Chapters In Book V.
1. That human affairs are not, according to the unlearned surmises of the Greeks, subject as of necessity to the Hours, but that of our own choice we advance both to good and to the contrary, and that we are directed by the will of God; on the words, They were seeking to take Him but no man laid hands on Him because His Hour was not yet come.
2. That after the Saviour's Cross at His rising again from the dead the Holy Ghost took up His Abode in us permanently; on the words, For the Holy Ghost was not yet given, because Jesus was not yet glorified.
3. That no work of Jewish might was the Suffering on the Cross, nor did Christ die from the tyranny of any one, but Himself of His Own Will suffered this for us, that He might save all; on the words, These words spake Jesus in the treasury as He taught in the Temple, and no man laid hands on Him, for His Hour was not yet come.
4. That the Son is by Nature God, wholly remote from likeness to the creature, as regards essence; on the words, Ye are of this world, I am not of this world.
5. That not inferior in might and wisdom to God the Father is the Son, yea rather His Very Wisdom and Might; on the words, Of Myself I do nothing, but as the Father taught Me, I speak these things.
ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΠΕΜΠΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατὰ Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ' ἡμᾶς, ἀλλ' ἐκ προαιρέσεως ἰδίας ἐπί τε τὸ ἀγαθὸν καὶ τὸ ἐναντίον ἐρχόμεθα, καὶ ὅτι τοῖς τοῦ Θεοῦ νεύμασι διοικούμεθα: προκειμένου ῥητοῦ Ἐζήτουν αὐτὸν πιάσαι καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. β. Ὅτι μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν κατὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐνῳκίσθη παγίως ἡμῖν τὸ Ἅγιον Πνεῦμα: προκειμένου ῥητοῦ Οὔπω γὰρ ἦν Πνεῦμα ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. γ. Ὅτι οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ ἐπὶ τῷ σταυρῷ πάθος, οὐδὲ ἐκ τῆς τινων πλεονεξίας ἀπέθανεν ὁ Χριστὸς, ἀλλ' αὐτὸς ἑκὼν τοῦτο ὑπὲρ ἡμῶν πέπονθεν, ἵνα πάντας διασώσῃ: προκειμένου ῥητοῦ Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ καὶ οὐδεὶς ἐπίασεν αὐτὸν ὅτι οὔπω ἐλήλυθεν ἡ ὥρα αὐτοῦ. δ. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τῆς πρὸς τὴν κτίσιν ὁμοιότητος ἀνῳκισμένος παντελῶς, ὅσον εἰς οὐσίας λόγον: προκειμένου ῥητοῦ Ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ: ἐγὼ ἐκ τοῦ κόσμου τούτου οὐκ εἰμί. ε. Ὅτι οὐκ ἐλάττων ἐν δυνάμει καὶ σοφίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, μᾶλλον δὲ [αὐτο]σοφία καὶ δύναμις αὐτοῦ: προκειμένου ῥητοῦ Ἀπ' ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ Πατὴρ ταῦτα λαλῶ.