ἐξ αὐτῶν χρῃζόντων ἡμῶν, διὰ τὸ ἀνενδεές, καθὼς ἔφην, τοῦ σώματος; Ἀπόκρισις. Eἰ κατὰ τὸν ἀπόστολον Παῦλον παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου ὁ θεός, δῆλον ὅτι ἐξ ἀνάγκης καὶ τὰ ἄλλα πάντα τὰ τοῦ σχήματος ἕνεκεν τοῦ κόσμου γεγονότα συμπαραχθή σεται τῷ τοῦ κόσμου σχήματι. Eἰσαχθήσεται δὲ καινὸς οὐ ρανὸς καὶ καινὴ γῆ, ἐν οἷς μέλλουσι δίδοσθαι δικαίοις τε καὶ ἀδίκοις τῶν πρακτέων αἱ ἀμοιβαί. Τῷ δὲ ἀέρι εἰ καὶ πρὸς ἀναπνοὴν τότε οὐ χρῄζομεν, ἀλλὰ πρὸς τὴν κίνησίν τε καὶ το πικὴν μετάστασιν ἀναγκαίως αὐτῷ χρησόμεθα. Ἁρπαγησό μεθα γάρ, φησίν, ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα. Ἐρώτησις %. Eἰ μὴ τοῖς παρὰ γνώμην ἀλλὰ τοῖς κατὰ γνώμην καλοῖς παρὰ θεοῦ ὁ ἔπαινος δίδοται, οἱ παῖδες οἱ παρὰ Ἡρώδου τὴν διὰ τὸν Χριστὸν λαβόντες ἀναίρεσιν, καὶ τὰ ἐπὶ τοῦ αὐ τοῦ, ἡνίκα ἐπὶ τοῦ κτήνους καθήμενος τὴν Ἱερουσαλὴμ κατε λάμβανε, τὸν ὕμνον φθεγξάμενα πλήθη, πότερον ἔχουσι δι καίως χρεωστούμενον ἔπαινον, ἐπειδὴ κἀκεῖνοι τὴν σφαγὴν παρὰ γνώμην ἐδέξαντο, καὶ ταῦτα οὐ γνώμῃ οἰκείᾳ ἀλλὰ χά ριτι θείᾳ ἐν Ἱερουσαλὴμ τὸν ὕμνον ἐκεῖνον ἐφθέγξαντο; Ἀπόκρισις. Eἰ χάρισμα θεοῦ ἐστι τὸ ὑπὲρ Χριστοῦ πάσχειν (Ἡμῖν, φησίν, ἐχαρίσθη οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν), ἔπασχον δὲ καὶ τὰ βρέφη ὑπὲρ Χρι στοῦ, θείας ἄρα ἠξιώθησαν χάριτος. Τίς οὖν οὐκ ἐπαινέσειε ταῦτα δικαίως τῇ δόσει τῆς θείας χάριτος ἐπαινεθέντα ὑπὸ τοῦ θεοῦ, τοῦ καὶ τοῖς παρὰ γνώμην καλοῖς τὸν ἔπαινον δα ψιλευομένου; Ἔτι δὲ εἰ πρὸς τὸν ἔπαινον τῶν διὰ τὴν εὐσέ βειαν θλιβομένων ἀνταποδίδωσιν ὁ θεὸς θλίψιν τοῖς θλίψα σιν, ἀνάγκη ἄρα καὶ τὰ βρέφη τὰ ἀναιρούμενα ὑπὸ Ἡρώδου ἐπαινεῖσθαι τούτῳ τῷ ἐπαίνῳ τῷ διὰ τὴν ἐκδίκησιν τῶν θλί ψεων. ∆ίκαιον, φησὶν ὁ ἀπόστολος Παῦλος, παρὰ τῷ θεῷ ἀνταποδοῦναι τοῖς θλίψασιν ὑμᾶς θλίψιν, ὑμῖν δὲ τοῖς θλι βομένοις ἄνεσιν μεθ' ἡμῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ. Ἐρώτησις %ζ. Eἰ ἡ χάρις διὰ τοῦτο κέκληται χάρις, διὰ τὸ τοῖς παριοῦσι τοῦ νόμου συγχωρεῖν ἑτοιμότερον, πῶς τὰ τῇ χάριτι πρέποντα ἐν τῷ νόμῳ μᾶλλον εὑρίσκεται; Ὁ μὲν γὰρ ·αντισμοῖς τισι καὶ θυσίαις ἀλόγων καὶ διαφοραῖς βαπτισμάτων τοὺς πταίον τας καθ' ἑκάστην ἀπολύει τῆς μέμψεως, ἡ δὲ χάρις ἓν μόνον χαρίζεται βάπτισμα. Ἅπαξ δὲ μόνον εἰ μὲν ὑπεπίπτομεν πταίσμασιν, ἅπαξ μόνον καὶ τῆς ἀφέσεως ἐδεόμεθα· πολλά κις δὲ ἁμαρτάνοντες δῆλον ὅτι καὶ πολλάκις τῆς ἀφέσεως χρῄ ζομεν· ὅπερ οὐχ ἡ χάρις ἀλλ' ὁ νόμος διὰ τῶν προλεχθέντων ·αντισμῶν καὶ τῶν λοιπῶν παρέχειν ἐπίσταται. Πῶς οὖν δειχθήσεται τοῦ νόμου ἡ χάρις φιλανθρωποτέρα περὶ τοὺς ἁμαρτάνοντας, ὥσπερ εἴρηται ἐχόντων τῶν πραγμάτων;