42
νως βεβιωκότα τῆς αἰωνίου κολάσεως, προσευεργέτηκεν δὲ τοῖς ὑπὸ τοῦ θεοῦ ἀιδίοις τε καὶ ἀπορρήτοις γιγνομένοις ἀγαθοῖς. Πλὴν ἐπάνειμι ἐπὶ τὴν πρωτίστην τῶν Ἑλλήνων δόξαν, τὴν πολλοὺς καὶ παντοπαθεῖς θεοὺς εἶναι μυθολογοῦσαν. καὶ ἵνα μὴ εἰς τὰ ἀσφαλῆ πολὺν ἀναλίσκω χρόνον, ἑκάστου τῶν λεγομένων θεῶν τὰς ἀσεβεῖς πράξεις εἰσηγούμενος, πάντας μὲν οὐκ ἂν εἴποιμι αὐτῶν τοὺς ἔρωτας, τοῦ ∆ιός τε καὶ Ποσειδῶνος, Πλούτωνός τε καὶ Ἀπόλλωνος, ∆ιονύσου τε καὶ Ἡρακλέους καὶ τῶν καθ' ἕνα ἕκαστον, ὧν οὐδὲ αὐτοὶ ἀγνοεῖτε ἐκ παι- δείας Ἑλληνικῆς ὁρμώμενοι οὓς ἐπαιδεύθητε βίους, ἵνα ὡς ζηλωταὶ τῶν θεῶν τὰ ὅμοια πράττητε, ἀπ' αὐτοῦ δὲ τοῦ βασιλικωτάτου ∆ιὸς ἄρξομαι, οὗ ὁ μὲν πατὴρ Κρόνος τὰ ἴδια τέκνα (ὡς λέγετε) καταπιών, τῇ ἐξ ἀδάμαντος ἅρπῃ τοῦ πατρὸς Oὐρανοῦ τὰ μόρια θερίσας, τῆς πρὸς γονεῖς εὐσεβείας καὶ τῆς πρὸς τέκνα φιλίας τοῖς τὰ μυστικὰ τῶν θεῶν ζηλοῦσιν τὸν ὑπογραμμὸν ἔδειξεν. αὐτὸς δὲ ὁ Ζεὺς τὸν αὑτοῦ πατέρα δήσας καθεῖρξεν εἰς Τάρταρον καὶ τοὺς ἄλλους κολάζει θεούς. τοῖς δὲ ἀρρητουργεῖν θέλουσιν τὴν Μῆτιν γεννήσας κατέπιεν· ἦν δὲ ἡ Μῆτις γονή· βρέφος γὰρ καταπιεῖν ἀδύνατον. ὑπὲρ δὲ ἀπολογίας παι- δεραστῶν Γανυμήδην ἁρπάζει. μοιχοῖς δὲ ὑπὲρ μοιχείας βοηθῶν αὐτὸς πολλάκις μοιχὸς εὑρίσκεται. ἀδελφοφθορεῖν δὲ προτρέπει ἀδελφαῖς συν- ελθών, Ἥρᾳ καὶ ∆ήμητρι καὶ τῇ οὐρανίᾳ Ἀφροδίτῃ, ἥν τινες ∆ωδώνην λέγουσιν. τοῖς δὲ θυγατράσι μίγνυσθαι βουλομένοις Περσεφόνῃ συνελη- λυθὼς παράδειγμα πονηρὸν ἐκ τῶν μύθων γίνεται. ἄλλα τε μυρία ἠσέ- βηκεν, ἵν' ὑπὸ τῶν δυσσεβῶν διὰ τὴν ὑπερβάλλουσαν ἀκρασίαν θεὸς εἶναι ὁ μῦθος δογματισθῇ. ἰδιώταις ἔχοις περὶ τῶν τοιούτων ὑπο- λήψεων ἀγανακτεῖν μετρίως εὔλογον, τοῖς δὲ ἐκ παιδείας ὁρμωμένοις τί δεῖ καὶ λέγειν; ὧν τινες γραμματικοὶ καὶ σοφισταὶ ἀξιοῦντες εἶναι τὰς τοιαύτας πράξεις θεῶν ἀξίας εἶναι βεβαιοῦσιν. αὐτοὶ γὰρ ἀκρατεῖς ὄντες, ταύτης τῆς μυθικῆς προφάσεως λαβόμενοι, ὡς δὴ μιμηταὶ τῶν κρειττόνων ἄσεμνα διαπραττόμενοι παρρησιάζονται. διὰ τοῦτο αὐτῶν πολλῷ ἔλαττον οἱ κατ' ἀγρὸν βιοῦντες ἐξαμαρτάνουσιν, οὐκ εἰσηγμένοι πονηρῶς δι' ὧν εἰσήχ- θησαν οἱ ταῦτα τολμῶντες, ἐκ παιδείας κακῆς ἀσεβεῖν μεμαθηκότες. οἱ γὰρ ἐκ παιδὸς διὰ τῶν τοιούτων μύθων μανθάνοντες γράμματα ἔτι ἁπα- λῆς οὔσης τῆς ψυχῆς τὰς τῶν λεγομένων θεῶν ἀσεβεῖς πράξεις εἰς τὸν αὑτῶν συνφύουσι νοῦν. ὅθεν ἐπαυξηθείσης τῆς ἡλικίας ὡς κακὰ σπέρ ματα καταβληθέντα τῇ ψυχῇ τελεσφοροῦσιν· καὶ τὸ πάντων χαλεπώτα- τον ὅτι οὐδὲ ἐκκοπῆναι ·ᾳδίως ἔστιν τὰ ἐρριζωμένα ἀσεβήματα, ὁπόταν ἀνδρωθεῖσιν αὐτοῖς χαλεπὰ εἶναι νοῆται. ἐν οἷς γὰρ ἕκαστος ἐκ παίδων ἐθίζεται, τούτοις ἐμμένειν ἥδεται, καὶ οὕτως τῆς συνηθείας οὐ πολὺ ἔλαττον πρὸς τὴν φύσιν δυναμένης, δυσμετάβλητοι γίνονται πρὸς τὰ μὴ ἀπ' ἀρχῆς αὐτοῖς καταβληθέντα τῇ ψυχῇ καλά. διὸ χρὴ καὶ τοὺς νέους μὴ τοῖς διαφθείρουσιν ἀσκεῖσθαι μαθήμασιν καὶ τοὺς ἐπὶ τῆς ἀκμῆς ὄντας ἐπιμελῶς ὑποστέλλεσθαι τῆς Ἑλλήνων ἐπακούειν μυθολογίας· πολὺ γὰρ ἀμαθίας χείρονά ἐστιν τὰ παρ' αὐτοῖς μαθήματα, ὡς ἐκ τῶν κατ' ἀγρὸν οἰκούντων διὰ τὸ μὴ παιδευθῆναι τὰ παρ' Ἕλλησιν ἔλαττον