1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

41

ποιῶν, ἄλλην αὐτῷ φθορὰν ζῴων παντοίων ἀπειργάσατο." 4.45 Ἐν δὲ τούτοις ξυμφέρεται μὲν ἡμῖν, ἐν οἷς τὴν τοῦ παντὸς μεταβολὴν ἔφησε, καὶ ὅτι τοῦ Θεοῦ καταλιπόντος τοὺς οἴακας, ἀφίστανται μὲν ὅσαι τῶν ἀοράτων δυνάμεων οἰκονομεῖν τινα μέρη τῆς κτίσεως ἐκελεύσθησαν, ὑπομένει δὲ τὴν ἀλλοίωσιν τὰ ὁρώ μενα· τὰ δέ γε ἄλλα ἐκ τοῦ τηνικάδε κατεσχηκότος ὑπομεμένηκε πλάνου, ὅτι τῆς ὕλης ἡ ξύμφυτος ἐπιθυμία τὸν κόσμον ἀνέστρεφε, 4.46 κατά γε τὴν ξυγκληρωθεῖσαν ἐξ ἀρχῆς εἱμαρμένην. Ταῦτα γάρ ἐστιν ἅπερ ἐν τοῖς περὶ τῆς κτίσεως λόγοις τῷ φιλοσόφῳ μεμφό μεθα· ξυνυπάρχειν γὰρ τῷ Θεῷ τὴν ὕλην καὶ οὗτος ἔφησε, καθὰ καὶ Πυθαγόρας καὶ Ἀριστοτέλης καὶ οἱ τῆς Ποικίλης ἐπώνυμοι. Καὶ τὴν ὕλην δὲ ἔστιν ὅτε πονηρὰν ὀνομάζει. Ἀκούομεν γὰρ αὐτοῦ περὶ τοῦ κόσμου λέγοντος· "Παρὰ μὲν τοῦ ξυνθέντος πάντα καλὰ κέκτηται· παρὰ δὲ τῆς ἔμπροσθεν ἕξεως, ὅσα χαλεπὰ καὶ ἄδικα ἐν οὐρανῷ γίνεται, ταῦτα ἐξ ἐκείνης αὐτός τε 4.47 ἔχει καὶ τοῖς ζῴοις ἐναπεργάζεται." Προστέθεικε δὲ καὶ ταῦτα· "Τούτων δὲ αὐτῶν τὸ σωματοειδὲς αἴτιον, τὸ τῆς πάλαι φύσεως ξύντροφον, ὅτι πολλῆς ἦν μετέχον ἀταξίας, πρὶν εἰς τὸν νῦν κόσμον ἀφικέσθαι." Τούτοις νεμεσᾶν πάντα οἶμαι ἄνθρωπον, ὑγιᾶ γε τὸν νοῦν ἔχοντα. ∆ιαβάλλει γὰρ ἄντικρυς τῆς ὕλης τὴν φύσιν· καὶ οὕτως αὐτῆς ἰσχυρὰν ἄγαν καὶ ἀήττητον λέγει τὴν κάκην, ὡς μηδὲ τὸν ποιητὴν δυνηθῆναι ταύτην ἐπὶ τὸ κρεῖττον μεταβαλεῖν. ∆ιέμεινε γὰρ τῇ καχεξίᾳ χρωμένη· καὶ παρὰ τοῦ Θεοῦ δεξαμένη τὸ εἶδος, τὴν προτέραν οὐκ ἐξέβαλε πονηρίαν. Οὗ δὴ χάριν οὐ μόνον ἐν γῇ, ἀλλὰ καὶ ἐν οὐρανῷ τὰ χαλεπὰ 4.48 καὶ ἄδικα δρᾷ καὶ τοῖς ζῴοις ἐναπεργάζεται. Ταῦτα τῶν ἤδη πρόσθεν εἰρημένων ἀνάξια καὶ τῆς ὑψηγορίας ἐκείνης καὶ θεολο γίας ἀλλότρια καὶ τῶν χαμαιπετῶν τε καὶ περιγείων ἔκγονα λογισμῶν. Τὸ γὰρ δὴ φάναι κἀν τῷ οὐρανῷ διαμεῖναι τὴν ἀτα ξίαν, ὡς χαλεπά τινα καὶ ἐν αὐτῷ τολμᾶσθαι καὶ ἄδικα, τοπάζειν παρασκευάζει τὴν μὲν ὕλην ἰσχυροτάτην, ἀσθενῆ δὲ εἶναι τὸν ποιητήν. Καίτοι φησὶν αὐτὸν τὸν οὐρανὸν πρὸς τὸ νοητὸν δη 4.49 μιουργῆσαι παράδειγμα. Λέγει δὲ οὕτως ἐν τῷ Τιμαίῳ· "Πό τερον οὖν ὀρθῶς ἕνα οὐρανὸν εἰρήκαμεν, ἢ πολλοὺς καὶ ἀπείρους ἦν λέγειν ὀρθότερον; ἕνα, εἴπερ κατὰ τὸ παράδειγμα δεδη μιουργημένος ἔσται." Παράδειγμα δὲ οἶμαι λέγειν αὐτὸν ἢ τὸν Θεὸν ὡς ἕνα, ἢ τὴν ἰδέαν, ἣν ἔννοιαν εἶναι τοῦ Θεοῦ λέγει, ἢ τὸν νοητὸν οὐρανόν, ὃν ὑπέρτερον εἶναι τούτου ἡ θεία λέγει γραφή. Εἴτε δὲ τοῦτο εἴτε ἐκεῖνο λέγει παράδειγμα, ἥκιστά γε ἁρμόττει τῷ οὐρανῷ τῶν χαλεπῶν καὶ ἀδίκων ἡ πρᾶξις. 4.50 Ἀλλὰ τῶν μὲν καλουμένων φιλοσόφων τοσαύτην ἔχει διαμάχην τὰ δόγματα· ὥρα δὲ λοιπὸν ἐπιδεῖξαι τῆς θείας γραφῆς τὴν εὐγένειαν καὶ τὴν τῆς κοσμογενείας ἀλήθειαν. Τοὺς μὲν γὰρ περὶ τῆς ὕλης μύθους εἰς τὸ Ἡσιόδου ἀπέρριψε Χάος· δη μιουργῆσαι δὲ τὰ ξύμπαντα ἔφησε τὸν Θεόν, οὐ καθάπερ οἰκο δόμοι καὶ ναυπηγοὶ καὶ χαλκοτύποι καὶ χρυσοχόοι, καὶ μέντοι καὶ ὑφάνται καὶ σκυτοτόμοι καὶ οἱ ἄλλοι τεχνῖται τὰς ὕλας ἐρανι ζόμενοι ταύτας εἰδοποιοῦσί τε καὶ διαγλύφουσι, καὶ τὰ ὄργανα παρ' ἀλλήλων ἀντιλαμβάνοντες, ἀλλ' ἅμα βουληθῆναί τε καὶ τὰ μηδαμῇ μηδαμῶς ὄντα παραγαγεῖν. Ἀπροσδεὴς γὰρ ὁ τῶν 4.51 ὅλων Θεός· αἱ δὲ ἀνθρώπιναι τέχναι ἀλλήλων προσδέονται. ∆εῖ ται μὲν γὰρ ὁ κυβερνήτης τοῦ ναυπηγοῦ, δεῖται δὲ ὁ ναυπηγὸς καὶ ὑλοτόμου καὶ χαλκέως καὶ πιττουργοῦ καὶ στυππειοποιοῦ, δεῖται δέ γε καὶ ὁ δρυτόμος τοῦ φυτουργοῦ, καὶ αὖ πάλιν ὁ φυτουργὸς καὶ γῆς καὶ ἀρδείας καὶ φυτῶν καὶ σπερμάτων καὶ χαλκέως ἐργαζομένου σμινύην καὶ δίκελλαν, δεῖται δέ που καὶ ὁ χαλκεὺς οἰκοδόμου καὶ οἰκίσκον οἰκοδομοῦντος καὶ ξυναρμόζοντος τῷ ξύλῳ τὸν ἄκμονα καὶ ἐνείροντος τῷ ῥαιστῆρι τὸν στελεόν, καὶ πάντες δὲ ὁμοίως καὶ σκυτοτόμου καὶ ὑφάντου καὶ γηπόνου προσδέονται, ἵνα τὸ σῶμα καὶ τρέφωσι καὶ καλύπτωσι, κἀκεῖνοι δ' αὖ πάλιν τῆς τούτου γε ἐξήρτηνται τέχνης, ἵν' ἑκάστῳ τὰ 4.52 ὄργανα παράσχῃ τὰ πρόσφορα. Ὁ δὲ τοῦ παντὸς ποιητὴς οὔτε ὀργάνων οὔτε ὕλης δεδέηται· ἀλλ' ὅπερ ἐστὶ τοῖς ἄλλοις τεχνί ταις καὶ ὕλη καὶ ὄργανα, καὶ μέντοι