42
εἰς αὐτὸν εὐνοίας ἐμοῦ καὶ εὐπειθείας ἐναργεῖς παρασχομένων τὰς ἀποδείξεις, ὅδε, ὅπερ οὐκ ἄν ποτε ἤλπισα, οὐ φιλοῦντος ἔργον οὐδὲν ἐνδείκνυται εἰς ἐμέ. εἰ δ' ἄρα καὶ πολεμεῖν ἐμοὶ προῄρηται, θεῷ μὲν μελή 1.122 σει περὶ ἡμῶν. ἀναμιμνήσκω δέ σε καὶ ὧν αὐτὸς ἐφθέγξω λόγων, ἡμῶν περὶ τοῦ τί δεῖ πράττειν ἐν Βυζαντίῳ βουλευομένων. σοῦ γὰρ καὶ πρωτοστράτορος περὶ τοῦ βασιλέως ὅσα καὶ αὐτὸς οἶσθα εἰπόντων, ἐμοῦ δὲ τἀναντία βουλευσαμένου, θαυμάσας αὐτὸς «πέποιθα σαφῶς» ἔφης «ἐπὶ θεῷ, ὡς σοῦ τοῦτον τὸν τρόπον περὶ τὸν πάππον καὶ βασιλέα διακειμένου, αὐτὸς ὁ θεὸς πολεμήσει ὑπὲρ ἡμῶν, ἡμᾶς δὲ ἀμερίμνους ποιήσει.» σκέψαι τοίνυν ὃ μέλλεις δρᾷν· σοὶ γὰρ ὁ λόγος εἴρηται οὑτοσί.» Τοιαῦτα τοῦ βασιλέως εἰπόντος, ἐνίστατο μὲν ὁ Συργιάννης σεσυκοφαντῆσθαι φάσκων, καὶ ὧν κατηγόρηται μηδὲν ἀληθὲς εἶναι· τῷ δὲ μὴ βεβαίας παρέχεσθαι μηδ' ἐναργεῖς τὰς ἀποδείξεις ὑπὲρ ὧν κατηγορεῖτο, ὑποψίαν οὐ μικρὰν τῷ στοχάζεσθαι τὰ πράγματα παρείχετο δυναμένῳ ἐκ τῶν λόγων, ὡς πονηρὰ σύνοιδεν ἑαυτῷ. τοῦ μέντοι βασιλέως τοὺς αὐτοὺς λόγους πάλιν ἀναλαβόντος, καὶ θάρσους ἐμπλήσαντος, ὡς οὐδὲν ἧττον ἢ πρότερον εὐμενῶς διακείσεται πρὸς αὐτὸν, ἀπῆλθεν. ἐκ μέντοι Βυζαντίου παρὰ τῶν τοῦ νέου βασιλέως ἀγγελίαι ὁσημέραι ἀφικνοῦντο φίλων, τά τε περὶ Συργιάννην πείθουσαι ὡς εἴη ἀληθῆ, καὶ ὅτι βασιλεὺς ὁ πρεσβύτερος τὰ πρὸς τὸν πόλεμον ἐξαρτύεται πάντα, ὡς ἅμα τῷ Συργιάννην ἀφικέσθαι ἀναῤῥαγησομένου. ἄρτι δὲ τοῦ χειμῶνος ἀρχομένου, Ὀκτωβρίου μηνὸς πέμπτῃ ἱσταμένου, πάλιν ὁ βασιλεὺς ἰδιαζόντως ἔφη πρὸς Συργιάννην· «οὐκ οἴομαί σε ὧν πρὸ χρόνου μικροῦ πρός σε διειλέχθην ἐπιλελῆσθαι. ἐκ τότε δ' 1.123 ἄχρι καὶ νῦν ὁσημέραι μοι ἀγγέλλεται περὶ σοῦ, ὡς ἀποστῆναι πρὸς τὸν ἐμὸν πάππον παρασκευάζῃ· οὐ μὴν ἀλλ' ὅτι καὶ αὐτὸς τὰ πρὸς πόλεμον ἐξαρτύεται, ὡς ἅμα τῷ σὲ παραγενέσθαι πρὸς ἐμὲ πολεμήσων. ὅσοι δ' ἐπιτηδείως ἔχουσιν ἐμοὶ, καὶ εἷρξαί σε παραινοῦσιν, ὡς ἅμα τῷ σὲ εἰρχθῆναι καὶ τοῦ πολέμου παυσομένου. ἐγὼ δ' ἃ πρότερον εἰρήκειν καὶ αὖθις ἐρῶ· ὡς εἰ μὲν τοῖς ἐμοῖς λόγοις πεισθεὶς, τοῦ τοιαῦτα καὶ βουλεύεσθαι καὶ δρᾷν ἀποστῇς, καλῶς ἂν ἔχοι· εἰ δ' ἀδυνάτως ἔχεις μεταβουλεύσασθαι, ἃ βούλει πρᾶττε. ἐγὼ γὰρ οὐ μόνον οὐχ εἷρξαί σε προθυμοῦμαι, καίτοι πάνυ ῥᾳδίως ἔχων, ὡς καὶ αὐτὸς φαίης ἂν, ἀλλ' οὐδὲ τῆς ἀρχῆς παραλύσω. τούτου δ' ἕνεκά σοι ταῦτα προλέγω, ὡς ἂν εἰδείης ἀπελθὼν, ὡς οὐ λαθὼν, ἀλλὰ φωραθεὶς ἃ προείλου παρώφθης δρᾷν.» ἐπὶ τούτοις ὁ Συγιάννης συκοφαντεῖσθαι πάλιν ἰσχυρισάμενος, καὶ μηδὲν τοιοῦτον ἑαυτῷ συνειδέναι, τοῦ βασιλέως ἐπιτρέψαντος, πρὸς ἃς ἐπετρόπευε τῆς Θρᾴκης πόλεις ἀπῆλθε. δύο δ' ἐξ αὐτῶν, τὸν Ἄπρων καὶ τὴν Γαρέλλαν, φρουραῖς κατασχὼν, καὶ τἄλλα ἀσφαλισάμενος ὥστ' ἔχειν πρὸς πολιορκίαν ἀντέχειν, ἀπέστη πρὸς τὸν πρεσβύτερον βασιλέα Νοεμβρίου μηνός. ἅμα δὲ τῷ τοῦτον ἐπιβῆναι Βυζαντίου, καὶ ὁ τῶν βασιλέων πόλεμος φανερῶς αὖθις ἀνεῤῥιπίζετο. ὁ νέος γὰρ βασιλεὺς τὴν ὑποτεταγμένην αὐτῷ στρατιὰν ἅπασαν ἐν βραχεῖ συναθροίσας, τοιοῖσδε πρὸς αὐτοὺς ἐχρήσατο λόγοις· «τὸ τῆς εἰρήνης καλὸν καὶ λυσιτελὲς οὐ μόνον τοῖς ἀρχομέ 1.124 νοις, ἀλλὰ καὶ τοῖς ἄρχουσιν, ὥσπερ αὖ πάλιν τὰ ἐκ τοῦ πολέμου κακὰ καὶ ὑμῖν μὲν πᾶσι καθέστηκε φανερά· ἐγὼ δὲ τῶν ἐμοὶ προσόντων ἰδίᾳ πάντων ἐτιμησάμην ἂν ὥστε μὴ λυθῆναι τὴν εἰρήνην· ἐπεὶ δ' ὁ ἐμὸς πάππος καὶ βασιλεὺς, ὅπερ οὐδ' ἄν ποτε ἐπείσθην πρὶν γενέσθαι, λύσας τὰς πρὸς ἡμᾶς σπονδὰς, πρὸς πόλεμον ἐχώρησε φανερῶς, οὐδεμίαν αἰτίαν ἢ λαβὴν ἡμῶν πρὸς τὸ λῦσαι ταύτας παρασχομένων, ἀλλὰ καὶ ἀκόντων νῦν ὑπ' ἀνάγκης πρὸς τὸν πόλεμον χωρούντων, καὶ ταῖς ψήφοις ἁπάσαις τὴν εἰρήνην αἱρουμένων, οὐδὲν εἶναί μοι τὸ λεῖπον δοκεῖ, ἢ θεὸν τὸν ἐν ταῖς σπονδαῖς ὅρκιον ἐπικαλεσαμένους κατὰ τῶν ἀδικούντων χωρεῖν, οὐ μᾶλλον τοῦ αὐτοὺς κακοῦν, ἢ τοῦ μὴ αὐτοὶ κακῶς παθεῖν πρόνοιαν ποιουμένους. τὸ γὰρ εἰς τὴν ἡμετέραν περιμένειν ἀμυνομένους ἐπιόντας, οὐκ ἀνανδρίας μόνον, ἀλλὰ καὶ ἀσυνεσίας οὐ πάνυ πόῤῥω δόξειεν ἄν. ἐλπίζω δὲ οὐδὲ θεὸν αὐτὸν, ὃν ἡμεῖς