συνεστηκυῖαν. Ἐπεὶ γὰρ τετραδικὴ μὴν ἡ ὕλη, διὰ τὴν τετρακτὺν τῶν στοιχείων αὐτῆς, πενταδικὸν δὲ τὸ εἶδος διὰ τὸ πενταπλοῦν τῆς αἰσθήσεως, τῆς τὰ ὑλικὰ σχηματιζούσης, τετράκις τὸν νʹ συνθεὶς, ποιήσεις ςʹ ὃν τῷ ρʹ πάλιν συνάψας διὰ τῆς ἀρετῆς τὸ εὖ εἶναι. Οἱ δὲ ἑξήκοντα τὴν ποιητικὴν τῶν θείων ἐντολῶν ὑποφαίνουσι δύναμιν· ἐν ἓξ μὲν γὰρ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν κόσμον τοῦτον. ∆έκα δὲ αἱ θεοδώρητοι ἐντολαί· ἑξάκις δὲ τὰ δέκα ἑξήκοντα, μεθ' ὧν ὁμοῦ πάντων ἐξέρχεται ὁ ἀνωτέρω διερμηνευθεὶς Σῦτ. Ἐπεὶ δὲ συνεξῆλθον αὐτοῖς καὶ παῖδες, καὶ παιδίσκαι, καὶ ψάλται, καὶ ψαλτῳδοὶ, καὶ κάμηλοι, καὶ ἵπποι, καὶ ἡμίονοι, καὶ ὑποζύγια, εἶεν ταῦτα τύποι τῶν διαφόρων βαθμῶν τῆς Ἐκκλησίας, δι' ὧν προ 77.1288 ετυποῦντο αἱ διαθέσεις τῶν πιστευόντων. Παῖδες μὲν γὰρ καὶ παιδίσκαι, οἱ φόβῳ τῶν αἰωνίων κολάσεων ὑπερχόμενοι τὸ βάρος τῆς πρακτικῆς φιλοσοφίας, καὶ τὴν ἐν αὐτῇ σκληραγωγίαν· ὧν παῖδες μὲν οἱ ἰσχυρότεροι, παιδίσκαι δὲ οἱ ἀσθενέστεροι. Ψάλται δὲ ὧν ἡ πρᾶξις βοᾷ καὶ κηρύττει τοῦ Θεοῦ τὰ θελήματα τέρποντα τοὺς εὐσεβεῖς. Ψαλτῳδοὶ δὲ, οἱ μὴ μόνον ταῦτα κατωρθωκότες, ἀλλὰ καὶ ἑτέρους εἰς τὴν τούτων πρᾶξιν διὰ τοῦ διδάσκειν καὶ ῥυθμίζειν ἐνάγοντες. Κάμηλοι δὲ οἱ πρὸς ὑψηλοτέρας θεωρίας ἀνατεινόμενοι. Ἵπποι δὲ οἱ τὸ στάδιον τοῦ κατὰ Θεὸν βίου τρέχοντες· ἡμίονοι δὲ οἱ μιγάδες τὸ ἦθος, καὶ ἐν τῷ κοινῷ τὸ ἄκοινον ἐπιδεικνύμενοι, ἢ οἱ ἄγονοι κακίας· ὑποζύγια δὲ οἱ τοὺς ἀσθενεῖς βαστάζοντες καὶ τὰ βάρη τούτων φέροντες· οἱ δὲ διάφοροι ἀριθμοὶ τῶν τε παίδων καὶ παιδισκῶν, καὶ τῶν ψαλτῶν καὶ ψαλτῳδῶν καὶ τῶν ἄλλων, ἐμφαντικοί τινές εἰσι τοῦ διάφορα εἶναι καὶ τὰ πλήθη τῶν ταγμάτων τῆς Ἐκκλησίας. ∆ιάφορα μὲν γὰρ τάγματα, διάφορα δὲ καὶ τὰ ὑπὸ τὰ τάγματα πλήθη, καὶ ἄλλα ἄλλων πλείονα ἢ ἐλάττονα. Καὶ ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς Ἰούδα καὶ Βε νιαμὶν, ἐληλύθασιν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων· καὶ ἐπέγνωσαν ὅτι ἐκ τῆς αἰχμαλω σίας οἰκοδομοῦσι ναὸν Κυρίῳ τῷ Θεῷ Ἰσραήλ. Ἰούδας μὲν ἐξομολόγησις ἐρμηνεύεται. ∆ιττὴ δὲ αὕτη, ἡ μὲν εὐχαριστίαν δεδωρημένων ἀγαθῶν σημαίνουσα, ἡ δὲ ἐξαγορείαν πεπραγμένων κακῶν. Πᾶς τοίνυν ἐξομολογούμενος κατὰ μίαν τούτων, τῆς φυλῆς ἐστι τοῦ Ἰούδα. Ἐπεὶ δὲ καὶ Βενιαμὶν πένθος ἑρμηνεύεται, ἢ στεναγμὸς μητρὸς, ἢ οἰκοδομὴ λαοῦ· πᾶς πενθῶν ἐπὶ τοῖς οἰκείοις ἁμαρτήμασιν, ἢ στενάζων ἐπὶ τοῖς ἀλλοτρίοις, τρόπον μητρὸς συμπαθοῦς, ἢ οἰκοδομῶν τινας τέχνῃ διδασκαλίας, τῆς φυλῆς ἐστι τοῦ Βενιαμίν. Οἱ τοιοῦτοι δὲ τῆς τῶν παθῶν αἰχμαλωσίας ἐλευθερωθέντες, καὶ κατὰ τὴν ἕξιν τῆς ἀπαθείας γενόμενοι, οἰκοδομοῦσι ναὸν Κυρίῳ. τὸν ἐκ διαφόρων τρόπων ἀρετῆς καὶ λόγων γνώσεως οἰκοδομούμενον. Ἐχθροὶ δὲ τούτων εἰσὶ, τὰ τέσσαρα ἔθνη τὰ μετοικισθέντα εἰς γῆν Ἰσραὴλ ὑπὸ Ἀσβακαφὰθ βασιλέως Ἀσσοὺρ, λέγω δὴ Βαβυλωνίους καὶ Ἐχουθαίους, καὶ Αἰμαθαίους, καὶ Εὐσεβαίους. Βαβυλώνιοι μὲν οὖν ἡ ὑπερηφανία συγχέουσα τὸν νοῦν. Ἐχουθαῖοι δὲ ἡ κενοδοξία ἐξιστῶσα τὴν διάνοιαν. Ἐχοὺθ γὰρ ἔκστασις ἑρμηνεύεται. Αἰμαθαῖοι δὲ ἡ ἀνθρωπαρεσκία. Αἰμὰθ μὲν γὰρ ὅρασις φαινομένων· ἑρμηνεύεται· τῶν ὁρωμένων δὲ καὶ φαινομένων ἠθῶν ἐπιμελεῖται ὁ ἀνθρωπάρεσκος. Εὐβαῖοι δὲ ἡ ὑπόκρισις. Εὐβαῖοι γὰρ ὀφιώδεις ἑρμηνεύονται. Ὁ δὲ ὄφις δι' ὑποκρίσεως ἠπάτησε τὸν πρωτόπλαστον. Ἀσβακαφὰθ δὲ ὁ διάβολος, Ἀσβακαφὰθ ἑρμηνεύεται αἰχμαλωτίζων· ὅπισθεν, τοῦτ' ἔστι. κατὰ τὸ ἀφανὲς, ἢ 77.1289 κατὰ τὸ λεληθὸς συναρπάζων. Οὗτος δὲ μετῴκισε τὰ δʹ ταυτὶ πάθη, εἰς τὴν ἕξιν τῆς ἀρετῆς, καὶ τῆς γνώσεως, παρενείρας αὐτὰ τοῖς ἐναρέτοις καὶ γνωστικοῖς, ἵνα διὰ τούτων ἀπὸ τοῦ κατὰ Θεὸν σκοποῦ πρὸς ἕτερον ἀπαγάγῃ τοὺς ἐν ἀγαθοῖς πονοῦντας. Τούτων δὴ τῶν δ' ἀγαθῶν οἱ προεστῶτες δαίμονες ἀκούσαντες τῆς φωνῆς τῶν σαλπίγγων ἐληλύθασιν ἐπιγνῶναι, τίς ἐστιν αὕτη. Σάλπιγγες μὲν οὖν, αἱ θεῖαι ἐντολαὶ, φωνὴ δὲ αὐτῶν αἱ πράξεις αὐτῶν, ἧς αἰσθόμενοι οἱ δαίμονες