περὶ διαιρέσεως πραγμάτων ἐπικοίνων, ἡ περὶ πεκουλίου τε ἥ τε ἐκ διαθήκης ἡ ἰνστιτουτορία τε ἥ τ' ἐξκερκιτορία, ἡ κατὰ τοῦ προστήσαντος τινὰ ἐργαστηρίου καὶ κατὰ τοῦ προστήσαντος τινὰ ἐπὶ θαλάσσης, τὸ κούοδ λεγατόρουμ τε, ἰντέρδικτον τυγχάνον, ὁ οὖσος, ὁ οὐσούφρουκτος, ἄλλαι τ' ἀγωγαὶ πλεῖσται τῶν ὡσανεὶ τυγχάνουσι πᾶσαι συναλλαγμάτων. Αἱ δ' ἀγωγαὶ τῶν ὡσανεὶ πάλιν ἁμαρτημάτων, ἡ κατὰ τοῦ δικάσαντος καὶ παρηνομηκότος, ἡ κατὰ τοῦ συρρήξαντος ἔδικτον ἀναισχύντως, ἄλλαι τέ τινες ἀγωγαὶ καί τινες τῶν ἰν φάκτουμ. ∆έχου πάλιν διαίρεσιν τῶν ἀγωγῶν ποικίλην. τῶν ἀγωγῶν αἱ μέν εἰσιν ἀπὸ συναλλαγμάτων, αἱ δὲ πάλιν κατάγονται ἀπὸ ἁμαρτημάτων· αἱ μέν εἰσι πραγματικαί, αἱ δὲ κατὰ προσώπων· αἱ μέν εἰσι πίστει καλῇ, αἱ δέ εἰσί πως στρίκται· αἱ μὲν πρᾶγμα εἰσπράττουσιν, αἱ δὲ ποινήν, αἱ δ' ἄμφω· αἱ μὲν κινοῦνται εἰς τὸ πᾶν, αἱ δὲ εἰς μέρος μόνον· αἱ μὲν ἁπλοῦν εἰσπράττουσιν, αἱ δὲ διπλοῦν τριπλοῦν τε, αἱ δὲ καὶ τετραπλάσιον, αἱ δὲ καὶ πλέον τούτου, αἱ τούτων δὲ βαρύτεραι πρὸς τούτοις ἀτιμοῦσιν· αἱ μέν εἰσιν ἐπίκαιροι, τινὲς δὲ τῶν χρονίων, αἱ δὲ περιορίζονται τεσσαράκοντα χρόνοις, τινὲς δὲ διαβαίνουσι καὶ κατὰ κληρονόμων· αἱ μέν εἰσιν, ὡς λέγουσι, τούτων ἀρβιτραρίαι, ὁπότε τῆς δικαστικῆς ἤρτηνται μεσιτείας, ταῖς δὲ τῆς ὑπολήψεως τοῦ κρίνοντος οὐ μέλει. ἄλλη τε πλείστη πέφυκε διαίρεσις τῶν νόμων. Καὶ τοῦτο δέ μοι πρόσλαβε, τυγχάνον ἀναγκαῖον, ὡς οἱ κανόνες ἅπαντες τῶν νόμων, στεφηφόρε, ὑπόσαθροι τυγχάνουσι, ψεύδονται γὰρ ἐν μέρει. κανὼν δ' ἐστὶ τοῦ πράγματος συντετμημένος λόγος ὅπερ ὡς ὑποκείμενον τυγχάνει τῷ κανόνι· σφαλεὶς δ' ἐκπίπτει, δέσποτα, καὶ τοῦ ὑποκειμένου. τοὺς νόμους δὲ βουλόμενος πάντας σοι συνοψίζειν ὁριστικοῖς προσχρήσομαι ῥήμασι καὶ συντόμοις. δικαιοσύνη πέφυκε νέμησις τοῦ δικαίου. δίκαιον φυσικόν ἐστι κοινὸν πᾶσι τοῖς ζῴοις. τῶν νόμων ὁ μὲν ἔγγραφος, ὁ δ' ἄγραφος ὡς ἔθος. ἐλευθερία πέφυκεν ἄδεια φυσική τις, δουλεία δὲ ὑποταγὴ τυγχάνει δεσποτείας, ἥτις ὡς ἀδιάφορος ἄτομόν τι τυγχάνει. ἡ συμφορὰ δὲ τῆς μητρός, τουτέστιν ἡ πορνεία, οὐ βλάπτει τὸν ἐν τῇ γαστρί, στεροῦσα τῶν πατρῴων. οὐ σθένει τις ἐλευθεροῦν δανειστὰς περιγράφων. μετὰ τὴν ἥβην γράφειν τις δύναται διαθήκην· ἐλευθεροῦν δὲ δύναται ἑπτακαιδεκαέτης. τῶν παίδων ὑπεξούσιοι οἱ ἐκ νομίμων γάμων, οὗτοι γὰρ μόνοι νομικῶς ὑπείκουσι πατράσιν. εἴ τις ἐκ φίσκου λάβοι τι δωροῦντος βασιλέως ἢ συναλλάττων πρὸς αὐτόν, εὐθὺς τούτου δεσπόζει, ἐκεῖνος δὲ ἐνάγεται μέχρι τετραετίας. ἡ μόρτις καῦσα δωρεὰ ἔοικε τῷ λεγάτῳ. τὰ τῆς προικὸς ἀκίνητα οὐχ ὑποτίθησί τις οὐδὲ πιπράσκειν δύναται οὐδ' ἐκποιεῖν οὐδ' ὅλως. ἐκποίησιν ὁ πούπιλος πραγμάτων οὐ ποιεῖται, οὐδέ τι πράττειν δύναται χωρὶς τῶν ἐπιτρόπων. καὶ υἱὸς ὑπεξούσιος καὶ δοῦλος προσπορίζει, ὁ μέν γε τῷ δεσπόζοντι, ὁ δὲ τῷ φυτοσπόρῳ, κἂν μὴ τυγχάνωσιν αὐτοὶ τὴν πρᾶξιν ἐγνωκότες· υἱὸς δὲ δίχα τοῦ πατρὸς ἢ δοῦλος τοῦ δεσπότου οὐ δύναται κληρονομεῖν, ἀλλ' οὐδὲ ἀδιτεύειν. κἄν τις οὐσουφρουκτάριος ἡμῖν ἐστιν οἰκέτης, εἰσάγει τὸν προσπορισμόν, ὥσπερ ὁ βοναφίδε. ὁ φιδικομισάριος σὺν τῷ λεγαταρίῳ ὁλόκληρον διαδοχὴν οὐκ ἔχουσι δικαίου· ὁ κληρονόμος μόνος γὰρ τὸ δίκαιον τοῦτ' ἔχει. ἀγράφως διατίθεσθαι οὐκ εἴργουσιν οἱ νόμοι· οἰκειακοὺς δὲ μάρτυρας ἀθετοῦσιν εἰκότως. εἴ τις διάθοιτο τυχὸν τῶν ἐξεστρατευμένων, ἡ διαθήκη ἔρρωται εἰς ὁλόκληρον χρόνον καὶ μετὰ τὴν ἀθέτησιν τῆς προτέρας στρατείας· ὁ δ' ὑπεξούσιος υἱὸς οὐ ποιεῖ διαθήκας, κἂν ὁ πατὴρ κελεύσειε, χωρὶς τῶν κανστρεσίων. οὐκ ἀνατρέπει ἔκστασις προβᾶσαν διαθήκην. εἰ δέ τις ἐμμαγκίπατος, κόντρα ταβούλλας ἔχει. καὶ δοῦλον, εἴ τις βούλοιτο, ἐνιστᾷ κληρονόμον. οὐγκιασμοὶ δὲ δώδεκα μέτρον κληρονομίας. ὡς ὁ τεστάτωρ, δύναται οἰκέτης κληρονόμος. οὐδεὶς διατιθέμενος, εἰ μὴ ᾖ στρατιώτης, μέρει μὲν διατίθεται, μέρει δ' οὔ, τῆς οὐσίας. ἔστιν ὑποκατάστασις, οὕτω δὴ