1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

42

δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Oὕτως οὖν πλεονάσει ἡ δικαιοσύνη ὑμῶν, ἐν τῷ πλέον ὑμᾶς πρόνοιαν ποιεῖσθαι τῶν ἱερέων καὶ τῶν ὀρφανῶν καὶ τῶν χηρῶν, ὡς γέγραπται· «Ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιο σύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Καὶ πάλιν· «Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι.» Καὶ πάλιν· «Ψυχὴ εὐλογημένη πᾶσα ἁπλῆ.» Oὕτως οὖν ποιήσεις σύ, ὡς ὁ Κύριος διετάξατο, καὶ δώσεις τῷ ἱερεῖ τὰ ὀφειλόμενα αὐτῷ, ἀπαρχὴν ἅλωνος καὶ ληνοῦ καὶ περὶ ἁμαρτιῶν, ὡς μεσίτῃ Θεοῦ καὶ τῶν δεομένων καθάρσεως καὶ παραιτήσεως. Σὲ μὲν γὰρ διδόναι προσήκει, οἰκονομεῖν δὲ ἐκεῖνον ἅτε οἰκονόμον καὶ διοικητὴν τῶν ἐκκλησιαστικῶν πραγμάτων. Oὐ μέντοι λογιστεύσεις τὸν ἐπίσκοπον οὐδὲ παρατηρήσεις τὴν οἰκονομίαν αὐτοῦ, πῶς ἐπιτελεῖ ἢ πότε ἢ τίσιν ἢ ποῦ ἢ εἰς καλῶς ἢ φαύλως ἢ δεόντως· ἔχει γὰρ λογιστὴν Κύριον τὸν Θεὸν τὸν ἐγχειρίσαντα εἰς τὰς χεῖρας αὐτοῦ τὴν οἰκονομίαν ταύτην καὶ καταξιώσαντα αὐτὸν τῆς ἱερωσύνης τοῦ τηλικούτου τόπου. Πρὸ ὀφθαλμῶν ἔχε τὸν τοῦ Θεοῦ φόβον, πάντοτε μεμνημένος τῶν δέκα τοῦ Θεοῦ λογίων· Ἀγαπᾶν Κύριον τὸν Θεὸν τὸν ἕνα καὶ μόνον ἐξ ὅλης τῆς ἰσχύος, μὴ προσα νέχειν εἰδώλοις ἤ τισιν ἑτέροις, ὡς θεοῖς ἀψύχοις ἢ ἀλόγοις ἢ δαίμοσιν. Γίνωσκε δημιουργίαν Θεοῦ διάφορον, ἀρχὴν λαβοῦσαν διὰ Χριστοῦ· καὶ σαββατιεῖς διὰ τὸν παυσάμενον μὲν τοῦ ποιεῖν, οὐ παυσάμενον δὲ τοῦ προνοεῖν, σαβ βατισμὸν μελέτης νόμων, οὐ χειρῶν ἀργίαν. Πᾶσαν ἔκνομον ἐπιθυμίαν ἄπωσαι, πᾶσαν λύμην τὴν ἐπὶ διαφθορᾷ ἀνθρώπων, πᾶσαν ὀργήν. Γονεῖς τίμα ὡς αἰτίους γενέσεως. Ἀγάπα τὸν πλησίον σου ὡς σεαυτόν· κοινώνει βίου τοῖς δεομένοις. Ἐπιορκίαν καὶ πολυορκίαν μάταιον φεῦγε· οὐ γὰρ ἀθωωθήσῃ. Μὴ ὀφθῇς παρὰ τοῖς ἱερεῦσιν κενός, καὶ τὰ ἑκούσιά σου ἐνδελεχίζων πρόσφερε Κυρίῳ· καὶ τῆς Χριστοῦ Ἐκκλησίας μὴ ἀπολείπου, ὀρθρίζων εἰς αὐτὴν πρὸ παντὸς ἔργου, καὶ πάλιν ἑσπέρας εἰς αὐτὴν ἀπάντα, εὐχαριστῶν τῷ Θεῷ ὑπὲρ ὧν σοι τὴν ζωὴν κεχάρισται. Ἐργοπόνει, ἐνδελέχιζε, κοπία, πρόσφερε Κυρίῳ τὰ ἑκούσιά σου· «Τίμα γάρ, φησίν, τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων.» Eἰς τὸν κορβανᾶν ὃ δύνασαι βάλλων, κοινώνει τοῖς ξένοις ἓν ἢ δύο ἢ πέντε λεπτά· θησαύριζε σεαυτῷ τὸν οὐράνιον πλοῦτον, ὃν οὔτε σὴς οὔτε κλέπται λυμανοῦνται. Καὶ ποιῶν οὕτως, μὴ κρῖνε τὸν ἐπίσκοπόν σου ἢ τὸν συλλαϊκόν· ἐὰν γὰρ κρίνῃς τὸν ἀδελφόν σου,