Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
παιδὶ, φημὶ δὴ τῷ Ἰσαὰκ, ἤκουέ τε σαφῶς, ὡς ἔσται πατὴρ ἐν αὐτῷ μυρίων τε ὅσων καὶ ἀναριθμήτων ἐθνῶν, ἐδικαιοῦτο πιστεύων. Ὅτι δὲ καὶ ἐν κατασχέσει γενήσεται τῆς ἐπιδειχθείσης αὐτῷ παρὰ Θεοῦ γῆς, Σοὶ γὰρ, ἔφασκε, δώσω τὴν γῆν ταύτην πληροφορεῖσθαι παρεκάλει λέγων· ∆έσποτα, κατὰ τί γνώσομαι τοῦτο, ὅτι κληρονομήσω αὐτήν; Ταύτῃτοι Θεὸς λαμβάνειν ἐκέλευε τὰ διχοτομήματα, δάμαλιν τριετίζουσαν, αἶγά τε ὁμοῦ, καὶ μὴν καὶ κριὸν, τρυγόνα τε καὶ περιστεράν. Καὶ τὰ μὲν τετράποδα τῶν ζώων δεδιχοτόμηκεν Ἀβραὰμ, ἀντιπρόσωπα δὲ ἀλλήλοις, τουτέστι, στοιχηδὸν συνετίθει. Τὰ δὲ ὄρνεα οὐ διεῖλεν. Ἐπεσόβει δὲ καὶ τὰ καταφθείρειν ἐθέλοντα τῶν πτηνῶν. Ἡλίου δὲ ἤδη πρὸς αὐταῖς καταίροντος ταῖς εἰς ἑσπέραν ἐσχατιαῖς, ἐν εἴδει πυρὸς διέθει τὰ διχοτομήματα Θεός. Ποῖον οὖν ἄρα λόγον ἐφαρμόσαιμεν ἂν τοῖς τοιοῖσδε πνευματικὸν, ἐροῦμεν ὡς ἔνι. ζʹ. Γέγονε μὲν γὰρ πρῶτος ὥσπερ υἱὸς τῷ τῶν ὅλων Θεῷ ὁ κατὰ σάρκα Ἰσραήλ. Υἱὸς γὰρ, φησὶ, 69.125 πρωτότοκός μου Ἰσραήλ· πλὴν ὡς ἐκ δούλης καὶ ἐξ Αἰγύπτου λελυτρωμένος. Ἀλλ' ἐν τέκνοις αὐτὸν οὐκ ἠξίου Θεὸς καταλογίζεσθαί ποθεν (ἡ φιλελεύθερος γὰρ καὶ φιλογνησία φύσις)· ἐζήτει δὲ μᾶλλον τὸν ἁνδάνοντα λαὸν, τουτέστι, τὸν διὰ πίστεως τῆς ἐν Χριστῷ κατ' ἐπαγγελίαν, ἐν ᾧ καὶ πατέρες γεγόνασι πολλῶν ἐθνῶν, οἱ ἀμφὶ τὸν θεσπέσιον Ἀβραάμ. Κεκληρονομήκασι γὰρ τὴν ἐπὶ τῷδε δόξαν, οὐκ ἐν τῷ κατὰ σάρκα Ἰσραὴλ, ἀλλ' ἐν τοῖς ἐξ ἐθνῶν διὰ πίστεως ἀνασεσωσμένοις. Καὶ μαρτυρήσει γράφων ὁ Παῦλος. Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ εἰς τὸ κληρονόμον αὐτὸν εἶναι κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως. Ἐπιγραφόμεθα γὰρ πατέρα τὸν Ἀβραὰμ, οἱ ἐν ἀκροβυστίᾳ πιστεύσαντες, καὶ καθ' ὁμοιότητα τὴν αὐτοῦ παρὰ Θεοῦ δικαιούμενοι. Σαφηνιεῖ δὲ σφόδρα τὸ θεῖον ἡμῖν μυστήριον νομομαθὴς ὢν ὁ Παῦλος. Ἐπιστέλλει γὰρ ὡδὶ μετὰ τὴν ἐν Χριστῷ τελείωσιν, ἀνόπιν ὥσπερ ἰοῦσι Γαλάταις ἐπιτιμῶν· Λέγετέ μοι οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; Γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης, κατὰ σάρκα γεγένηται· ὁ δὲ ἐκ τῆς ἐλευθέρας, δι' ἐπαγγελίας. Ἅτινά ἐστιν ἀλληγορούμενα. Αὗται γάρ εἰσιν αἱ δύο διαθῆκαι· μία μὲν, ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ. Τὸ γὰρ Σινᾶ, ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ· συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλὴμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς. Ἡ δὲ ἄνω Ἱερουσαλὴμ, ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Γέγραπται γάρ· Εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Ἡμεῖς δὲ, ἀδελφοὶ, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν. Ἀλλ' ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτως καὶ νῦν. Ἀλλὰ τί λέγει ἡ Γραφή; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. Ἡμεῖς δὲ, ἀδελφοὶ, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας, τῇ ἐλευθερίᾳ ᾗ ἡμᾶς Χριστὸς ἠλευθέρωσε. Στήκετε οὖν, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε. Συνίης οὖν, ὅπως τῶν δύο διαθηκῶν φησιν ἐναργῶς εἰκόνας, Ἄγαρ τε καὶ Σάῤῥαν. Καὶ παρεικάζει μὲν τὸ θεραπαινίδιον τῇ τῶν Ἰουδαίων μητρὶ, τουτέστι, τῇ ἐπὶ γῆς Ἱερουσαλὴμ, ἐπεί τοι δουλείας ὑπέστρωται νόμοις, καὶ οὐκ ἐλευθέρῳ διαπρέπει πνεύματι. Τὴν δέ γε πρώτην καὶ ἐλευθέραν, φημὶ δὴ τὴν Σάῤῥαν, ἣ καὶ ἄρχουσα ταύτῃτοι καὶ ἑρμηνεύεται, τῆς ὑψοῦ τε καὶ ἄνω φησὶν Ἱερουσαλὴμ ἀνῆφθαι τοὺς τύπους, γεγενῆσθαί τε μητέρα διαβεβαιοῦται σαφῶς τῶν ἐν πίστει δεδικαιωμένων, καὶ ἐξ ἐπαγγελίας Θεοῦ κεκλημένων, εἰς τὸ εἶναι τέκνα τοῦ Ἀβραάμ. Ἡμεῖς γὰρ, φησὶ, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν. Ἠλευθερώμεθα γὰρ ἐν Χριστῷ, δι' οὗ καὶ ἐν ᾧ τὸ θεῖον καὶ ἄνωθεν καταπλουτοῦντες πνεῦμα, κατατετάγμεθα μὲν ἐν τέκνοις Θεοῦ, Κράζομεν δὲ, Ἀββᾶ ὁ Πατὴρ, καὶ κληρονόμοι γεγόναμεν 69.128 τῶν ἐπηγγελμένων τοῖς ἁγίοις ἀγαθῶν, μονονουχὶ καὶ ὀμωμοκότος καθ' ἑαυτοῦ τοῦ Θεοῦ. Παρελήφθη γὰρ ὡς ἐν ὅρκῳ τοῦ Πατρὸς ὁ υἱὸς,