Ῥωμαῖοι μὲν ὑφ' ἡδονῆς ἐπηλάλαξαν, καὶ πρὸς ἀλκὴν ἐπεῤῥώσθησαν· Σκύθαι δὲ, τῷ καινῷ καὶ ἀλλοκότῳ τῆς πληγῆς ἀποδειλιάσαντες, σὺν οἰμωγῇ τὸν συνασπισμὸν διαλύσαντες, εἰς φυγαδείαν 111 ἐτράποντο. οὓς ἐπισπόμενοι Ῥωμαῖοι μέχρι βαθείας ἑσπέρας ἀνῄρουν ἀνηλεῶς. κατὰ τοῦτον δὴ λέγεται τὸν ἀγῶνα πεντήκοντα καὶ πέντε Ῥωμαίων ἄνδρας τεθνάναι, τραυματίας δὲ γενέσθαι συχνοὺς, καὶ ἵππων κατακοντισθῆναι τοὺς πλέονας· Σκυθῶν τε ὑπὲρ τοὺς δισμυρίους διαφθαρῆναι. ἀλλ' ἡ μὲν πρὸς τοὺς Σκύθας γεγενημένη τότε Ῥωμαίων διαμάχη εἰς τοιοῦτον ἐτελεύτα τὸ τέλος. Ἰωάννης δὲ ὁ αὐτοκράτωρ τὰς Ἀσίας δυνάμεις εἰς τὴν Εὐρώπην διὰ τοῦ Ἑλλησπόντου περαιοῦσθαι κατήπειγεν, ἐς τἀπὶ Θρᾴκης τε καὶ Μακεδονίας διαχειμάζειν χωρία, καὶ τοῖς ὅπλοις ὁσημέραι γυμνάζεσθαι, ὡς μὴ ἀπόμαχοι εἶεν ἐπὶ τὸν τῶν ἀγώνων καιρὸν, μειονεκτοῦντες ἐν τῇ μάχῃ τῶν δυσμενῶν· περιμένειν δὲ τὸν τοῦ ἤρους καιρόν. ἐκείνου γὰρ ἤδη ἐκ τῆς χειμερινῆς κατηφείας προκύπτοντος, καὶ εἰς σταθηρὰν αἰθρίαν τὸ κοσμικὸν κατάστημα μεταβάλλοντος, αὐτόν τε βασιλέα ὡς αὐτοὺς ἀφικέσθαι, τὰς ἀμφ' αὐτὸν δυνάμεις ἐπαγόμενον, καὶ πανσυδεὶ τοῖς Ταυροσκύθαις συμπλέκεσθαι. ΛΕΟΝΤΟΣ ∆ΙΑΚΟΝΟΥ ΙΣΤΟΡΙΑΣ Ζ. αʹ. Ἐν ᾧ δὲ ταῦτα Ἰωάννῃ τῷ βασιλεῖ κατὰ τῶν Ῥῶς διεσπούδαστο, Βάρδας ὁ ∆οὺξ, ὁ τοῦ Κουροπαλάτου μὲν Λέοντος υἱὸς, Νικηφόρου δὲ τοῦ αὐτοκράτορος αὐτανεψιὸς, ἐς νεωτερισμὸν ἀσυμφανῶς ἀποκλίνας, ἐξ Ἀμασείας, καθ' ἣν περιώριστο, φυγαδείᾳ ἐχρήσατο, Θεοδώρου Βάρδα τε καὶ Νικηφόρου, τῶν Πατρικίων καὶ αὐταδέλφων, ἐς τοῦτο συναραμένων αὐτῷ· οἳ ἐκ τῆς ἐνεγκαμένης αὐτοὺς Παρσακούτης ἐπίκλησιν εἰλήφεσαν Παρσακουτηνοὶ, ἐξάδελφοι τῷ ∆ουκὶ Βάρδᾳ τυγχάνον 113 τες. τῆς οὖν Ἀμασείας ἀωρὶ τῶν νυκτῶν λαθρηδὸν ὁ ∆οὺξ ἀποδρὰς, διὰ τῶν προετοιμασθέντων ἀμοιβαίων ἵππων ἐς τὴν τῆς Καππαδοκίας ἀφῖκτο Καισάρειαν. ἐνταῦθα δὴ ἐπὶ εὐαριθμήτοις ἡμέραις ἐναυλισάμενος, πλῆθος ἀπονενοημένων ἀνδρῶν ἐπ' ἀποστασίαν ῥεπόντων συνειλόχει, τῶν ἐκ γένους αὐτῷ καὶ συνήθων μάλιστα συνεισρεόντων ὁσημέραι. καὶ γὰρ ταῖς καινοτομίαις ἐκτόπως οἱ ἄνθρωποι χαίρειν εἰώθεσαν, δόξης ὀνειροπολουμένης ἐλπίσι, τιμαῖς τε ἀξιωμάτων, καὶ χρημάτων διανομαῖς ὑπαγόμενοι. συνεκρότουν δὲ τὴν ἀποστασίαν, συναγηοχότες πάσῃ σπουδῇ τὰ στρατεύματα, οἵ τε ῥηθέντες Παρσακουτηνοὶ, καὶ Συμεὼν, ὃς γεωργὸς ἀμπέλων καθεστηκὼς, ἐκ τῆς ἐργασίας αὐτῆς τὸ ἐπώνυμον εἴληφεν, Ἀμπελᾶς κατονομασθείς· ἀνὴρ ἐξ ἀσήμων μὲν φὺς καὶ τῶν ἀγενῶν, ἀνδρείᾳ δὲ καὶ χειρῶν ἰσχύϊ μηδενὶ εἴκων τῶν ἐπ' ἀλκῇ καὶ ῥώμῃ μεγαλαυχουμένων ἀνδρῶν. ἐπεὶ δὲ ἱκανὸν ὁ Βάρδας περὶ αὑτὸν ἑώρα στίφος συνεῤῥυηκὸς, ὡς οἷόν τε εἶναι καὶ εἰς συνασπισμὸν ἀῤῥαγῆ παρατάττεσθαι, ἐξ ἀντιπάλου τε διαμιλλᾶσθαι τοῖς ἀντιπίπτουσι, τὸ μελαμβαφὲς παραιτησάμενος πέδιλον, τὸ ἐρυθρὸν παραυτίκα μετημφιάσατο, καὶ Ῥωμαίων αὐτοκράτωρ ἀναφανδὸν ἀνεῤῥήθη πρὸς τῶν συστασιωτῶν. χρημάτων οὖν διανομὰς ὑπισχνεῖτο, καὶ ἀξιωμάτων παρεῖχε τιμὰς, ταξιάρχους καὶ στρατηγοὺς προβαλλόμενος, ἀρχάς τε τὰς εὐκλεεῖς, ὅσας καὶ βασιλεὺς εἰώθει τοῖς εὔνοις φιλοτίμως προτείνεσθαι. συνεκρότει δὲ τὴν ἀποστασίαν καὶ Λέων 114 Κουροπαλάτης, ὁ τοῦ Βάρδα τοκεὺς, ἐς μὲν τὴν νῆσον Λέσβον φρουρούμενος, διὰ Στεφάνου δὲ, τοῦ ἐπισκόπου Ἀβύδου, τοῖς Μακεδόσι χρήματα καὶ τιμὰς ὑπισχνούμενος, καὶ δέχεσθαι αὑτὸν ἐκ τῆς νήσου ἀναγόμενον προτρεπόμενος, καὶ συνεπιτίθεσθαι, καὶ συνεργάζεσθαι αὑτῷ τὴν τοῦ Ἰωάννου τῶν ἀνακτορίων καθαίρεσιν.