συγγνώσεται καὶ αὐτὸς τῷ αὐτοῦ φοιτητῇ τῆς δο78 κούσης πρὸς ἐκεῖνον ἐναντιώσεως· καὶ ἥξουσιν ἡμῖν ἐνταῦθα πάλιν μαρτυρήσοντες ἄλλοι, ὁ φιλόσοφος Πρόκλος καὶ ὁ μέγας Συριανός, Πλωτῖνοί τε καὶ Ἰάμβλιχοι, ἄνδρες ὑπὲρ τὰ σώματα καὶ αὐτὸ δὴ τοῦτο νόες γυμνοί, καὶ σύμπαντες οἱ Πλατωνικοί. οὐχ ἧττον δὲ τούτων, εἰ μὴ καὶ μᾶλλον, ἡ ἀλήθεια μαρτυρεῖ. Τούτων οὕτω προωμολογημένων ἡμῖν ἴδωμεν εἰ δυνατὸν αὐξάνειν ἐστὶ τὴν ψυχὴν κατά τε Πλάτωνα καὶ Ἀριστοτέλην κατά τε τὴν τῶν πραγμάτων ἀλήθειαν. εἰ γὰρ τὸ αὐξάνον κινεῖται, κινηθήσεται ἡ ψυχή· εἰ δὲ τὸ κινούμενον σῶμα, σῶμα ἔσται καὶ ψυχή· οὗ τί ἂν γένοιτο ἀτοπώτερον; εἰ τοίνυν ἀσώματος ἡ ψυχή, οὐδὲ κινηθήσεται· εἰ δὲ τοῦτο, οὐδὲ αὐξηθήσεται. Ἔτι φησὶν ὁ Ἀριστοτέλης ἐν τῷ πρώτῳ τῶν Περὶ γενέσεως καὶ φθορᾶς οὑτωσὶ κατὰ ῥῆμα· «ἡ αὔξησις μεγέθους ἐπίδοσίς ἐστι»· καὶ εἰκότως, μεταβολὴ γάρ τίς ἐστιν εἰς τὸ μέγα ἐκ τοῦ μικροῦ. εἰ τοίνυν αὔξεται ἡ ψυχή, πάντως που καὶ μέγεθος ἕξει ἢ αὐτὴ ἔσται μέγεθος. ἀλλὰ τοῦτο ἄλλως τε ἄτοπον καὶ αὐτὸς πάλιν οὗτος ἐν τῷ πρώτῳ τῶν Περὶ ψυχῆς λόγων ἤλεγξε κραταιῶς. εἰ ἄρα ἀμεγέθης ἐστὶν ἡ ψυχή, οὐδὲ αὔξεται. Ἀλλ' εἰ δοκεῖ, καὶ ἄλλως τὸν λόγον περισκοπήσωμεν. εἰ αὔξεται ἡ ψυχή, αὔξεται καὶ τὸ σῶμα δέ, ὡς ἡ αἴσθησις μαρτυρεῖ, ἀνάγκη ἢ καθ' αὑτὸ τούτων ἑκάτερον αὔξειν καὶ ἀμφότερα δι' αὑτό (λέγω δὲ καθ' αὑτό τε καὶ δι' αὑτὸ τὸ μὴ δεῖσθαι τῆς θατέρου αὐξήσεως, ὡς διὰ τὸ θάτερον αὔξειν αὔξεσθαι καὶ αὐτό, ἀλλ' οὕτως ἔχειν ὡς εἰ μόνον ηὔξανε τοῦτο τοῦ ἑτέρου ἀναυξοῦς μένοντος)· ἢ ἀμφότερα διὰ τὸ λοιπόν, τουτέστι δι' ἄλληλα, ψυχὴν μὲν διὰ τὸ σῶμα, σῶμα δὲ διὰ τὴν ψυχήν· ἢ ὁμοῦ ἄμφω, καὶ δι' αὑτὸ καὶ διὰ τὸ ἕτερον· ἢ τὸ μὲν δι' αὑτό, τὸ δ' ἄλλο διὰ τὸ ἕτερον. ἀλλ' εἰ μὲν ἀμφότερα δι' αὑτά, οὐδὲν τῆς ἀλλήλων αὐξήσεως δεηθήσονται οὐδὲ ἐμποδισθήσονται πάντως ὑπὸ θατέρου θάτερον. εἰ δ' ἑκάτερον διὰ θάτερον, τὰ αὐτὰ ἔσται αἴτια καὶ αἰτιατά, καὶ κύκλῳ δι' ἀλλήλων ἀποδειχθήσονται καίτοι μὴ ταὐτὰ ἀλλήλοις ὄντα μηδ' ἀντιστρέφοντα, ἀλλὰ κἂν μὴ τὸ λοιπὸν αὔξῃ, τὸ ἕτερον αὐξηθήσεται, τοῦτο δὲ οὐδέτερόν ἐστιν οὐδετέρῳ συναύξεσθαι· οὐκ ἄρα, κἂν εἰ καθ' αὑτὴν αὔξῃ, τῷ σώματι συναυξηθήσεται ἡ ψυχή· ὅτι δὲ οὐδὲ καθ' αὑτό, δέδεικται πρότερον. εἰ δὲ καὶ δι' ἑαυτὰ καὶ δι' ἄλληλα, πότερον τὴν αὐτὴν καὶ μίαν αὔξησιν καὶ 79 δι' ἑαυτὰ καὶ δι' ἄλληλα, ἢ ἑτέραν δι' ἑαυτὰ καὶ ἑτέραν δι' ἄλληλα; εἰ μὲν τὴν αὐτὴν καὶ μίαν, πῶς καθ' αὑτὸ καὶ δι' ἕτερον; οὐ δύναται γὰρ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ τὰς ἀντικειμένας ἀναδέξασθαι σχέσεις· εἰ δὲ ἄλλην καὶ ἄλλην, λεγέτωσαν ἡμῖν οἱ τῷ δόγματι συνιστάμενοι τίς ἡ τῆς αὐξήσεως πρὸς ἀλλήλας διαφορά, καὶ τίς μὲν ἡ καθ' αὑτό, ποία δὲ ἡ διὰ τὸ ἕτερον· ἐγὼ μὲν γὰρ οὐδὲ πλάσαι δυνατὸν οἶμαι, εἰ δέ τινες ἔχοιεν λέγειν, ἡδέως ἀκούσαιμι. ὁ δέ γε Πλάτων καὶ Ἀριστοτέλης καὶ οἱ λοιποὶ φυσικοὶ οὕτω πάνυ παχεῖς ὡς ἔοικεν ἦσαν καὶ ἀφυεῖς, ὡς διττῆς αὐξήσεως οὔσης μίαν μὲν συνεωρακέναι, μίαν δὲ οὐ συνεγνωκέναι; καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τῶν δυεῖν τουτωνὶ περὶ ἑκάτερον θεωρουμένων τῶν ἡμετέρων μερῶν, σώματός τε καὶ ψυχῆς, τὴν μὲν περὶ τὸ σῶμα καὶ οὐδὲ ταύτην ὁλόκληρον συνιδεῖν, τὴν δὲ περὶ τὴν ψυχὴν ἀγνοῆσαι, ἕτερον τρόπον πεπονθότες ταὐτὰ τοῖς μεθύουσιν· οἱ μὲν γὰρ ὡς διπλοῦν ὁρῶσι τὸ ἕν, οἱ δὲ τὸ διπλοῦν κατεῖδον ὡς ἕν. εἰ μὴ τὸ τῆς μέθης ἴσως οἱ ταῦτα νῦν φυσιολογοῦντες πεπόνθασιν. εἰ δὲ τὸ μὲν δι' αὑτό, τὸ δ' ἄλλο διὰ τὸ ἕτερον, πότερον τὴν ψυχὴν ἐροῦμεν αὔξειν διὰ τὴν τοῦ σώματος αὔξησιν ἢ τὸ σῶμα διὰ τὴν τῆς ψυχῆς; εἰ μὲν γὰρ τὸ πρῶτον, τὸ χεῖρον ἔσται τοῦ κρείττονος αἴτιον καὶ τοῦ ἀσωμάτου τὸ σῶμα καὶ τοῦ ἀμερίστου τὸ μεριστόν. εἰ δὲ τὸ δεύτερον, πῶς τὴν ψυχὴν συναύξεσθαι λέγεις τῷ σώματι, δέον ἔμπαλιν λέγειν τὸ σῶμα τῇ ψυχῇ συναυξάνεσθαι; ὁρᾷς ὅπως πάντοθεν ὁ λόγος οὗτος πληττόμενος κίβδηλόν τι καὶ ἀδόκιμον ὑπηχεῖ; καὶ μὴν εἰ τὸ καθ' αὑτὸ