1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

 309

 310

 311

 312

 313

 314

 315

 316

 317

 318

 319

 320

 321

 322

 323

 324

 325

 326

 327

 328

 329

 330

41

οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς." Αὐτὸ τοῦτο καὶ ὁ θεῖος ἔφη ∆αβὶδ, ὅτι ἔθετο τὸ σκήνωμα ἐν τοῖς οὐρανοῖς τῷ ἡλίῳ· ὥστε αὐτὸν ἐπ' ἐκείνων ὀχούμε νον, καὶ κατὰ μὲν τὸ κάλλος μιμεῖσθαι νυμφίον ἐκ παστάδος προϊόντα μετὰ πολλῆς εὐπρεπείας· κατὰ δὲ τὸ τάχος, γίγαντά τινα μετὰ πολλῆς διατρέ χοντα ῥώμης καὶ ἰσχύος· [μηδενὸς ἐμποδὼν ἱσταμένου, καὶ τῆς ἐπὶ τὰ πρόσω πορείας πειρω μένου κωλύειν· οὕτω καὶ οὗτος ἀνίσχει μὲν ἀπὸ τῆς ἔω, ἐν μιᾷ δὲ ἡμέρᾳ τὸν οὐρανὸν διατρέχει τὴν 80.996 ἑσπέραν καταλαμβάνει, παντὶ ζώῳ μεταδιδοὺς τῆς οἰκείας θερμότητος.] "Καὶ οὐκ ἔστιν ὃς ἀποκρυ βήσεται τῆς θέρμης αὐτοῦ." Τῆς θέρμης ἐν ταῦθα ἀντὶ τοῦ φωτὸς ἐμνημόνευσε, μείζονα δεικνὺς τὴν ἐνέργειαν τοῦ χειροποιήτου φωτός· ὅτι καὶ πόῤῥωθεν ὄντας δυνατὸν ἀπολαῦσαι τῆς θέρμης. Τὸ γὰρ χειροποίητον φῶς οὐχ οἷόν τε μὴ πελάζοντας τοῦτο ποιῆσαι. Ὁ δέ γε ἥλιος καὶ πόῤ ῥωθεν ἀφεὶς ἀκτῖνας τῆς θέρμης σὺν τῷ φωτὶ μεταδίδωσιν. Ἀπόχρη καὶ ταῦτα δεῖξαι τοῖς ἀν θρώποις τὸν Ποιητήν· ἀλλ' ὅμως καὶ νόμον ἔδω κεν εἰς βοήθειαν, ἐπιστρέψαι τοὺς πλανωμένους δυνάμενον. ηʹ-ιαʹ. "Ὁ νόμος [γὰρ, φησὶν,] Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς· ἡ μαρτυρία Κυρίου πιστὴ, σοφίζουσα νήπια. Τὰ δικαιώματα Κυρίου εὐθέα, εὐφραίνοντα καρδίαν· ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς. Ὁ φόβος Κυρίου ἁγνὸς, διαμένων εἰς αἰῶνα αἰῶνος· τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτό. Ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν· καὶ γλυκύ τερα ὑπὲρ μέλι καὶ κηρίον." Νόμον καὶ μαρτυρίαν, καὶ δικαιώματα, καὶ ἐντολὴν, καὶ κρίματα, τὸν Μωσαϊκὸν νόμον καλεῖ· οὕτω γὰρ καὶ αὐτὸς ὁ νόμος ἑαυτὸν ὀνομάζει· ποτὲ μὲν γὰρ λέγει· "Ταῦτα τὰ δικαιώματα καὶ τὰ κρίματα, ἃ ἔδωκε Κύριος Μωσῇ." Καὶ ἀλλαχοῦ· "Φυλάξεις τὸν νόμον Κυρίου τοῦ Θεοῦ σου, καὶ τηρήσεις τὰς ἐν τολὰς αὐτοῦ·" καὶ καλεῖται μὲν νόμος, ὡς τὴν ἀρί στην πολιτείαν ῥυθμίζων, καὶ διατάττων. Μαρτυ ρία δὲ, ὡς τοὺς ἁμαρτάνοντας διαμαρτυρόμενος, καὶ τῆς παραβάσεως τὴν τιμωρίαν ὑποδεικνύς· δικαιώματα δὲ, ὡς διδάσκων τὸ δίκαιον, καὶ ἀπ αγορεύων τὸ ἄδικον, καὶ τοὺς κατορθοῦντας ἀπο φαίνων δικαίους· ἐντολὴ δὲ, ὡς τὸ πρακτέον ἐντελλόμενος καὶ κελεύων δεσποτικῶς· κρίματα δὲ, ὡς τὰς θείας ψήφους ὑποδεικνὺς, καὶ διδάσκων τίνων μὲν ὁ φυλάττων τεύξεται ἀγαθῶν, τίσιν δὲ ὁ παραβαίνων τιμωρίαις παραδοθήσεται. Λέγει τοίνυν, ὅτι ὁ νόμος τοῦ Θεοῦ, μώμου παντὸς ἐλεύθερος ὢν, τὰς τῶν ἀνθρώπων ἐπιστρέφει ψυ χὰς, καὶ ἀμώμους αὐτὰς ἀπεργάζεται. ∆εδιττο μένη δὲ ἡ μαρτυρία τοὺς ἀτελεῖς καὶ νηπίους σοφί ζει· εὐφραίνει δὲ τὴν καρδίαν τὰ δικαιώματα, τῆς δικαιώσεως τὴν αἰτίαν ὑποδεικνῦντα. Ἡ ἐντολὴ δὲ φωτίζει τῆς διανοίας τὸ ὀπτικὸν, διδάσκουσα τί τὸν τῶν ὅλων θεραπεύει Θεόν· ἡ εὐλάβεια μέν τοι καὶ ὁ τοῦ Θεοῦ φόβος, τὴν τούτων ὑποτιθέμενος φυλα 80.997 κὴν, τῶν αἰωνίων ἀγαθῶν προξενεῖ τὴν ἀπόλαυσιν. Εἰκότως δὲ τὸν τοῦ Θεοῦ φόβον ἁγνὸν προσηγόρευσε, τουτέστι μέμψεως καθαρόν· ὡς τοῦ ἀνθρωπείου φόβου ψεγομένου, καὶ δειλίας προσηγορίαν ἔχοντος· τὰ δὲ κρίματα ἀληθινὰ καὶ δεδικαιωμένα ὠνόμα σεν· ἅτε δὴ καὶ τιμὰς καὶ τιμωρίας ἐνδίκους ἐπιφέροντα τοῖς ἀνθρώποις. Ταῦτα οὖν ἔφη καὶ χρυσοῦ καὶ λίθων τιμίων τιμιώτερα, καὶ μέλιτος εἶναι γλυκύτερα· ἀλλ' οὐ πᾶσιν ἀνθρώποις, ἀλλὰ τοῖς ἀληθῶς ἀνθρώποις, ὧν ὁ βίος οὐ παραβάλλεται τοῖς ἀλόγοις κτήνεσι, κατὰ τὴν αὐτοῦ τοῦ Προφήτου φωνήν. ιβʹ. "Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά." Ἐπὶ τίνι κέρδει, σαφέστερον δίδαξον· "Ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή." Μεγίστη, φησὶν, ἀντίδοσις πρόκειται τοῖς ταῦτα φυλάττειν προαιρουμένοις· καὶ ἐπειδήπερ εἴρηκε τοῦ Θεοῦ φυλάττειν τὰ κρίματα, εἰς νοῦν λαβὼν τὴν ἀνθρωπίνην ἀσθένειαν, καὶ τοῦ ῥήματος τὸ ὑπέρ ογκον λογισάμενος, εὐθὺς ἐπήγαγε· ιγʹ. "Παραπτώματα τίς συνήσει; ἀπὸ τῶν κρυφίων μου καθάρισόν με." Κἂν γὰρ προθυμίᾳ πολλῇ φυλάξαι βουληθῶ τοῦ Θεοῦ τὰς ἐντολὰς, ὑπὸ τῆς φυσικῆς ἀσθενείας εἰς πολλὰ παρὰ γνώμην καθέλκομαι· καί τινα μὲν ἀγνοῶν πλημμελῶ, τινὰ δὲ ὑπὸ τῶν προσπιπτουσῶν