Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν,"6 καὶ τὰ ἑξῆς. Ὑψώθησαν δὲ οὐ κατὰ ἀρετὴν, ἀλλ' ὡς ἐν φρονή- ματι σαρκικῷ καὶ γεωδεστάτῳ. Μέγα γὰρ αὐτοῖς, ὡς ἔφην, φρονεῖν ἐδόκει, ἐπὶ πλούτῳ, καὶ δόξῃ, καὶ ὡραϊσμοῖς τοῖς ἔξωθεν, οὓς ἐκ λίθων καὶ χρυσίου, καὶ στολῆς ποικίλης συλλέγουσι. Γράφει δὲ ἡμῖν ὁ προφητικὸς ἐν τούτοις λόγος φρόνημά τε καὶ σχῆμα φιληδόνου τε καὶ ἀσέμνου γυναικὸς, καὶ κόσμῳ διαφανεῖ κατηγλαϊσμένης, οἷον ἐκ μιᾶς, ἁπάσης τῆς παρ' αὐτοῖς γυναικὸς καταδεικνὺς τὴν ἀγερωχίαν. Ἐπορεύθησαν γὰρ, φησὶν, ὑψηλῷ τραχήλῳ, καὶ νεύμασιν ὀφθαλμῶν· καίτοι γυναικὶ τῇ κοσμιωτάτῃ, καὶ τὸν ἐν σεμνότητι καὶ ἐπιεικείᾳ τιμώσῃ βίον, αἰδώς τέ ἐστιν ὅτι μάλιστα φίλη, καὶ πρέποι ἂν τὸ μηδὲ ὁρᾶσθαι τοῖς ἀῤῥένων ὀφθαλμοῖς· αἱ δὲ πρὸς τοῦτο ἐξώκειλαν βλαβίας τε ὁμοῦ καὶ ἀναισχυντίας, ὡς ἐπιδεικτιᾷν ἐν προόδοις, καὶ αἴρειν μὲν ὑψοῦ τὸν αὐχένα, διανεύειν δὲ τοῖς ὁρῶσιν αὐτὰς, προσμει- διάσας ἔσθ' ὅτε, καὶ μονονουχὶ τῷ γέλωτι καθυπ- ισχνουμένας ἤδη τοῖς ὁρῶσι τὴν σύνοδον. Ὑδαρεὶ γὰρ ἀεὶ τὸ πορνικὸν φρόνημά ἐστι, καὶ πολὺ χαλᾶται πρὸς ἑτοιμότητα τὴν εἰς ἡδονὰς, ἐπιτείνει δὲ αὐταῖς τὰ τῆς ῥᾳθυμίας ἐγκλήματα, καὶ πεπορνεῦσθαί φη- σιν, ἅμα συρούσας τοὺς χιτῶνας, καὶ παιζούσας τοῖς ποσίν. Εἰκὸς δὲ ἦν οἴεσθαι, καὶ τοῦτο εἰς κόσμον συντελεῖν αὐταῖς· πορνικὸν δὲ τὸ ἐπιτήδευμα, καὶ βδελυρίας ἀπόδειξις τῆς ἐσχάτης. Ὅπου γὰρ ὁ τῶν ποδῶν κτύπος εὐρύθμοις ᾄσμασι συνηχεῖ, ἐκεῖ που πάντως καὶ αὐτὸς ὁ διὰ χειρῶν ἀνακτυπεῖ 70.121 κρότος, καὶ πᾶν εἶδος αἰσχρῶν ἐπιτηδευμάτων, καὶ πρόκλησις τοῖς ὁρῶσιν εἰς ἀκαθαρσίαν. Κατ' ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ ταπεινώσει, φησὶν, ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιὼν, καὶ ἀποκαλύψει τὸ σχῆμα αὐτῶν, τοῦτ' ἔστιν, ἢ περιελεῖ τὸν κόσμον, ἢ τὴν αἰσχύνην καταθήσει φανεράν. Ἔσται δὲ τοῦτο, ὅταν ἔρημαι καὶ γυμναὶ κόσμου παντὸς καὶ περιβολῆς ἀποδεδειγμέναι ταῖς τῶν πολεμίων ἐναλοῖεν χερσὶν, δοῦλαι καὶ αἰχμάλωτοι, καὶ ἁπάσης ἔμπλεοι ταλαιπωρίας. 9Καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν, καὶ τοῦ κόσμου αὐτῶν· καὶ τοὺς κοσύμ- βους αὐτῶν, καὶ τὰ ἐμπλόκια, καὶ τοὺς μηνίσκους, καὶ τὸ κάθεμα, καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν, καὶ τὴν σύνθεσιν τῆς δόξης τοῦ κόσμου αὐτῶν, καὶ τοὺς χλιδῶνας, καὶ τὰ ψέλλια, καὶ τὸ ἐμπλόκιον, καὶ τὰ περιδέξια, καὶ τοὺς δακτυ- λίους, καὶ τὰ ἐνώτια, καὶ τὰ περιπόρφυρα, καὶ τὰ μεσοπόρφυρα, καὶ τὰ ἐπιβλήματα, καὶ τὰ μετὰ τὴν οἰκίαν, καὶ τὰ διαφανῆ λακωνικὰ, καὶ τὰ βύσσινα, καὶ τὰ ὑακίνθινα, καὶ τὰ κόκκινα, καὶ τὴν βύσσον, σὺν χρυσίῳ, καὶ ὑακίνθῳ συγκαθ- υφασμένα, καὶ θέριστρα κατάκλιτα.9 Ἀποκαλυφθήσεσθαι λέγων ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸ σχῆμα αὐτῶν δίεισιν ἀκριβῶς, καὶ τίνα δὴ τρόπον τὸ σχῆμα αὐταῖς συμβήσεται. Ὅτι γὰρ ἐν ἐνδείᾳ καὶ ἀποβολῇ πάντων ἔσονται τῶν ἐξιτήλως ἐξηυρη- μένων, καὶ τῆς ἀρχαίας ἐκείνης εὐημερίας καὶ τρυ- φῆς προσαναπείθει προστιθεὶς, ὅτι παντὸς ἔσονται κόσμου γυμναὶ, τοὺς κοσύμβους ἀποβαλοῦσαι, μηνί- σκους τε καὶ τὸ κάθεμα, καὶ τὰ τούτοις συνημμένα. ∆ι' ὧν ἔστιν ἰδεῖν ἀκορέστως ἐχούσας εἰς ὡραϊσμοὺς, καὶ εἰς φρόνημα τὸ φιλόκοσμον, μᾶλλον ἤδη τὸ φιλό- πορνον. Γυναιξὶ μὲν γὰρ ταῖς ἀγαθαῖς τὴν φρένα, καὶ κοσμιότητος φίλαις ἐχθρά που πάντως ἐστὶ τὰ τοιάδε τῶν ἐπιτηδευμάτων, καὶ τὰ δι' ὧν ἂν εἶεν ἐν ἀσέμνῳ σχήματι φευκτὰ καὶ μεμισημένα, τέθεινται δὲ μᾶλ- λον, τὸ δεῖν ἐπαινεῖσθαι διὰ πράξεων ἀγαθῶν. Ταῖς γε μὴν ἑταίραις αἷς ἂν ὁρῷτο φίλον τὸ ἑταιρίζεσθαι καὶ πασχητιᾷν πρὸς πᾶν τοὐναντίον μετακεχώρηκεν ὁ νοῦς, καὶ τὰ τῆς προθυμίας αὐταῖς ἐξ ἀντιστρόφου φέρεται. Ἐν σπουδῇ δὲ πάσῃ τὸ ὡραΐζεσθαι, καὶ πανταχόθεν συλλέγειν τὰ εἰς τοῦτο χρήσιμα. Καὶ πρέποι ἂν ἑκάστῃ τῶν τοιούτων ἀκούειν· Ἀνεπτερω- μένη δέ ἐστι καὶ ἄσωτος. Μέμνηται δὲ τῆς οὕτως ἀσέμνου καὶ σεσοβημένης καὶ ὁ Σολομὼν λέγων· "6Τὴν γυναῖκα ἥτις ἐστὶ θήρευμα καὶ σαγῆναι καρδία αὐτῆς, δεσμὸς εἰς χεῖρας αὐτῆς· ἀγαθὸς πρὸ προσ- ώπου Θεοῦ ἐξαιρεθήσεται ἀπ' αὐτῆς, καὶ ἁμαρτά- νων συλληφθήσεται ἐν αὐτῇ."6 Καὶ ταυτὶ μὲν