Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
Φοβεῖται γὰρ ὁ Σατανᾶς τοὺς μετ' εὐλαβείας τῶν μυστηρίων μετα λαμβάνοντας Καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέ ρας τῆς ζωῆς μου. (A f. 130 b) Ἔψεται πάντως τοῖς ἡγιασμένοις ἐν Χριστῷ καὶ ἠξιωμένοις τῶν παρ' αὐτοῦ χαρισμάτων, ὥστε καὶ τραπέζης ψαῦσαι τῆς ἱερᾶς, καταλιπανθῆ ναι δὲ καὶ ἐλαίῳ τὴν κεφαλὴν, καὶ μὴν καὶ ἐκ τοῦ κρατίστου ποτηρίου πιεῖν εἰς μέθην, τὸ ἐν μεθέξει πλουσίᾳ γενέσθαι διηνεκοῦς εὐθυμίας. Τοῦτο γὰρ, 69.844 οἶμαι, δηλοῖ, τὸ οἷον διώκεσθαι διὰ παντὸς καὶ ἐν πάσαις ταῖς ἡμέραις τοῦ αἰῶνος ὑπὸ ἐλέους Θεοῦ. Ἀναφαίρετος γὰρ ἡ δοθεῖσα παρὰ Χριστοῦ τοῖς ἁγίοις χάρις, καὶ ἀμεταμέλητα τὰ χαρίσματα αὐτοῦ καὶ ἡ κλῆσις. Γράφει γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς οὔτω τετιμημένοις, ὅτι βασιλείαν ἀσάλευτον παραλαμβά νουσιν· οὐ γὰρ ἔστιν ἀποπεσεῖν τῶν δοθησομένων ἀγα θῶν· ἑδραιότατος γὰρ καὶ ἀκράδαντος ἡ τῶν ἁγίων ἐλπίς. Καὶ ὁ πάλαι δὲ νόμος, καίτοι σκιὰν ἔχων καὶ τύπους, καὶ οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, τὸ ἀμετάστατον τῆς τῶν ἁγίων ἐλπίδος ὑπεδήλου πλαγίως· προσέταττε γὰρ ἐν Σαββάτῳ μηδένα τῆς ἑαυτοῦ προϊέναι σκηνῆς, ἐμφιλοχωρεῖν δὲ μᾶλλον αὐτῇ, καὶ εἴσω μένοντα τοῖς ἤδη πεπορισμένοις ἐν τρυφᾷν· αἴνιγμα δὲ ἦν τοῦτο τοῦ, ὅτι ἐν ταῖς ἄνω μο ναῖς διηνεκῶς ἀπομενοῦσιν οἱ ἅγιοι· ἐκεῖθεν γὰρ ἀπ έδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Εἰκότως οὖν ἄρα φασὶν οἱ τῆς εἰς Χριστὸν ἐλπίδος ἀπηρτημένοι, καὶ εἰς τὰς ἄνω γενέσθαι προσδοκῶντες μονὰς, ὅτι πάντως ἕψεται τὸ ἔλεος αὐτοῖς εἰς μακραίωνα χρόνον. Τινὲς δὲ ἔλεος Θεοῦ αὐτὸν τὸν Χριστὸν ἐνόησαν, ὃς διὰ τῆς ἐνανθρωπήσεως αὐτοῦ διώκει, ἕως ἂν πάντας καταλάβῃ τοὺς σωθησομένους. Ἁπλῶς δὲ ἐπεὶ οὐ τοσοῦτον ἐξ ἔργων ἔστιν ἡμᾶς δικαιοῦσθαι, ὅσον ἐκ χάριτος καὶ ἐλέους Θεοῦ· διὰ τοῦτο οἱ πιστεύσαντες εἰκότως τὸ ἔλεος τοῦ Θεοῦ ἐπικαλοῦνται, καὶ ἐπὶ τοὺς οἰκτιρμοὺς αὐτοῦ καταφεύγουσι.
ΨΑΛΜΟΣ ΚΓʹ.
Ψαλμὸς τῷ ∆αβὶδ ὑπὲρ τῆς μιᾶς τῶν Σαββάτων. (A f. 131) Ἐν μὲν τῷ
προλαβόντι ψαλμῷ, οἱ ἐξ ἐθνῶν εἰσήγοντο χαίροντες καὶ οἷον μέγα φρονοῦν τες, ὅτι ἐκλήθησαν παρὰ Χριστοῦ διὰ τῆς πίστεως, καὶ ὅτι μέτοχοι τῶν παρ' αὐτοῦ χαρισμάτων γεγό νασιν· ἐν δὲ τῷ προκειμένῳ ψαλμῷ πρόσωπον εἰσ φέρεται μυσταγωγῶν ἁγίων, ἢ καὶ αὐτοῦ τοῦ ἁγίου Πνεύματος, περιαγγέλλον, ὅτι σεσαγήνευται διὰ τῆς εἰς Χριστὸν πίστεως ἡ ὑπ' οὐρανόν. Εἰδέναι δὲ χρὴ ὡς τὴν ∆εσποτικὴν ἀνάστασιν προλέγει διὰ "τῆς μιᾶς Σαββάτων·" οὕτω γὰρ τὰ Εὐαγγέλια τὴν Κυ ριακὴν ὀνομάζουσι. Προφητεύει δὲ καὶ περὶ τῆς ἀν τιλήψεως, καὶ μέντοι καὶ διδασκαλίαν εἰσφέρει, πῶς ἂν καὶ οἱ πιστεύσαντες ἄξιοι γένωνται τῶν ἐπουρανίων σκηνῶν. Ἀλλ' ἴδωμεν τί τὸ μέγα καὶ ἱερὸν καὶ ἀξιάγαστον κήρυγμα. Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. (A f. 132) Τὸ δὲ, Ἡτοίμασεν, ἐπὶ ποταμῶν, τὸ διεκόσμησε δηλοῖ· ἔδει γὰρ ἅπαξ γενομένην τὴν γῆν, καὶ ταῖς ἀβύσσοις παραδόξως ἐπικρεμαμένην, πλήρη ποτίμων ὑδάτων γενέσθαι παρὰ Θεοῦ, ὥστε δύνασθαι τρέφειν τὰ ἐν αὐτῇ. Πνευματικῶς δὲ νοηθεῖεν ἂν οἱ ἀπόστολοι ποταμοὶ, οἵτινες νοητοῖς ῥεύμασι τὴν ὑπ' οὐρανὸν [cod. αὐτὸν] ἐπικλύζουσι, καὶ τὸν ἐξ οὐρανοῦ 69.845 καὶ ἄνωθεν λόγον τοῖς ἐπὶ τῆς γῆς διακομίζουσι. ∆υνατὸν δὲ ἀλληγορῆσαι οἰκουμένην μὲν τὴν Ἐκκλησίαν, θαλάσσας δὲ τοὺς πειρασμοὺς, καὶ ποταμοὺς τὰ γλυκέα τοῦ Πνεύματος χαρίσματα, καὶ εἰπεῖν ὅτι τὴν Ἐκκλησίαν, ἐν ᾗ κατοικεῖ ὁ Θεὸς, ταύτην ἐν τοῖς πειρασμοῖς μάλιστα συνεστήσατο ἐν τῇ πίστει, καὶ ἐθεμελίωσε, καὶ εὐτρεπῆ ἐποίησε δέξασθαι Πνεῦμα ἅγιον, ἀφ' οὗ ὡς ἐκ πηγῆς ποταμοὶ τὰ ποικίλα χα ρίσματα ῥέουσι. Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ. (A f. 132 b) Πρὸς τὴν ἐρώτησιν ἀποκρίνεται τὸ Πνεῦμα τὸ ἅγιον,