Πλακίτου καὶ Ναρκίσσου καταχθῆναι εἰς τὴν Ἔμισαν· πάλιν τε μέμψιν ὑπομεῖναι ὡς τὰ Σαβελλίου φρονοῦντα αὐτόν. Καὶ τὰ μὲν περὶ τῆς καταστάσεως αὐτοῦ πλατύτερον διεξῆλθεν ὁ Γεώργιος· τελευταῖον δὲ ἐπάγει, ὅτι καὶ ὁ βασιλεὺς αὐτὸν ἐπὶ τοὺς βαρβάρους ἀπιὼν ἀπῆγε, καὶ ὅτι τεράστια ἐν ταῖς χερσὶν αὐτοῦ ἐγένετο. Τὰ μὲν δὴ Γεωργίῳ εἰρημένα περὶ τοῦ Ἐμισηνοῦ Εὐσεβίου ἐπὶ τοσοῦτον λελέχθω μοι. 2.10 Ὡς οἱ ἐν Ἀντιοχείᾳ συνελθόντες ἐπίσκοποι, διὰ τὸ παραιτήσασθαι τὴν Ἀλεξάν δρειαν Εὐσέβιον τὸν Ἐμισηνὸν, Γρηγόριον χειροτονήσαντες τὴν τῆς ἐν Νικαίᾳ πίστεως φράσιν μετεποίησαν. Τότε δὲ τοῦ Εὐσεβίου ἐν τῇ Ἀντιοχείᾳ προβληθέντος καὶ δεδοικότος τὴν εἰς Ἀλεξάνδρειαν ἄφιξιν, προχειρίζονται Γρηγόριον εἰς τὴν Ἀλεξανδρείας ἐπισκοπήν. Καὶ τοῦτο κατεργασάμενοι μεταποιοῦσι τὴν πίστιν, οὐδὲν μὲν τῶν ἐν Νικαίᾳ μεμψάμενοι, τὸ δὲ ἀληθὲς, ἐπὶ καθαιρέσει καὶ παρατροπῇ τῆς «ὁμοουσίου» πίστεως διὰ τοῦ συνεχεῖς ποιεῖσθαι συνόδους καὶ ἄλλοτε ἄλλως ὑπαγορεύειν τὸν ὅρον τῆς πίστεως, ὥστε κατὰ βραχὺ εἰς τὴν Ἀρειανὴν δόξαν παρατρέψωσι. Ταῦτα μὲν οὖν ὅπως ἐγένετο, προϊόντος τοῦ λόγου δηλώσομεν. Ἡ δὲ ὑπαγορευθεῖσα περὶ τῆς πίστεως ἐπιστολὴ ἔστιν ἥδε· Ἡμεῖς οὔτε ἀκόλουθοι Ἀρείου γεγόναμεν· πῶς γὰρ ἐπίσκοποι ὄντες ἀκολουθήσομεν πρεσβυτέρῳ; οὔτε ἄλλην τινα πίστιν παρὰ τὴν ἐξ ἀρχῆς ἐκτεθεῖσαν ἐδεξάμεθα. Ἀλλὰ καὶ ἡμεῖς ἐξετασταὶ καὶ δοκιμασταὶ τῆς πίστεως αὐτοῦ γενόμενοι, μᾶλλον αὐτὸν προσηκάμεθα ἤπερ ἠκολουθήσαμεν. Καὶ γνώσεσθε ἀπὸ τῶν λεγομένων. Μεμαθήκαμεν γὰρ ἐξ ἀρχῆς, εἰς ἕνα τὸν τῶν ὅλων Θεὸν πιστεύειν, τῶν πάντων νοητῶν τε καὶ αἰσθητῶν δημιουργόν τε καὶ προνοητήν· καὶ εἰς ἕνα Υἱὸν τοῦ Θεοῦ μονογενῆ, πρὸ πάντων τῶν αἰώνων ὑπάρχοντα, καὶ συνόντα τῷ γεγεννηκότι αὐτὸν Πατρὶ, δι' οὗ καὶ τὰ πάντα ἐγένετο τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· τὸν καὶ ἐπ' ἐσχάτων τῶν ἡμερῶν κατ' εὐδοκίαν τοῦ Πατρὸς κατελθόντα, καὶ σάρκα ἐκ τῆς ἁγίας παρθένου ἀνειληφότα, καὶ πᾶσαν τὴν πατρικὴν αὐτοῦ βουλὴν συνεκπεπληρωκότα, πεπονθέναι, καὶ ἐγηγέρθαι, καὶ εἰς οὐρανοὺς ἀνεληλυθέναι, καὶ ἐν δεξιᾷ τοῦ Πατρὸς καθέζεσθαι· καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ διαμένοντα βασιλέα καὶ Θεὸν εἰς τοὺς αἰῶνας. Πιστεύομεν καὶ εἰς τὸ Ἅγιον Πνεῦμα. Εἰ δὲ δεῖ προσθεῖναι, πιστεύομεν καὶ περὶ σαρκὸς ἀναστάσεως, καὶ ζωῆς αἰωνίου. Ταῦτα μὲν ἐν τῇ πρώτῃ ἐπιστολῇ γράψαντες τοῖς κατὰ πόλιν ἔπεμπον. Ἐπιμείναντες δὲ μικρὸν ἐν τῇ Ἀντιοχείᾳ, καὶ ὥσπερ καταγνόντες ταύτης, αὖθις ἑτέραν ὑπαγορεύουσιν ἐν τοῖσδε τοῖς ῥήμασι· Ἄλλη ἔκθεσις. Πιστεύομεν ἀκολούθως τῇ εὐαγγελικῇ καὶ ἀποστολικῇ παραδόσει, εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, τὸν τῶν ὅλων δημιουργόν τε καὶ ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ Θεὸν, δι' οὗ τὰ πάντα ἐγένετο· τὸν γεννηθέντα πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, ὅλον ἐξ ὅλου, μόνον ἐκ μόνου, τέλειον ἐκ τελείου, βασιλέα ἐκ βασιλέως, Κύριον ἀπὸ Κυρίου, λόγον ζῶντα, σοφίαν, ζωὴν, φῶς ἀληθινὸν, ὁδὸν ἀληθείας, ἀνάστασιν, ποιμένα, θύραν, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον, τὴν τῆς θεότητος, οὐσίας τε καὶ δυνάμεως, καὶ βουλῆς καὶ δόξης τοῦ Πατρὸς ἀπαράλλακτον εἰκόνα, τὸν «πρωτότοκον πάσης κτίσεως,» τὸν ὄντα ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, Λόγον Θεὸν, κατὰ τὸ εἰρημένον ἐν τῷ εὐαγγελίῳ, «καὶ Θεὸς ἦν ὁ Λόγος·» δι' οὗ «τὰ πάντα ἐγένετο,» καὶ ἐν ᾧ «τὰ πάντα συνέστηκε,» τὸν ἐπ' ἐσχάτων τῶν ἡμερῶν κατελθόντα ἄνωθεν, καὶ γεννηθέντα ἐκ παρθένου κατὰ τὰς γραφὰς, καὶ ἄνθρωπον γενόμενον, μεσίτην Θεοῦ καὶ ἀνθρώπων, ἀπόστολόν τε τῆς πίστεως ἡμῶν, καὶ «ἀρχηγὸν τῆς ζωῆς,» ὥς φησι, «Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με·» τὸν παθόντα ὑπὲρ ἡμῶν, καὶ ἀναστάντα ὑπὲρ ἡμῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα εἰς οὐρανοὺς, καὶ καθεσθέντα ἐν δεξιᾷ τοῦ Πατρὸς, καὶ πάλιν ἐρχόμενον μετὰ δόξης καὶ δυνάμεως, κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ εἰς παράκλησιν καὶ ἁγιασμὸν καὶ εἰς τελείωσιν τοῖς πιστεύουσι διδόμενον· καθὼς καὶ ὁ Κύριος ἡμῶν