1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

41

θείας σαρκώσεως ἔτη υιζʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. ιζʹ. Περσῶν βασιλεὺς Οὐαραράνης ἔτη κʹ. ιʹ. Ῥώμης ἐπίσκοπος Κελεστῖνος ἔτη ιʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Ἀττικὸς ἔτη κʹ. ιζʹ. Ἱεροσολύμων ἐπίσκοπος Πραΰλιος ἔτη κʹ. ζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κύριλλος ἔτη λβʹ. ιʹ. Ἀντιοχείας ἐπίσκοπος Ἰωάννης ἔτη ιηʹ. βʹ. ιηʹ. ιαʹ. βʹ. ιηʹ. ηʹ. ιαʹ. γʹ. Τούτῳ τῷ ἔτει τοῦ Ἰσδιγέρδου θανόντος, Οὐαραράνης, ὁ τούτου παῖς, σὺν τῇ βασιλείᾳ καὶ τὸν τῆς εὐσεβείας διωγμὸν διεδέξατο καὶ πρὸς Θεοδόσιον πρέσβεις ἔπεμψε τοὺς φυγάδας ἐξαιτούμενος. Θεοδόσιος δέ, ὁ τῶν Ῥωμαίων βασιλεύς, οὐ κατεδέξατο τούτους προδοῦναι. ἐκ τούτου ἀρθεισῶν τῶν σπονδῶν πόλεμος δεινὸς συνεκροτήθη. καὶ ὁ μὲν Θεοδόσιος ἀποστέλλει Ἀρδαβούριον στρατηγὸν μετὰ δυνάμεως Ῥωμαϊκῆς, Οὐαραράνης δὲ ἀποστέλλει Ναρσαῖον στρατηγὸν σὺν δυνάμει Περσικῇ, καὶ πολλὰς μυριάδας Σαρακηνῶν πρὸς βοήθειαν ἔχων. ὁ δὲ Ἀρδαβούριος καταλαβὼν τὴν Περσίδα καὶ πορθήσας τὴν λεγομένην Ἀρζανηνὴν ἐπαρχίαν ἐπὶ 86 τὴν Μεσοποταμίαν ἔρχεται, ὁμοίως καὶ ὁ τῶν Περσῶν στρατηγὸς κατέλαβε τὴν Μεσοποταμίαν πλησίον τοῦ Εὐφράτου· καὶ νομίσαντες τὴν Ῥωμαίων δύναμιν ἐπέρχεσθαι αὐτοῖς, ἐκ θεοῦ δειλανθέντες εἰς τὸν ποταμὸν ἑαυτοὺς ἔνοπλοι ἔρριπτον· καὶ οὕτω περὶ τὰς ιʹ μυριάδας πνιγέντες διεφθάρησαν. οἱ δὲ Ῥωμαῖοι τοὺς λοιποὺς μεσολαβήσαντες πάντας αὐτῶν καὶ τὴν μυριάδα τῶν παρ' αὐτοῖς λεγομένων Ἀθανάτων ἀνεῖλον καὶ τοὺς στρατηγοὺς αὐτῶν, τοῦ Χριστοῦ δίκην εἰσπραξαμένου τοὺς Πέρσας, ἀνθ' ὧν πολλοὺς τῶν εὐσεβῶν ἀπέκτειναν ἀδίκως. Κόσμου ἔτη εϠιθʹ. Τῆς θείας σαρκώσεως ἔτη υιθʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. ιθʹ. Περσῶν βασιλεὺς Οὐαραράνης ἔτη κʹ. ιβʹ. Ῥώμης ἐπίσκοπος Κελεστῖνος ἔτη ιʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Ἀττικὸς ἔτη κʹ. ιθʹ. Ἱεροσολύμων ἐπίσκοπος Πραΰλιος ἔτη κʹ. θʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κύριλλος ἔτη λβʹ. ιβʹ. Ἀντιοχείας ἐπίσκοπος Ἰωάννης ἔτη ιηʹ. δʹ. Τούτῳ τῷ ἔτει τοῦ προφήτου Ζαχαρίου τὰ λείψανα εὑρέθησαν ἐν κώμῃ τινὶ κατὰ τὴν περιοικίδα Ἐλευθεροπόλεως, ὁμοίως καὶ Στεφάνου τοῦ πρωτομάρτυρος ἐν κώμῃ Καπαργαμάλα, ἐν ᾗ Γαμαλιήλ, ὁ διδάσκαλος Παύλου τοῦ ἀποστόλου, σὺν Ἀβίβῳ, τῷ υἱῷ αὐτοῦ, ἔθαψαν κηδεύσαντες τὸ σῶμα τοῦ πρωτομάρτυρος. κʹ. ιγʹ. δʹ. κʹ. ιʹ. ιγʹ. εʹ. Τούτῳ τῷ ἔτει Θεοδόσιος ὁ εὐσεβὴς κατὰ μίμησιν τῆς μακαρίας Πουλχερίας πολλὰ χρήματα τῷ ἀρχιεπισκόπῳ Ἱεροσολύμων ἀπέστειλεν εἰς διάδοσιν τῶν χρείαν ἐχόντων, καὶ σταυρὸν χρυσοῦν διάλιθον πρὸς τὸ παγῆναι ἐν τῷ ἁγίῳ κρανίῳ. ὁ δὲ ἀρχιεπίσκοπος ἀντίδωρον ἀποστέλλει λείψανα τῆς δεξιᾶς χειρὸς τοῦ πρωτομάρτυρος Στεφάνου διὰ τοῦ ἐν ἁγίοις Πασσαρίωνος. τούτου δὲ εἰς Χαλκηδόνα φθάσαντος, θεωρεῖ ἡ μακαρία Πουλχερία αὐτῇ τῇ νυκτὶ ἐν ὁράματι τὸν 87 ἅγιον Στέφανον λέγοντα αὐτῇ· "ἰδού, ἡ προσευχή σου εἰσηκούσθη, καὶ ἡ αἰτησίς σου γέγονεν, καὶ ἦλθον εἰς Χαλκηδόνα." ἡ δὲ ἀναστᾶσα καὶ τὸν ἀδελφὸν αὐτῆς λαβοῦσα ἐξῆλθεν εἰς συνάντησιν τῶν ἁγίων λειψάνων, καὶ ταῦτα εἰς τὸ παλάτιον λαβοῦσα κτίζει οἶκον ἔνδοξον τῷ ἁγίῳ πρωτομάρτυρι κἀκεῖ τὰ ἅγια κατέθετο λείψανα. Κωνσταντινουπόλεως ἐπίσκοπος Σισίννιος ἔτη βʹ. καʹ. ιδʹ. εʹ. αʹ. ιαʹ. ιδʹ. ϛʹ. Τούτῳ τῷ ἔτει ἀγαθότητι πολλῇ κινούμενος Θεοδόσιος ὁ βασιλεύς, καίπερ νικήσας κατὰ κράτος τοὺς Πέρσας, φειδοῖ τῶν κατοικούντων ἐν Περσίδι Χριστιανῶν εἰρήνην ἀσπάζεται καὶ ἀποστέλλει πρεσβευτὰς Ἡλίωνά τε τὸν πατρίκιον, ὃν πάνυ διὰ τιμῆς ἦγεν, καὶ Ἀνατόλιον, τὸν τῆς ἀνατολῆς στρατηγόν, εἰρήνην σπείσασθαι. Οὐαραράνης δὲ γνοὺς τὴν ἑαυτοῦ ἧτταν δέχεται τὴν πρεσβείαν, καὶ οὕτως ὁ κατὰ τῶν Χριστιανῶν ἐπαύσατο διωγμός. ὁ δὲ βασιλεὺς Θεοδόσιος ἐπὶ ταῖς τοιαύταις εὐεργεσίαις τὸν θεὸν εὐχαριστῶν γεραίρειν τοῖς ὕμνοις οὐκ ἐπαύετο, κοινωνοὺς ἔχων τῆς ὑμνῳδίας τὰς ἰδίας ἀδελφὰς διὰ βίου τὴν παρθενίαν ἀσκούσας. Τῷ δ' αὐτῷ ἔτει Σισίννιος, ὁ ἐπίσκοπος Κωνσταντινουπόλεως,