· «Οὐαὶ ὑμῖν, γραμματεῖς «καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν «ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέν 20.34.300 «νης διπλότερον ὑμῶν». οὐκοῦν κατὰ τοῦτο οὔτε φύσει υἱοὶ γεέννης εἰσίν τινες, οὔτε ἐπ' ἴσης οἱ τῆς γεέννης υἱοὶ υἱοί εἰσιν αὐτῆς, εἴγε 20.34.301 ἕτερος ἑτέρου διπλότερος υἱός ἐστιν αὐτῆς. εἰ δὲ ἕτερος ἑτέρου διπλότερός ἐστιν υἱὸς τῆς γεέννης, διὰ τί οὐχὶ καὶ τῆς ἀπωλείας καὶ τοῦ θανάτου καὶ τοῦ σκότου καὶ τῶν λοιπῶν, ὧν οἱ διαφόρως 20.34.302 ἁμαρτάνοντές εἰσιν υἱοί; εἰ δὲ ἐπὶ τούτων, διὰ τί καὶ οὐχὶ υἱοὶ φωτὸς διπλότεροι ἕτεροι ἑτέρων ἔσονται καὶ υἱοὶ ζωῆς καὶ υἱοὶ 20.34.303 σοφίας, οὕτω δὲ υἱοὶ θεοῦ; εἰ δὲ διπλασιόνως ἕτερος παρ' ἕτερον υἱὸς γίνεται θεοῦ, διὰ τί οὐχὶ καὶ πολλαπλασιόνως καὶ τοσαυταπλα σιόνως ὁποσαπλασιόνως ἄξιον νοεῖν εἶναι τὸν πρωτότοκον πάσης κτίσεως υἱὸν τοῦ θεοῦ παρὰ τοὺς λοιποὺς υἱοὺς τοῦ θεοῦ καὶ τοὺς μηκέτι πνεῦμα δουλείας ἔχοντας εἰς φόβον, ἀλλ' εἰληφότας πνεῦμα 20.34.304 υἱοθεσίας; τάχα οὖν οὕτως πλειόνων ὄντων τῶν ῥημάτων τοῦ θεοῦ, οὐ μόνον τῶν ἀναγεγραμμένων ἀλλὰ καὶ τῶν ἀρρήτων, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, καὶ τούτων περὶ ὧν φησὶν ὁ Ἰωάννης· «Οὐδ' «αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία»· πᾶς μὲν οἱωντινωνοῦν ῥημάτων ἀκούων τοῦ θεοῦ ἤδη ἐστὶν ἐκ τοῦ θεοῦ· ὅσῳ δὲ πλειόνων ἀκούει ῥημάτων τοῦ θεοῦ, τοσαυταπλειόνως γενήσεται ἐκ τοῦ θεοῦ· ὡς, εἰ δεῖ οὕτως ὀνομάσαι, πάντων ἀκούσας τις τῶν ῥημάτων τοῦ θεοῦ, ἐάν γε τοῦτο φθάνῃ ἐπί τινα τῶν λαμβανόντων τὸ τῆς υἱοθεσίας πνεῦμα, τελείως καὶ ἀνυπερβλήτως γίνεται υἱὸς 20.34.305 θεοῦ, καὶ πάντη καὶ ἐξ ὅλων καὶ ὅλος ἐκ τοῦ θεοῦ. εὐγνωμονέστε ρον δὲ ἀκουστέον τοῦ "7ἐξ ὅλων καὶ ὅλος"7, ἀνάλογον ὅλοις τοῖς δόγ μασι καὶ πάσῃ τῇ γνώσει καὶ πᾶσι τοῖς μυστηρίοις, ὥστ' ἂν εἰπεῖν ὅλον