τῶν κινήσεων ἕξει καὶ ἀποκαταστάσεις· πᾶσα γὰρ περίοδος τῶν ἀϊδίων ἀποκαταστατική ἐστιν. 200 Πᾶσα ψυχῆς περίοδος χρόνῳ μετρεῖται· ἀλλ' ἡ μὲν τῶν ἄλλων ψυχῶν περίοδος τινὶ χρόνῳ μετρεῖται, ἡ δὲ τῆς πρώτης ὑπὸ χρόνου μετρουμένης τῷ σύμπαντι χρόνῳ. εἰ γὰρ καὶ πᾶσαι αἱ κινήσεις τὸ πρότερον ἔχουσι καὶ ὕστερον, καὶ αἱ περίοδοι ἄρα· καὶ διὰ τοῦτο χρόνου μετέχουσι, καὶ τὸ μετροῦν ἁπάσας τὰς περιόδους τῶν ψυχῶν χρόνος ἐστίν. ἀλλ' εἰ μὲν αἱ αὐταὶ πασῶν ἦσαν περίοδοι καὶ περὶ τὰ αὐτά, καὶ χρό νος ἂν ἦν πασῶν ὁ αὐτός· εἰ δὲ ἄλλαι ἄλλων ἀποκαταστάσεις, καὶ χρόνος περιοδικὸς ἄλλος ἄλλων καὶ ἀποκαταστατικός. ὅτι μὲν οὖν ἡ πρώτως ὑπὸ χρόνου μετρουμένη ψυχὴ τῷ σύμπαντι χρόνῳ μετρεῖται, δῆλον. εἰ γὰρ μέτρον ὁ χρόνος κινήσεως ἁπάσης, τὸ πρώτως κινούμενον ἔσται παντὸς τοῦ χρόνου μετέχον καὶ ὑπὸ παντὸς μεμετρημένον· μὴ γὰρ τὸ πρώτως μετέχον μετρήσας ὁ σύμπας χρόνος οὐδὲ ἄλλο μετρήσει καθ' ὅλον ἑαυτὸν οὐδέν. ὅτι δὲ καὶ πᾶσαι αἱ ἄλλαι ψυχαὶ μερικωτέροις τοῦ σύμπαντος χρόνου μετροῦνταί τισι μέτροις, φανερὸν ἐκ τούτων. εἰ γὰρ μερικώτεραι τῆς ψυχῆς εἰσι τῆς πρώτως χρόνου μετεχούσης, οὐδὲ χρόνῳ τῷ σύμπαντι τὰς ἑαυτῶν ἐφαρμόσουσι περιόδους, ἀλλ' αἱ πολλαὶ αὐτῶν ἀποκαταστάσεις μέρη ἔσονται μιᾶς περιόδου καὶ ἀποκαταστάσεως, ἣν ἡ χρόνου μετέχουσα πρώτως ἀποκαθίσταται· τῆς γὰρ ἐλάττονος δυνάμεως ἡ μερικωτέρα μέθεξις, τῆς δὲ μείζονος ἡ ὁλικωτέρα. ὅλον οὖν τὸ χρο νικὸν μέτρον κατὰ μίαν ζωὴν αἱ ἄλλαι ψυχαὶ δέχεσθαι οὐ πεφύκασι, τῆς πρώτως <ὑπὸ> χρόνου μετρουμένης ὑφειμένην λαχοῦσαι τάξιν. 201 Πᾶσαι αἱ θεῖαι ψυχαὶ τριπλᾶς ἔχουσιν ἐνεργείας, τὰς μὲν ὡς ψυχαί, τὰς δὲ ὡς νοῦν ὑποδεξάμεναι θεῖον, τὰς δὲ ὡς θεῶν ἐξηρτημέναι· καὶ προνοοῦσι μὲν τῶν ὅλων ὡς θεοί, γινώ σκουσι δὲ τὰ πάντα κατὰ τὴν νοερὰν ζωήν, κινοῦσι δὲ τὰ σώματα κατὰ τὴν αὐτοκίνητον ὕπαρξιν. διότι γὰρ συμφυῶς μετέχουσι τῶν ὑπερκειμένων καί εἰσιν οὐ ψυχαὶ ἁπλῶς, ἀλλὰ θεῖαι ψυχαί, τὴν ἀνάλογον τοῖς θεοῖς ἐν τῷ ψυχικῷ πλάτει προστησάμεναι τάξιν, ἐνεργοῦσιν οὐ ψυχι κῶς μόνον, ἀλλὰ καὶ θείως, τὴν ἀκρότητα τῆς ἑαυτῶν οὐσίας ἔνθεον λαχοῦσαι. καὶ διότι νοερὰν ὑπόστασιν ἔχουσι, δι' ἣν καὶ ὑπεστρωμέναι ταῖς νοεραῖς οὐσίαις τυγχάνουσιν, ἐνεργοῦσιν οὖν οὐ θείως μόνον, ἀλλὰ καὶ νοερῶς, τὴν μὲν κατὰ τὸ ἓν τὸ ἐν αὐταῖς, τὴν δὲ κατὰ τὸν νοῦν ἱδρύσασαι ἐνέργειαν. τρίτη δὲ αὐταῖς πάρεστιν ἡ κατὰ τὴν ἰδίαν ὕπαρξιν ἐνέργεια, κινητικὴ μὲν ὑπάρχουσα τῶν φύσει ἑτεροκινήτων, ζωοποιὸς δὲ τῶν ἐπείσακτον ἐχόντων τὴν ζωήν· πάσης γὰρ ψυχῆς τοῦτό ἐστι τὸ ἴδιον ἐνέργημα, τὰ δὲ ἄλλα κατὰ μέθεξιν, ὡς τὸ νοεῖν καὶ προνοεῖν. 202 Πᾶσαι ψυχαὶ θεῶν ὁπαδοὶ καὶ ἀεὶ ἑπόμεναι θεοῖς καταδεέστεραι μέν εἰσι τῶν θείων, ὑπερήπλωνται δὲ τῶν μερικῶν ψυχῶν. αἱ μὲν γὰρ θεῖαι καὶ νοῦ μετέχουσι καὶ θεότητος (διὸ νοεραί τέ εἰσιν ἅμα καὶ θεῖαι) καὶ τῶν ἄλλων ψυχῶν ἡγεμονοῦσι, καθόσον καὶ οἱ θεοὶ τῶν ὄντων ἁπάντων· αἱ δὲ μερικαὶ ψυχαὶ καὶ τῆς εἰς νοῦν ἀναρτήσεως παρῄρηνται, μὴ δυνάμεναι προσ εχῶς τῆς νοερᾶς οὐσίας μετέχειν· οὐδὲ γὰρ ἂν τῆς νοερᾶς ἐνεργείας ἀπέπιπτον κατ' οὐσίαν μετέχουσαι τοῦ νοῦ, καθάπερ δέδεικται πρότερον. μέσαι ἄρα εἰσὶν αἱ ἀεὶ θεοῖς ἑπόμεναι ψυχαί, νοῦν μὲν ὑποδεξάμεναι τέλειον καὶ ταύτῃ τῶν μερικῶν ὑπερφέρουσαι, οὐκέτι δὲ καὶ θείων ἑνάδων ἐξημμέναι· οὐ γὰρ θεῖος ἦν ὁ μετεχόμενος ὑπ' αὐτῶν νοῦς. 203 Παντὸς τοῦ ψυχικοῦ πλήθους αἱ μὲν θεῖαι ψυχαί, τῇ δυνάμει μείζους οὖσαι τῶν ἄλλων, συνῄρηνται κατὰ τὸν ἀριθμόν· αἱ δὲ ἀεὶ αὐταῖς ἑπόμεναι καὶ τῇ δυνάμει καὶ τῷ ποσῷ μέσην ἔχουσιν ἐν πάσαις τάξιν· αἱ δὲ μερικαὶ τῇ μὲν δυνάμει κατα δεέστεραι τῶν ἄλλων εἰσίν, εἰς ἀριθμὸν δὲ πλείονα προεληλύ θασιν. αἱ μὲν γάρ εἰσι τῷ ἑνὶ συγγενέστεραι διὰ τὴν ὕπαρξιν θείαν οὖσαν, αἱ δὲ μέσαι διὰ τὴν νοῦ μετουσίαν, αἱ δὲ ἔσχαται κατὰ τὴν τάξιν, ἀνομοιώδεις κατὰ τὴν οὐσίαν ταῖς τε μέσαις καὶ ταῖς πρώταις. τὰ δὲ ἐγγυτέρω τοῦ ἑνὸς ἐν τοῖς ἀϊδίοις τῶν πορρω τέρων ἀριθμῷ ἑνικώτερά ἐστι καὶ συνῄρηται κατὰ τὸ πλῆθος, τὰ δὲ πορρωτέρω μᾶλλον πληθύνεται. αἵ τε οὖν δυνάμεις τῶν ἀνωτέρω μείζους, καὶ τοῦτον ἔχουσι