καταπολεμῆσαι Οὐανδήλους καὶ Ἀφρικὴν ἐκπορθῆσαι· ὃς ἀγχινοίᾳ καὶ φρονήσει πάντα ληϊσάμενος καὶ Γελήμερον ἐγκρατῆ ποιησάμενος ἀνήγαγεν ἐν τῇ πόλει μετὰ πλούτου πολλοῦ καὶ ἐθριάμβευσεν ἐν τῷ ἱππικῷ, ὑπατείαν ποιήσας ἐν τῇ πόλει· τὸν δὲ Ἰουστινιανὸν ἀμειβόμενον αὐτὸν τῆς τοιαύτης μεγίστης καὶ παραδόξου πράξεως, ἐν μὲν τῷ ἑνὶ μέρει τοῦ νομίσματος ἑαυτὸν ἐγχαράξας, ἐν δὲ τῷ ἑτέρῳ Βελισάριον ἔνοπλον, καὶ ἐπιγράψας "Βελισάριος ἡ δόξα τῶν Ῥωμαίων." ἀλλ' οἷα ὁ φθόνος ἐν μεγάλῃ εὐδαιμονίᾳ οἶδε ποιεῖν, ὤδινε καὶ εἰς Βελισάριον· διαβληθεὶς γὰρ μετέστη τῆς ἀρχῆς καὶ τῆς δόξης, καὶ Σολομὼν ἀντ' αὐτοῦ στρατηγὸς ἐπέμφθη, ὃς τὰ κτηθέντα Βελισαρίῳ φυλάξασθαι μὴ δυνηθεὶς τοῖς Οὐανδήλοις πάντα παρεχώρησεν. 130 Ἦν δέ τις χαλκεὺς Ἀνδρέας τοὔνομα, ἔχων μεθ' αὐτοῦ κύνα ξανθὸν καὶ τυφλόν, ὃς ἐποίει τέρατα· παρεστῶτος γὰρ αὐτῷ ὄχλου, λάθρα τοῦ κυνὸς ἐκομίζετο τὰ τῶν ἐνεστώτων δακτυλίδια χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ σιδηρᾶ, καὶ ἐτίθει εἰς τὸ ἔδαφος περισκέπων αὐτὰ χώματι, καὶ ἐπέτρεπε τῷ κυνί, καὶ ἐλάμβανε καὶ ἐδίδου ἑκάστῳ τὸ ἴδιον. ὁμοίως καὶ διαφόρων βασιλέων νομίσματα μιγνύμενα ἀπεδίδου κατ' ὄνομα. ἀλλὰ καὶ τῶν παρεστώτων ἀνδρῶν τε καὶ γυναικῶν ἐπεδείκνυε τὰς ἐν γαστρὶ ἐχούσας καὶ πόρνους καὶ μοιχοὺς καὶ ἀνελεήμονας καὶ κνιποὺς ἀπλανῶς καὶ μετὰ ἀληθείας ἐδείκνυε· ὅθεν ἔλεγον τὸν κύνα πνεῦμα Πύθωνος ἔχειν. Ὁ δὲ αὐτὸς βασιλεὺς κτίζει καὶ τὸν ἐν τῇ πηγῇ ναὸν τῆς ὑπεραγίας θεοτόκου, καὶ πάμπολλα κτίσματα ἐποίησεν ἐκκλησιῶν τε καὶ πόλεως, καὶ τὴν πενταγέφυραν τοῦ Σαγγαρίου ἅπερ Προκόπιος ὁ ἱστορικὸς ἐν ὀκτὼ λόγοις ἀνεγράψατο. εἰς δὲ τὰ τέλη αὐτοῦ τὸ περὶ φθαρτοῦ καὶ ἀφθάρτου κινήσας δόγμα ἀλλότριος τῆς εὐσεβείας θεοῦ ἐτελεύτησε, προβαλόμενος Ἰουστῖνον ἀνεψιὸν αὐτοῦ εἰς βασιλέα, κουροπαλάτην τότε ὄντα. κατετέθη δὲ τὸ σῶμα αὐτοῦ ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων πρὸς βορρὰν ἐν λάρνακι βοθυνῇ· ἡ δὲ γυνὴ αὐτοῦ Θεοδώρα προετελεύτησεν. τὴν δὲ τῆς ἀρχιερωσύνης τιμὴν ἐπὶ αὐτοῦ εἴληφε πρῶτον μὲν Ἰωάννης, ἔπειτα 131 Ἐπιφάνιος, τρίτον Μηνᾶς, τέταρτον Εὐτύχιος, καὶ μετὰ τοῦτον πάλιν Ἰωάννης. Γελίμερ Βελισάριον ἐκφεύγων εἰς ὄρος ὀχυρὸν κατέφυγεν ἔθνους τῶν Μαρουσίων· παρ' αὐτοῖς δὲ οὔτε ἄρτος οὔτε οἶνος οὔτε ἔλαιον γεωργεῖται, ἀλλὰ κριθὰς καὶ ὀλύρας, ὡς ἄλογα ζῶα, ἑφθὰ σιτίζονται. γράφει οὖν πρὸς Φαρὰν Γελίμερ, ὃν Βελισάριος κατέλιπε φυλάσσειν αὐτόν, πεμφθῆναι αὐτῷ ἄρτον καὶ σπόγγον καὶ κιθάραν. ὁ δὲ Φαρὰς διηπόρει περὶ τούτων, ἕως ὁ τὴν ἐπιστολὴν κομίσας ἔφη ὅτι ἄρτον μὲν αἰτεῖ, διότι τοῦτον ἐπιθυμεῖ γεύσασθαι καὶ ἰδεῖν, σπόγγον δὲ διὰ τὰ δάκρυα καὶ τὴν ἀλουσίαν, ὥστε παραμυθήσασθαι τοὺς ὀφθαλμούς, κιθάραν δέ, ὅπως τὰς συμφορὰς αὐτοῦ ἐκτραγῳδοίη. ταῦτα Φαρὰς ἀκούσας, περιαλγήσας τε καὶ τὴν ἀνθρωπείαν τύχην ἐκμυκτηρίσας, πάντα ἐξέπεμψεν ὅσων ἔχρῃζε. Χοσρόου δὲ τοῦ Πέρσου τὴν ἅπασαν ἀνατολὴν ληϊζομένου, Ἰουστινιανὸς Βελισάριον ἐκ τῆς δύσεως ἀγαγών, στρατηγὸν ἀνατολῆς ποιήσας κατὰ Περσῶν ἔστειλεν· ὁ δὲ καθοπλισθείς, καὶ κατὰ Περσῶν στρατεύσας, τοσοῦτον τοὺς πρέσβεις Χοσρόου τῇ καθοπλίσει καὶ στρατείᾳ ἐξέπληξεν, ὡς ἐπὶ θήραν δῆθεν ἐξιὼν ὀφθεὶς αὐτοῖς, ὥστε ἀφικόμενον πρὸς Χοσρόην ὑπόσπονδον αὐτὸν Ῥωμαίοις ποιῆσαι. τοσοῦτον δὲ Βελισάριος ἐθαυμάσθη παρὰ Περσαῖς καὶ Ῥωμαίοις εὐδοκίμησεν, ἢ ὅτε Γελίμερα δορυάλωτον καὶ Οὐιτίγην τοὺς δύο 132 βασιλεῖς ἐν Βυζαντίῳ ἤγαγε. κατηγορηθεὶς οὖν μετὰ ταῦτα ὡς ἐπιβουλεύων Ἰουστινιανῷ βασιλεῖ ἐκ θλίψεως τελευτᾷ, δεσμευθείσης ἁπάσης αὐτοῦ τῆς ὑποστάσεως. Ἰουστῖνος ὁ μικρὸς ἀνέψιος Ἰουστινιανοῦ. Ἰουστῖνος ὁ μικρὸς ἐβασίλευσεν ἔτη δεκατρία, μεγαλόδωρός τε ὢν καὶ φιλοκτίστης. ἔσχε δὲ γυναῖκα Σοφίας ὀνόματι. εὐσεβὴς δὲ ὢν καὶ ὀρθόδοξος ἐπεκόσμησε τὰς ἐκκλησίας τὰς κτισθείσας ὑπὸ Ἰουστινιανοῦ, τήν τε μεγάλην ἐκκλησίαν καὶ τοὺς ἁγίους ἀποστόλους, ἀπό τε κειμηλίων καὶ πάσης προσόδου. οὗτος ἦν τῇ ἰδέᾳ εὐῆλιξ, πλατὺς εὔογκος, ὑπόγλαυκος, ἐπίξανθος, σπανίζων τὴν γενειάδα, δειλός, ὀξύθυμος,