καὶ θρασύτητα ἐξειπεῖν, ἢ μᾶλλον-ἀλλὰ πῶς ἂν εἴποιμι περιπλέκων; -καὶ δισπουδασμένην ἐπιβουλήν, δι' ἣν μικροῦ δεῖν ἅπαντα ἂν διέφθαρτο καὶ ἠφάνιστο, οὐ λέγω γενομένου τοῦ ἀτοπήματος-μὴ οὕτω μανείην-ἀλλὰ τῆς δεσποτικῆς κεφαλῆς στρατηγησάσης αὖθις καὶ νέον συγκροτησάσης στρατόπεδον ἐπὶ τὴν σὴν σεβασμίαν καὶ ἱερὰν κεφαλήν; βούλει γοῦν καὶ τοῦτο τὸ μέγα κινῆσαι κεφάλαιον καὶ πάντα κατακλύσαι τὸν ἱερατικὸν σύλλογον; ἀλλά μοι ἔοικας οὐ πάνυ τι περὶ τούτου σπουδάζειν οὐδ' ἐντεῦθεν ἐθέλειν ἐπενεχθῆναι τῷ ἀρχιερεῖ καθαίρεσιν. ὡς δέ μοι δοκεῖς, οὐδ' ἂν ὅλως τὸ περὶ τούτου συνέδριον συνεκρότησας, εἰ μή σε ἡ περὶ τὸ θεῖον εὐλάβεια διῄρει καὶ κατεμέριζε καί σου τῶν μυελῶν καθήπτετο τῆς ψυχῆς, ὡς οὐκ ἀξίου τοῦ πατριαρχείου τυγχάνοντος τοῦ μεγάλου ἀρχιερέως καὶ θύματος, ἐφ' οἷς πρῶτον κατὰ θεοῦ ἠσέβηκεν, εἶτα δὴ καὶ κατὰ τῶν ἐκείνου ἁγίων λελύττηκεν. ἐπὶ τούτοις γὰρ τοὺς πολλοὺς τούτους καὶ θείους ἀρχιερεῖς συνηγήοχας καὶ ἁπλοῦν ἅμα καὶ γενναῖον ἐρώτημα ἐρωτᾷς· ὃ δὴ αὐτὸς ὑποκρινάμενος, ὥσπερ δή σοι καὶ πρὸς τἆλλα, τὴν ἐμὴν ὑπεκίνησα γλῶτταν. Τῶν συνειλεγμένων ὑμῶν πυνθάνομαι οὑτωσί· πότερον ὑμῖν δοκεῖ, τοιούτων ἐπενηνεγμένων τῷ ἀρχιερεῖ ἐγκλημάτων καὶ οὕτω διωμολογημένων, ἵνα μὴ ἀποδεδειγμένων ἐρῶ, ἀσεβείας, καθοσιώσεως, τυραννίδος, τῆς ἐπὶ τοὺς ἱεροὺς οἴκους παρανομίας, δεῖ τοῦτον αὖθις προσιέναι θεῷ καὶ τῷ βήματι καὶ τῶν θείων ἀξιοῦσθαι ἀδύτων καὶ μυστηρίων-καὶ συγχωρεῖτε πάντα τῷ ἀσεβήματι-ἢ τὴν καθαίρεσιν ὑποστῆναι καὶ τοῦ τῆς ἀρχιερωσύνης ἐκπεσεῖν ἀξιώματος; εἰ μὲν τὸ πρῶτον ἐρεῖτε, δότε μοι τὴν ὑμετέραν ψῆφον ἐν γράμμασιν, ἵν' ἔχοι ταύτην ἀπολογίαν ὁ βασιλεὺς πρὸς τὸν πρῶτον λόγον κρινόμενος καὶ πικρῶς περὶ τούτου ἐξεταζόμενος. καὶ ἀνεῴχθω πάλιν ἡ ἐκκλησία ταῖς Ἑλληνικαῖς συμμορίαις καὶ τοῖς χρησμοῖς καὶ τοῖς τρίποσιν, ἵν' ᾖ καὶ δεύτερον ἡμῖν πνεῦμα τοῦ πρώτου καὶ θείου ἀντίθετον. εἰ δ' οὐδεὶς ἂν ὑμῶν τοῦτο δοίη, θαρρούντως ἕκαστος ὑμῶν καὶ κοινῇ πάντες καθαίρεσιν τοῦ ἀρχιερέως ψηφίσασθε. ἐπὶ τούτοις εἴ τι ἄλλο τις φαίη, ὡς οὕτως ἢ ἐκείνως ἐχρῆν κατηγορεῖν καὶ ὡς χρὴ διδόναι τὸν κατηγοροῦντα τὴν περὶ τὸν λόγον ἀσφάλειαν καὶ τἆλλα, ψυχρὰ πάντα καὶ ἀσθενῆ. ἐγὼ μὲν γάρ, ὅστις δ' ἂν ὦ, τὴν τῶν ἁπάντων ὑπεκρινάμην φωνὴν καὶ αὐτὴν δὲ τὴν τοῦ κρατ οῦντος γλῶτταν ἡρμήνευκα. οὗτος δ' ἐστὶν ὁ περὶ τῆς δόξης διακρινόμενος καὶ τὴν τελευταίαν ταύτην ὑμῖν ἐπάγων ἐρώτησιν, δυσὶ καὶ ἀμέσοις διαλεγόμενος τμήμασιν, ἵνα θάτερον τῶν δυοῖν δοίητε καὶ μὴ πρὸς ἕτερον καταφύγητε. ὁ γοῦν λόγος τῶν μὲν ἐγκλημάτων ὑμᾶς ἀνέμνησε μόνων καὶ ὡσπερεὶ δεδομένων ἐκείνων διείλεκται πρὸς ὑμᾶς, ζητεῖ δὲ περὶ ὧν ἠρώτηκε· καὶ χρὴ ταῦτα διαλυσαμένους ὑμᾶς τῆς περὶ τὰ θεῖα φροντίδος ἀπαλλάξαι τὸν αὐτοκράτορα. Ἐγὼ δὲ καὶ πλείω ἔχων ἐρεῖν κατὰ τοῦ ἀρχιερέως ἐπέχω τὴν γλῶτταν. οὐ γάρ με καὶ ὁ πραότατος ἀφίησι βασιλεύς. δεῖ γὰρ καὶ κατηγοροῦντας ἐνίων φείδεσθαι, ἵνα μὴ φαίνοιντο ἐξ ἀπεχθείας μᾶλλον ἢ ἀληθείας τὴν κατηγορίαν ποιούμενοι. κἀγὼ γοῦν αὐτῷ πολλὰ τῶν ἀτοπωτέρων ἀπεκρυψάμην. καὶ οὔτε σοι τὸν πρῴην βίον διήλεγξα, ὦ θαυμάσιε σύ, οὔτε ὅθεν ἐπὶ τὴν ἀρχιερωσύνην ἐλήλυθας καὶ ἐφ' οἵοις τοῖς ἐπαγγέλμασιν οὔθ' ὁπόσα σοι μετὰ ταῦτα διαθρυλλεῖται. καὶ γὰρ οὐ τὰ πλείονά σοι τῶν ἀπορρήτων δεδημοσίευται νῦν, ἀλλά σοι χαριζόμενος ἀφῆκα μένειν, ὡς ἐτελέσθησαν. σὺ δέ μοι μὴ ἀπεχθάνου μηδὲ δυσμενῶς ἔχε, εἴ γέ σοι τοιοῦτον συνέδριον ὁ μὲν βασιλεὺς ἐνεστήσατο, ἐγὼ δὲ τὰς ἁπάντων συνειληφὼς φωνὰς ἐν μιᾷ τῇ ἐμῇ γλώττῃ ταυτηνὶ τὴν κατηγορίαν πεποίημαι. ἔδειξα γάρ σοι τοὺς σπίλους, ἵνα σαυτὸν ἀποπλύνειας. καὶ κρεῖσσον ἦν, ὦ βέλτιστε, ἐνταῦθα τῆς ἱερατείας πεσεῖν ἢ ἐκεῖσε τῆς βασιλείας. οὐ γὰρ καὶ θεὸν ἀπολλύεις ἀποτιθέμενος τὸ ἀξίωμα, ἀλλὰ δίκην