42
αὐτὸν ὀρχούμενον καὶ σκιρτῶντα ἡ γυνὴ αὐτοῦ Μελχὸλ ἐμέμψατο αὐτῷ ὡς ἀσχημονοῦντι· ὁ δὲ οὐκ αἰδεῖσθαι ειπεν, ἐπεὶ μὴ ἀσχημοσύνη ταῦτα, γινόμενα εἰς θεόν. εἰσήνεγκαν δὲ τὴν κιβωτὸν καὶ κατέθεντο εἰς τὴν σκηνὴν ην επηξεν αὐτῇ ὁ ∆αβίδ. ειτα οικον δομήσασθαι τῇ κιβωτῷ ἠβουλήθη. καὶ ὁ θεὸς τῷ προφήτῃ Νάθαν ἐντέλλεται εἰπεῖν τῷ ∆αβὶδ οτι "οὐ σὺ οἰκοδομήσεις μοι οικον, ἀλλ' ὁ υἱός σου, ος σοῦ θανόντος τὴν βασιλείαν σου διαδέξεται." ταῦτα τοῦ προφήτου τῷ ∆αβὶδ ἀπαγγείλαντος ἐκεῖνος εἰς εὐχαριστίαν ἐτράπετο. καὶ μετὰ ταῦτα ἐπάταξε τοὺς ἀλλοφύλους καὶ κατετροπώσατο αὐτοὺς καὶ τοὺς συμμάχους αὐτῶν, καὶ τὴν Συρίαν ὑπόφορον ἐποιήσατο, φρουρὰν ἐν ∆αμασκῷ καταστήσας. καὶ ἐν τῷ ἐπαναζευγνύειν ἐπάταξε τὴν ̓Ιδουμαίαν, καὶ ἐγένοντο πάντες ̓Ιδουμαῖοι δοῦλοι τῷ ∆αβίδ. μνησθεὶς δὲ ὁ ∆αβὶδ τῶν πρὸς ̓Ιωνάθαν τὸν τοῦ Σαοὺλ συνθηκῶν, ἐζήτησεν ει τις ἐκ τοῦ γένους τοῦ Σαοὺλ ὑπολέλειπται· καὶ μαθὼν περιεῖναι τοῦ ̓Ιωνάθαν υἱὸν βεβλαμμένον τοὺς πόδας, Μεμφιβοσθὲ κεκλημένον, μετεκαλέσατο αὐτὸν καὶ ἐχαρίσατο τὴν τοῦ πάππου πᾶσαν υπαρξιν τῷ ἀνδρί, καὶ ὁμοδίαιτον ἑαυτῷ διόλου ειναι ἐκέλευσε, καὶ τοὺς πατρῴους οἰκέτας αὐτῷ προσαπένειμεν· ων ἑνὶ Σιβὰ καλουμένῳ ἐπιτροπεύειν τῶν δεδωρημένων τῷ αὐτοῦ κυρίῳ ἐπέτρεψε καὶ προσάγειν ἐκείνῳ τὴν ἐκεῖθεν ὠφέλειαν. ὁ δὲ Μεμφιβοσθὲ ἐν ̔Ιεροσολύμοις ῳκει καὶ συνειστιᾶτο τῷ βασιλεῖ. 1.106 Κατὰ δὲ τὸν τότε χρόνον τέθνηκεν ὁ τῶν ̓Αμμανιτῶν βασιλεύς, φίλος ων τῷ ∆αβίδ, ἐπὶ υἱῷ ̓Αννών, ος τὴν πατρικὴν ἀρχὴν διεδέξατο. επεμψεν ουν πρὸς ̓Αννὼν ὁ ∆αβὶδ τοὺς παρηγορήσοντας τὴν ἐπὶ τῷ πατρὶ λύπην αὐτοῦ καὶ τηρεῖν τὴν φιλίαν ἀπαγγελοῦντας καὶ ἐπ' αὐτῷ τὸν ∆αβίδ. ὁ δὲ κατασκόπους ειναι τοὺς πεμφθέντας ὑπειληφώς, ξυρήσας αὐτῶν παρὰ μέρος τοὺς πώγωνας καὶ περιτεμὼν τὰ ἡμίση τῶν ἐπωμίδων αὐτῶν, ἐξαπέστειλε τοὺς ανδρας. ους ουτω διακειμένους ἰδὼν ὁ ∆αβὶδ τὸ τῆς στρατιᾶς ἀκμαιότατον τῷ ἀρχιστρατήγῳ δοὺς ̓Ιωὰβ κατὰ τῶν ̓Αμμανιτῶν ἐξαπέστειλε. καὶ συμβαλὼν ἐκείνοις ὁ ̓Ιωὰβ αὐτούς τε καὶ τοὺς συμμάχους Σύρους ἡττᾷ· καὶ τρέπονται εἰς φυγήν. οἱ δὲ καὶ πάλιν συμμάχους προσειληφότες πρὸς πόλεμον ῃεσαν. καὶ ὁ ∆αβὶδ σὺν πάσῃ τῇ στρατιᾷ συμβαλὼν αὐτοῖς πολλοὺς μὲν ἀνεῖλεν, ὁ δ' ἐξάρχων τῆς τῶν ἐναντίων δυνάμεως Σωβὰκ τρωθεὶς καιρίως ἐν τῷ πολέμῳ τέθνηκεν ἐκ τοῦ τραύματος. οἱ σύμμαχοι δὲ τῶν ̓Αμμανιτῶν, Σύροι οντες ἐκ Μεσοποταμίας, ἑαυτοὺς παρέδωκαν τῷ ∆αβίδ. αυθις δὲ τὸν ̓Ιωὰβ ἐκπέπομφε κατὰ τῶν ̓Αμμανιτῶν· ος συγκλείσας αὐτοὺς εἰς τὴν τῆς χώρας αὐτῶν μητρόπολιν ἐπολιόρκει. ∆αβὶδ δὲ ἐν ̔Ιεροσολύμοις διάγων καὶ ἐκ τῶν βασιλείων ἰδὼν γυναῖκα κατ' οικον λουομένην, Βηρσαβεὲ καλουμένην, ἠράσθη αὐτῆς. καὶ μεταστειλάμενος τὴν γυναῖκα ἐμίγη αὐτῇ. συλλαβοῦσα δὲ τῷ βασιλεῖ τὸ πρᾶγμα ἐδήλωσεν. ὁ δὲ τὸν ανδρα αὐτῆς ἐκ τῆς πολιορκίας ἐκάλεσεν, Οὐρίαν ὠνομασμένον, καὶ ἐρωτήσας περὶ τῆς στρατιᾶς, καὶ ἐκ τοῦ δείπνου 1.107 αὐτῷ παρασχών, εἰς τὸν οικον αὐτοῦ ἐκέλευσεν ἀπελθεῖν. ὁ δὲ οὐκ ἀπῆλθε, μὴ δίκαιον ειναι φήσας τὸν στρατηγὸν καὶ τοὺς συστρατιώτας ταλαιπωρεῖσθαι ἐν τῇ παρεμβολῇ, αὐτὸν δὲ μετὰ τῆς γυναικὸς συνευνάζεσθαι. πάλιν δὲ τοῦ βασιλέως προτρεπομένου αὐτὸν οικαδε ἀπελθεῖν, καὶ δεξιωσαμένου αὐτὸν προπόσεσιν, ὡς καὶ εἰς μέθην σχεδὸν προαχθῆναι, ἐκεῖνος πρὸ τῶν θυρῶν τῶν βασιλείων κατέδαρθεν. ἀπέστειλεν ουν πάλιν εἰς τὸ στρατόπεδον τὸν Οὐρίαν ὁ βασιλεύς, γραφὴν αὐτῷ ἐγχειρίσας πρὸς ̓Ιωὰβ ἐντελλομένην στῆσαι τὸν Οὐρίαν ενθα τῶν πολεμίων τὸ δυσμαχώτατον, καὶ ἀποστραφῆναι τοὺς σὺν αὐτῷ, μόνον λιπόντας ἐκεῖ, ιν' ουτως ἀναιρεθῇ. καὶ γέγονε κατὰ τὸ τοῦ βασιλέως ἐπίταγμα, καὶ ὁ Οὐρίας ἀπέθανεν. ἡ δὲ γυνὴ αὐτοῦ ἐπένθησεν ἐπὶ τῷ ἀνδρί, παυσαμένην δὲ τοῦ πένθους ὁ ∆αβὶδ αὐτὴν ελαβεν εἰς γυναῖκα· καὶ ετεκεν αὐτῷ υἱόν. ὁ δὲ θεὸς ὠργίσθη, καὶ τὸν Νάθαν εστειλε πρὸς ∆αβίδ. ὁ δὲ πρὸς τὸν βασιλέα ἐλθὼν εφη "δύο ησαν ανδρες, ὁ μὲν εχων ποίμνια καὶ βουκόλια, ὁ δὲ μίαν ἀμνάδα ἐκέκτητο. ξενισθέντος δέ τινος τῷ πλουσίῳ, οὐκ ἐκ τῶν οἰκείων εθυσεν, ἀλλὰ τὴν