41
καὶ συνοργισθῆναι τοὺς ἁγίους ἀγγέλους; ἢ πῶς οὐ παραυτίκα, ὡς τὸν ∆αθὰν καὶ Ἀβειρών, ὑπέλαβεν ἡ γῆ χάνασα τὸν ὑφηγητὴν τοῦ ψεύδους καὶ δεικνύντα τὸ σκότος φῶς καὶ τὸν Χριστὸν εἰς ἐναντιολογίαν ἑαυτῷ περιπίπτειν πειρώμενον; πάντως γάρ, ὅσα ὁ ἱερεὺς ὑποφαίνει, ταῦτα καὶ θεὸς κυροῦν ἐπαγγέλλεται κατὰ τὸν μέγαν ∆ιονύσιον. ἀλλ' ὅμως τοιοῦτον δράσας πονηρὸν καὶ δοὺς ὑπόδειγμα κακίας τοῖς ὑποχειρίοις εἰς ὁμοτροπίαν (ὃ καὶ γέγονεν, μᾶλλον δὲ καὶ τοῖς πόρρω κρατοῦσιν καὶ ἄρχουσιν, ὃ καθ' ὁμοίωσιν καὶ ἐτελέσθη ἐν τῇ Λογγιβαρδίᾳ καὶ Γουτθίᾳ καὶ τοῖς κλίμασιν αὐτῆς· οὐδὲ γὰρ ἐν τοῖς ἔθνεσι τοιοῦτόν τι τετόλμηται) καὶ οὐ καταισχύνεται ὁ δείλαιος, ἀλλ', ὡς εἴρηται, ἱερουργεῖ ὁ ἀνίερος καὶ τοὺς καλῶς αὐτὸν ἀποστρεφομένους ἐξορίζειν κατεπείγεται. Κύριος δὲ βοηθὸς τῶν ὑπὲρ τῆς ἐντολῆς αὐτοῦ ἐνισταμένων, ὃς παρακαλέσει τὰς καρδίας τῶν εὐσεβῶν ἡμῶν βασιλέων ποιῆσαι τὴν ἐκδίκησιν τῆς ἐκκλησίας αὐτοῦ, καθάπερ ἐπὶ τοῦ μοιχοῦ, ἵνα καὶ τοῦτον εὐδοκήσῃ ἐκβληθῆναι τῆς ἱερουργίας ἐπί τε λυσιτελείᾳ τοῦ ἁγιωτάτου πατριάρχου καὶ πάσης τῆς καθολικῆς ἐκκλησίας. ∆ιὸ θαρσεῖτε, τέκνα καὶ ἀδελφοί, καὶ μὴ δείσητε, μηδὲ καταπέσητε. καιρὸς ὁμολογίας, καιρὸς ἐνστάσεως, καιρὸς ἀθλήσεως τυχὸν καὶ ἄλλων παθημάτων, ἀλλὰ καὶ στεφάνων καὶ δόξης ἐπουρανίου· φησὶ γάρ, ἀλλ' ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται· καί, μακάριοι οἱ μὴ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν αὐτοῦ. διὸ χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν τοῖς ὑπομένουσιν πολὺς ἐν τοῖς οὐρανοῖς. τῶν ἔργων ὑμῶν ἔχεσθε, τῶν βασιλέων ἡμῶν ὑπερεύχεσθε, τοῦ ἀρχιερέως, τοῦ ἐκβληθῆναι τὸν Ἰωσὴφ ἐκ τοῦ θυσιαστηρίου, τὴν εἰρήνην τῆς ἐκκλησίας πορευόμενοι ἐν ὁδῷ ἀμώμῳ ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσαντες σφόδρα, ἐν πάσῃ καλῇ καταστάσει καὶ κανονικῇ διαβιώσει, ἕως ἂν ἀκούσητέ τι πλέον ἢ καὶ ἡμεῖς ἐπισημανοῦμεν. ὁ Χριστὸς μεθ' ὑμῶν, ἡ Θεοτόκος σκέπουσα ὑμᾶς, ὁ Πρόδρομος καὶ ὁ Θεολόγος φρουροῦντες ὑμᾶς, οἱ ἅγιοι πάντες τῇ εὐχῇ τοῦ πατρός μου καὶ πατρὸς ὑμῶν. πάντας προσαγορεύω κατ' ὄνομα· ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔστω μετὰ πάντων ὑμῶν, τέκνα ἠγαπημένα. ἀμήν. 32 {1Νικολάῳ χαρτουλαρίῳ}1 Ὑπελάβομέν πως ἀπεχθῶς ἔχειν τὴν μεγάλην σου εὐσέβειαν, παμπόθητε ἡμῶν δέσποτα, πρὸς τὴν ταπείνωσιν ἡμῶν διά τινα παρεμπίπτουσαν ὑπόθεσιν· ἀλλ' ὄντως ἔδειξας ἐν τῷ παρόντι καιρῷ καθαράν σου τὴν τιμίαν ψυχὴν πάσης δυσμενείας, οὐ μὴν ἀλλὰ καὶ πάσης θεοσεβείας πεπληρωμένην ἐν τῷ γοργὸν καὶ θερμόν σε γενέσθαι εἰς τὸ χάριν εἰρήνης τῆς ἐκκλησίας τοῦ θεοῦ εὐθὺς ἀπὸ πρώτης ἡμῶν παρακλήσεως κινηθῆναι πρὸς συνάφειαν τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου. τοῦτο γνώρισμα εἰλικρινοῦς φιλίας, τοῦτο ἰδίωμα ἀνθρώπου θεοφόβου, τοῦτο ἀπόδειξις ἐναργοῦς ζήλου ἀληθείας. καὶ γοῦν ἀποδώσειέν σοι Κύριος, εἰ καὶ μηδέν τι γένηται, ὁλόκληρον δικαιοσύνης μισθόν· οὐδὲ γὰρ ἀπὸ τοῦ τέλους τῶν πραγμάτων, ἀλλ' ἀπὸ τῆς περὶ αὐτὰ προθέσεως, εἴτε ἐπαινετῶς εἴτε οὐχ οὕτως, εἴωθεν τὰς ἀμοιβὰς τὸ θεῖον ἐπιψηφίζεσθαι τοῖς δρῶσιν. κεκέρδηκας τοιγαροῦν ἐν μιᾷ καιροῦ ῥοπῇ οὐ χρυσίον τε καὶ ἀργύριον, ἀλλὰ θησαυροὺς ἀνεκλείπτους οὐρανίας ἀνταποδόσεως. Ἔτι δὲ παρακαλοῦμεν καὶ δυσωποῦμεν ἐπειχθῆναί σε ἐν τῇ τοιαύτῃ ὑποθέσει, ἵνα αὐτὸς μὲν κερδήσῃς πλούσιον τὸ θησαύρισμα, ἡμεῖς δὲ οἱ εὐτελεῖς τύχωμεν τοῦ πρὸς τὸν ἀρχιερέα συναπτικοῦ, μᾶλλον δὲ ἵνα ἡ ἐκκλησία τοῦ θεοῦ, τῇ σῇ μεσιτείᾳ βραβευθεῖσα, πολλούς σου τοὺς τῶν ἐγκωμίων στεφάνους καταπλέξειεν. καὶ οὐ πλέον τι χρὴ λέγειν. ἐπειδὴ δὲ ἐκέλευσας ἐπισημᾶναι ὁπόσος ἐστὶν ὁ λόγος τῆς ταπεινώσεως ἡμῶν, ἤδη ἀψευδῶς γνωρίζομεν τῇ μεγίστῃ σου ὑπεροχῇ ὡς ἐν προσώπῳ Κυρίου τοῦ τῶν ἀδήλων γνώστου οὐκ ἔστιν ἡμῖν ἔν τινι τὸ ἀμφιβάλλον τῆς πρὸς τὸν ἀρχιερέα κοινωνίας ἢ διὰ τὸν οἰκονόμον, κατὰ τὸ καθῃρημένον αὐτὸν εἶναι ὑπὸ τῶν θείων κανόνων. καὶ ἡνίκα ὑποσταλῇ τῆς ἱερουργίας, καθὰ τὸ