παραδείσου, νῦν δὲ καὶ τῆς γῆς ἐπιβασκαίνων ἐξάγειν πειρᾶται. Ὑμεῖς μὲν οὖν δοκεῖτέ μοι οἴεσθαι, ὅτι πλέον τοῦ δέοντος τὸν λόγον ἐξέτεινα· ἐγὼ δὲ καὶ περὶ τοὺς ἄλλους λόγους τὸν Φωκίωνα μεμιμημένος, ὃς δὴ ἐκκόπτειν εἰώθει τὸν οἰκεῖον λόγον ἀεί, ἐνταῦθα καὶ μᾶλλον ἐμιμησάμην. τὰς γὰρ τῶν προτεθέντων θεωρίας ἀπείρους οὔσας ἐς τὸ βραχὺ συνήγαγον, οὐδὲν ἧττον ἢ Ἰσαῖος ὁ σοφιστὴς ὁ Ἀσσύριος, ὃς δή, ἐν περιόδοις ἀεὶ τὰς ἐννοίας ὑπολαμβάνων, ἐς ὀλίγας συλλαβὰς ταύτας συνέκλειεν. ἔστωσαν οὖν ὑμῖν τὰ ἐκδεδομένα οἷον ὑπομνηματισμοί τινες κεφαλαιωδῶς τὰ διὰ πολλῶν τοῖς φιλοσόφοις ῥηθέντα ὑποτιθέντες. 20 Τοῦ αὐτοῦ περὶ ὑετοῦ, χαλάζης, χιόνος, πάχνης καὶ δρόσου Εἶτα δὴ καὶ περὶ πολλῶν ἐρωτῶν, ὧν ἕκαστον μακρᾶς δεῖται τῆς διηγήσεως, βούλει βραχεῖαν λαβεῖν τῶν ἠρωτημένων ἀπόκρισιν, ἵν' ὁμοῦ καὶ πολλὰ εἰδείης καὶ συμπεπερασμένα τῷ συνήθει μέτρῳ τοῦ γράμματος; πέντε γοῦν ὄντων περὶ ὧν ἠρωτήκεις, ὑετὸς μὲν καὶ χάλαζα καὶ χιὼν ἐν τῷ ἀπογείῳ μέρει τοῦ κάτω ἀέρος γίνεται, πάχνη δὲ καὶ δρόσος ἐν τῷ περιγείῳ συνίσταται, καὶ τὰ μὲν πρῶτα ἐπέτειά ἐστιν, τὰ δὲ ὕστερα διὰ πάσης ἡμέρας γίνεται. ὑετοῦ μὲν γὰρ καὶ χιόνος καὶ χαλάζης θέρους ἡ ὕλη ἀθροίζεται, χειμῶνος δὲ τὸ εἶδος αὐτῶν ἐπιγίνεται· δρόσου δὲ καὶ πάχνης ἡμέρας ἡ ὕλη σωρεύεται, ἐπιγίνεται δὲ τὸ εἶδος ἐν τῇ νυκτί. τούτων δὲ ποιητικὸν προσεχὲς ὁ ἥλιος αἴτιον, τῶν μὲν πρώτων τριῶν διὰ τὴν ἰδίαν κίνησιν, τῶν δὲ δευτέρων δυοῖν διὰ τὸ συμπεριφέρεσθαι τῷ παντί. καὶ αὖθις ὑλικὸν μὲν αὐτῶν αἴτιον ἡ ἀτμίς, ἡ δὲ ψῦξις ποιητικόν. ἡ δὲ γένεσις αὐτῶν αὕτη· τὸ περὶ τὴν γῆν ὕδωρ ταῖς ἡλιακαῖς ἀκτῖσι θερμαινόμενον ἱκανῶς ἐξατμίζεται καὶ ὑπέργειον γίνεται μετὰ καπνώδους ἀναθυμιάσεως. διττὸν γὰρ τὸ ἀναφερόμενον κάτωθεν, τὸ μὲν ἐξ ὑδάτων ἢ διύγρων χωρίων, τὸ δὲ ἀπὸ ξηρᾶς γῆς διακρινόμενον. καὶ τὸ μὲν ἀτμιδῶδες ὑγρὸν καὶ βαρύ, τὸ δὲ καπνῶδες κοῦφόν τε καὶ ξηρόν. καὶ μέχρι μέν τινος συμμέμικται ταῦτα κάτωθεν ἀνιόντα, εἶτα μέχρι πολλοῦ προϊόντα τὸ μὲν ἀτμιδῶδες ὑφίσταται, τὸ δὲ καπνῶδες πρὸς τὸ συγγενὲς ὑπέκκαυμα φέρεται. ἡ τοίνυν ἀτμὶς ἢ μετεωροτέρα γίνεται, ὑπὸ πλείονος ἀναφερομένη θερμότητος, ἢ μένει κάτω ποι τοῦ ἀέρος διὰ τὴν βραχύτητα τοῦ θερμοῦ. ἄνω μὲν οὖν γενομένη ἢ μεταβάλλεται καὶ ποιεῖ ὑετὸν καὶ ψεκάδα, ψεκάδα μὲν κατὰ μέρος, ἡνίκα ἐνεχθῇ, καὶ τῆς ἀλλοιώσεως γενομένης, ὑετὸν δὲ ἀθρόως τῆς ἀτμίδος εἰς ὕδωρ μεταβαλλούσης, ἢ πήγνυται καὶ ποιεῖ χιόνα· εἰ δὲ μεταβαλοῦσα εὐθὺς παγῇ, ἀποτελεῖ χάλαζαν. ἡ δὲ ἐν τῷ περιγείῳ τοῦ ἀέρος ὑποστᾶσα ἀτμὶς ἢ ἀλλοιοῦται καὶ μεταβάλλεται καὶ γίνεται τὸ ἀνάλογον τῷ ὑετῷ, φημὶ δὲ ἡ δρόσος, ἢ πήγνυται καὶ γίνεται ὁ παγετός, ὅστις ἀναλογεῖ τῇ χιόνι. τὸ δὲ ἀναλογοῦν τῇ χαλάζῃ οὐκέτι γίνεται ἐν τῷ περιγείῳ· οὐ γὰρ ἀλλοιουμένη πήγνυται διὰ τὸ μὴ εἶναι πολὺ τὸ ἐν τῷ μεταξὺ διάστημα· ὁ γὰρ κρύσταλλος οὐκ ἐξ ἀτμίδος οὐδ' ἐν ἀέρι, ἀλλ' ἐξ ὕδατος ἐν γῇ πηγνυμένου γίνεται. ἔστι δὲ ἡ μὲν ἐξ ὕδατος ἀναθυμίασις ἀτμίς, ἡ δ' ἐξ ἀέρος εἰς ὕδωρ νέφος· ἡ μὲν γὰρ ἀπὸ τοῦ ὕδατος εἰς ἀέρα μεταβολὴ διὰ μέσης ἀτμίδος γίνεται, ἡ δὲ ἀπὸ τοῦ ἀέρος εἰς ὕδωρ διὰ μέσου νέφους. ὃ δ' ἂν εὑρεθῇ ἄγονον ἐν τῇ νεφέλῃ καὶ μὴ δυνάμενον εἰς ὕδωρ μεταβληθῆναι, τοῦτο πίπτει κάτω καὶ ποιεῖ τὴν ὁμίχλην· ὅθεν καὶ εὐδίας ἡ ὁμίχλη σημαντική· ἔστι γὰρ ἡ ὁμίχλη νεφέλη ἄγονος· ὡς μὲν γὰρ ξηροτέρα, οὐ μεταβάλλει εἰς ὕδωρ, ὡς δὲ ψυχροτέρα, κάτω πίπτει· τὸ γὰρ ψυχρὸν κατωφόρον ἀεί. Καὶ ἡ μὲν πάχνη πηγνυμένης τῆς ἀτμίδος γίνεται, ἡ δὲ δρόσος ἀλλοιουμένης· καὶ ἡ μὲν πάχνη ἐν τοῖς ψυχροτάτοις χωρίοις γίνεται καὶ χειμῶνος, ἡ δὲ δρόσος ἐν τοῖς εὐκράτοις καὶ ἐν ἔαρι καὶ φθινοπώρῳ. ὅθεν δῆλον ὡς ψυχροτέρα μὲν ἡ πάχνη τῆς δρόσου, ψυχροτέρα δὲ τοῦ ὑετοῦ ἡ χιών, ψυχροτέρα δὲ καὶ χιὼν χαλάζης, εἴ τις ἀκριβῶς βούλοιτο κατανοεῖν. ἡ μὲν γὰρ χιὼν θερμοτέρου ὑποκειμένου πῆξίς ἐστι, φημὶ δὴ τῆς