42
περιορίζει. η καὶ ἀμφοτέρωθεν περιεκύκλωσεν. ἀπὸ τοῦ δέω μέσου παρακειμένου. * ̓Αμύσσω. ξέω, σπαράσσω.* ̓Αμφιειμένοσ. ἐνδεδυμένος. παρὰ τὸ εω τὸ ἐνδύομαι. ὁ μέλλων εσω, ὁ παρακείμενος εικα, ὁ παθητικὸς ειμαι. εἰμένος ἡ μετοχὴ, οιον - εἰμένος ωμοιϊν νεφέλην- καὶ ἐν συνθέσει, ἀμφιειμένος. ̓Αμφαφόωσα. ψηλαφῶσα. Ομηρος· -κοῖλον λόχον ἀμφαφόωσα. ̓Αμφισβητῶ. τὸ ἐξετάζω. καὶ ἀμφισβητία. ( ̓Επίῤῥημα.) ̓Αμέλει. διὰ τοῦτο. βεβαιωτικῶς. ̓Αμελητί. χωρὶς βραδυτῆτος καὶ ὑπερθέσεως. ̓Αμεταστρεπτί. χωρὶς ἐπιστροφῆς. ̓Αμελεϊστί. χωρὶς βραδυτῆτος. ̓Αμερμηρεὶ καὶ ἀμερμαρεί. χωρὶς φροντίδος. alpha.164 Αμα. ∆ημοσθένης ἐπὶ τοῦ εὐθέως καὶ παραχρῆμα εταξε, παρὰ τὸ θαμὰ, καὶ ἀποβολῇ τοῦ θ αμα. τὸ γὰρ πυκνῶς γινόμενον κατὰ τὸν αὐτὸν ἀποτελεῖται χρόνον. τὸ δὲ θαμὰ, εστι θαμὸς, ἐξ ου τὸ θαμειὸς, ὡς ἀδελφὸς, ἀδελφειός. τὸ θηλυκὸν θαμειά. τὸ οὐδέτερον θαμά. ἡ εὐθεῖα τῶν πληθυντικῶν θαμὰ, καὶ τὸ ἐπίῤῥημα θαμά· οὐ γὰρ ἀπὸ τοῦ θαμὺς, θαμειὸς, ἀφ' ου τὸ, θαμέες γὰρ ακοντες. ̔Αμαρτῇ. ὁμοῦ, καὶ κατὰ τὸ αὐτό. καὶ ὁ μὲν ̓Αρίσταρχος χωρὶς τοῦ ˉι λέγει γράφεσθαι αὐτὸ, οτι ἀπὸ τοῦ ἁμαρτάδην κατὰ ἀποκοπήν. ῳτινι οὐ συνᾴδουσι τὰ τῆς παραδόσεως. ἡ γὰρ παράδοσις σὺν τῷ ˉι οιδε γράφειν αὐτό. ̔Ηρωδιανὸς δέ φησι σύνθετον ειναι, ἀπὸ τοῦ αμα καὶ τοῦ ἀρτῶ, καὶ γίνεται ἀπὸ ἀμφοτέρων ἐπίῤῥημα, ἁμαρτῆ καὶ ὁμαρτῆ. ἰστέον δὲ, οτι τὰ ἀπὸ δοτικῆς γινόμενα εχουσι τὸ ˉι. οιον· ταύτῃ ἐπίῤῥημα. ̓Αμενητί. χωρὶς τοῦ ἐπιμεῖναι. ̓Αμετρί. χωρὶς μέτρου. καὶ παροιμία· ἀμετρὶ μάζαν εδοντες. ̓Αμήν. πεπεισμένως, ἀληθῶς. η ἀντὶ τοῦ γένοιτο. *εστι τὸ ἀμὴν ἀντὶ τοῦ ναί. βεβαιωτικὸν γὰρ ἐστίν.* Αμμιγα. ἀναμεμιγμένως. εινεκεν εὐμαθίης πινυτόφρονος, ην ὁ μελιχρὸς ησκησεν Μουσῶν αμμιγα καὶ Χαρίτων. ̓Αμισθί. χωρὶς μισθοῦ. ̓Αμοιβαδόν. κατ' ἐναλλαγήν. ̓Αμοιβηδίσ. ἐκ τοῦ ἀμείβω, ἀμοιβὴ καὶ ἀμοιβηδίς. alpha.165 ̓Αμόθεν. ἀντὶ τοῦ πόθεν. ̓Αμοχθεί. χωρὶς κόπου. ̓Αμυδρῶσ. σκοτεινῶς, λεπτῶς, ἀσαφῶς. ̓Αμυστί. ἀντὶ τοῦ ἀπνευστὶ καὶ ανευ τοῦ ἀναπαύεσθαι πίνειν. Αμυδισ. ἀντὶ τοῦ ὁμοῦ. παρὰ τὸ αμα, τροπῇ τοῦ ˉα εἰς ˉυ. τὰ ἀπὸ δασέων μετασχηματιζόμενα ψιλοῦται, οιον· ἡμέρα, ημαρ, ἡδονὴ, ηδος, ο σημαίνει τὸ οφελος, αμα, αμυδις. ̓Αμογητί. χωρὶς βίας η κακοπαθείας. ̓Αμβλήδην. μεγάλως βοῶσα. ̓Αμβολάδην. ἀναβολικῶς. ἐκ τοῦ ἀναβάλλω, ἀναβολάδην. καὶ ἀμβολάδην. ̓Αμυχί. ἐπιπολαίως. ̓Αμφαδόν. φανερῶς. φαίνω, φανδὸν, καὶ ἀμφαδὸν, καὶ ἀμφαδίην. ̓Αμφὶ περί. ἐξ ἑκατέρου μέρους. ̓Αμφίσ. ἀντὶ τοῦ χωρίς. τοῦτο οὐ συγκοπὴ, ἀλλὰ μετασχηματισμός. ἀπὸ γὰρ τοῦ ̓Αμφιάραος, Αμφις. ὡς παρ' Αἰσχύλῳ. ωσπερ ἀστράγαλις αστρις, καὶ ̓Ιφιάνασσα Ιφις, καὶ Θρασυκλῆς Θράσυλλος, καὶ Βαθυκλῆς Βάθυκλος. ὑποκοριστικά. ταῦτα μετασχηματισμοὶ καλοῦνται. ἀλλ' οὐδὲ πάλιν δυνάμεθα ἀποκοπὴν, ἐπεὶ τὸ ˉς εχει τῆς τελευταίας συλλαβῆς. οπου γὰρ τῆς τελευταίας συλλαβῆς τηρηθῇ τὸ στοιχεῖον, οὐ λέγομεν ἀποκοπὴν, ωστε μετασχηματισμός ἐστι. ̓Αμφοτέρωθεν. ἐκ τῶν δύο μερῶν. τὰ εἰς ˉθˉεˉν ἐπιῤῥήματα ἀπὸ ὀνομάτων γινόμενα διὰ τοῦ alpha.166 ˉο μικροῦ γράφεται, οιον· κυκλόθεν, ̓Ιλιόθεν, πλὴν τοῦ ἀμφοτέρωθεν, ἑκατέρωθεν, ἑτέρωθεν. ̓Αμωσγέπωσ. οθεν δήποτε. εστι δὲ ῥῆμα ἡ λέξις. εστιν ουν ονομα ἀμὸς, ἰσοδυναμοῦν τῷ τὶς, δωρικῶς. ὡς φησὶν Ομηρος· -τῶν ἀμόθεν γε, θεά- ἀντὶ τοῦ ἀπὸ τινὸς μέρους. ωσπερ παρὰ τὸ καλὸς γίνεται ἐπίῤῥημα καλῶς, ουτω καὶ ἀπὸ τοῦ ἀμὸς γίνεται ἐπίῤῥημα ἀμῶς. καὶ ἐν συνθέσει ἀμωσγέπως. ἀπὸ δὲ τοῦ ἀμὸς γίνεται ἀμόθεν, ἐξ ου τὸ οὐδαμῶθεν ἐπίῤῥημα. καὶ ωσπερ ἀπὸ τοῦ καλῶς γίνεται ἐπίῤῥημα καλὰ, ουτως καὶ ἀπὸ τοῦ οὐδαμῶς, οὐδαμὰ, ἀπὸ τοῦ οὐδαμῶς. * ̓Αμέσωσ. μὴ διὰ μέσων τῶν τόπων, ἀλλ' ἀθρόως κατὰ τὴν πρώτην ἐπιβολήν. * ̓Αματαρί. τὸ καλούμενον παρ' Ελλησι τάφρος, παρὰ ̔Ρωμαίοις φοσάτον, τοῦτο παρ' ̔Εβραίοις ἀματαρί. Τὸ ˉˉΑ μετὰ τοῦ ˉˉΝ. ( ̓Αρσενικόν.) ̓Αναβαθμοί. αἱ ἀναβάσεις. λέγουσι δὲ τὴν ἀπὸ Βαβυλῶνος τοῦ λαοῦ ἐπάνοδον. ̓Αναβολεύσ. ὁ ἐπὶ τὸν ιππον ἀνάγων. -ὁ δὲ βασιλεὺς τὸν ἀναβολέα καλεσάμενος, καὶ ταχέως ἀναβαίνων ἐπὶ τὸν ιππον, ῃτησε