42
συμβάσης τρέμειν τὴν γῆν ὥσπερ τὸν ἄνθρωπον· Ἀριστοτέλης δὲ τὸ τεθυμιωμένον τῆς γῆς καὶ ἀτμίζον αἰτιᾶται .... ἂν μὲν εὐπετῶς σχῇ· εἰ δ' οὐ, βιάζεται τὴν γῆν. ὅτι ὁ Τάγης ἐν τοῖς σεισμοσκοπικοῖς λέγει, ὡς ἐν ταῖς πολέμων κινήσεσιν εἰ συμβῇ σεισμὸν γενέσθαι, τοὺς παρ' οἷς γίνοιτο πάντως ἐλατ τοῦσθαι· καὶ ἄλλων δὲ θαυμαστῶν ἐπιμέμνηται, περὶ ὧν ἐγὼ ἐν ἑτέρᾳ λέξω συγγραφῇ. 4.80 Ἐν τῇ πρώτῃ τούτου τοῦ μηνὸς ὁ ἀρχιερεὺς ἐκήρυττε, μηδένα ποδῶν ἢ κεφαλῆς οἱουδήποτε ζώου γεύσασθαι παρὰ πάντα τὸν μῆνα πρὸς φυλακὴν ἀρθρίτιδος νόσου. κατὰ τοῦτον τὸν μῆνα καὶ ἡ ἑορτὴ τῶν Ῥοσαλίων παρὰ Ῥωμαίοις ἐτελεῖτο. ηὔχοντο δὲ Μαίᾳ τε καὶ Ἑρμῇ οἱ πραγματευταὶ ἀκίνδυνα τὰ τῶν κερδῶν εἶναι. πάντα δὲ ἄρα τὰ κέρδη ἐν τῇ ὕλῃ καὶ ἐξ αὐτῆς ἀναφύεται, καὶ ἐν αὐτῇ ὡσανεὶ Ἕρμαια εὑρίσκεται καὶ ἐπιδίδοται, ὥς φασι, κατ' ἀξίαν. Νουμήνιος δὲ ὁ Ῥωμαῖος τὸν Ἑρμῆν τὸν προχωρητικὸν λόγον εἶναι βούλεται· οὐδὲ γάρ, φησι, πρότερον βρέφος φθέγξαιτο, πρὶν ἂν τῆς γῆς ἐφάψαιτο, ὥστε Μαῖαν εἰς γῆν καλῶς ἐξελάμβανον οἱ πολλοί. καὶ καθ' ἕτερον δὲ ἱερὸν λόγον ὁ Φοντήϊος χρῆναι τιμᾶσθαι τὴν γῆν ἐν ταῖς Καλένδαις Μαΐαις λέγει, ὅτι τὴν ἔμφυτον θέρμην ἐπὶ τὴν ἐπιφάνειαν ἡ γῆ ἀναβράζουσα γαυριᾶν ὥσπερ καὶ σκιρτᾶν ἐξαγομένη σάλους ἐμποιεῖ ὡς ἐπίπαν κατὰ τὸν Μάϊον μῆνα. τιμῶσιν οὖν κατὰ τοῦτον τὴν Μαῖαν, τουτέστι τὴν γῆν θεραπεύοντες. μαϊουμίζειν τὸ ἑορτάζειν ὀνομάζουσιν, ἐξ οὗ καὶ Μαϊουμᾶν· πανήγυρις γὰρ ἤγετο ἐν τῇ Ῥώμῃ κατὰ τὸν Μάϊον μῆνα. τὴν παράλιον καταλαμβάνοντες πόλιν τὴν λεγομένην Ὀστίαν οἱ τὰ πρῶτα τῆς Ῥώμης τελοῦντες ἡδυπαθεῖν ἠνείχοντο ἐν τοῖς θαλαττίοις ὕδασιν ἀλλήλους ἐμβάλλοντες· ὅθεν καὶ Μαϊουμᾶς ὁ τῆς τοιαύτης ἑορτῆς καιρὸς ὠνομάζετο. ἀρχὴ γενέσεως σελήνη. 4.81 Ὅτι ὁ Ἐμπεδοκλῆς οὐσίαν ἀνάγκης αἰτίαν χρηστικὴν τῶν ἀρχῶν καὶ τῶν στοιχείων ἐνέκρινεν· ὁ δὲ ∆ημόκριτος τὴν ἀντιτυπίαν καὶ πληγὴν καὶ φορὰν τῆς ὕλης. Πλάτων γε μὴν τὰ μὲν εἰς πρόνοιαν, τὰ δὲ εἰς ἀνάγκην ἀνήγαγεν, ὅτε μὲν τὴν ὕλην, ὅτε δὲ τὴν τοῦ ποιοῦντος σχέσιν αἰτιώμενος. τὴν δ' εἱμαρμένην Ἡράκλειτος τὴν αὐτὴν καὶ ἀνάγκην εἶναι βούλεται, ὁ δὲ Πλάτων προστίθησι καὶ τὴν παρ' ἡμᾶς αἰτίαν. οἱ μὲν οὖν Στωϊκοὶ τὴν μὲν ἀνάγκην ἀκίνητον, τὴν δὲ εἱμαρμένην φασὶ συμπλοκὴν εἶναι αἰτιῶν τεταγμένων· ἐν ᾗ συμπλοκῇ καὶ τὰ παρ' ἡμᾶς, ὥστε τὰ μὲν εἱμάρθαι, τὰ δὲ συνειμάρθαι. οὐσίαν δὲ εἱμαρμένην ὁ Ἡράκλειτος τὸν διὰ παντὸς ἥκοντα λόγον ἐνέκρινεν. ὁ δὲ Χρύσιππος τάξιν τοῦ παντὸς ἢ λόγον τῶν ἐν τῷ κόσμῳ διοικουμένων. ὁ δὲ Ποσειδώνιος τρίτην ἀπόδοσιν ποιεῖται· πρώτην μὲν γὰρ εἶναι τὸν ∆ία, δευτέραν δὲ τὴν φύσιν, τρίτην δὲ τὴν εἱμαρμένην. ὁ δὲ Πλάτων λόγον ἀΐδιον τῆς τοῦ παντὸς φύσεως. 4.82 Ὅτι τῇ πρὸ ὀκτὼ εἰδῶν Μαΐων ἑορτὴ τοῖς Ῥωμαίοις ἐτελεῖτο ἡ λεγομένη Λεμούρια, οἷον τιμαὶ εἰδώλων ἢ φασμάτων ἢ δαιμόνων ἐμπαθῶν, οὕς φασιν οἱ φιλοσοφοῦντες ἐφόρους εἶναι συμφυεῖς τῶν σωμάτων, καὶ διὰ τοῦτο τοῖς τάφοις χαίρειν. 4.83 Ὅτι ὁ Ἀριστοτέλης καὶ ὁ Ἡρακλείδης φασίν,ἡλίου τὰ πλεῖστα τῶν πνευμάτων κινοῦντος καὶ περιφέροντος καὶ τούτων ἐκβαλλόντων μὲν προωθουμένων δὲ ἀνοιδεῖν τὴν Ἀτλαντικὴν θάλασσαν καὶ παρασκευάζειν τὴν πλημμύραν, εἰτ' αὖθις ληγόντων ἀντιπερισπωμένην ὑποβαίνειν καὶ οὕτω τὰς ἀμπώτεις γίνεσθαι. Πυθέας δὲ ὁ Μασσαλιώτης τῇ πληρώσει τῆς σελήνης τὰς πλημμύρας γίνεσθαι βούλεται, τῇ δὲ μειώσει τὰς ἀμπώτεις· τὸ αὐτὸ δὲ καὶ οἱ παρὰ Ῥωμαίοις φιλοσοφοῦντες, Πλάτων δὲ τὴν αἰώραν τῶν ὑδάτων αἰτιᾶται· εἶναι γὰρ φυσικήν τινα αἰώραν διά τινος στομίου τρήματος περιφέρουσαν παλίρροιαν, ὑφ' ἧς ἀντικυμαίνεσθαι τὰ πελάγη. 4.84 Ὅτι ὁ Πλάτων κατὰ πρόσθεσιν ἢ ἀφαίρεσιν ἢ μετάθεσιν ἢ πνευμάτωσιν