ζητεῖν ἀποδείξεις. πῶς δ' οὐκ εὐλογώτερον, πάντων τῶν ἀνθρω πίνων πίστεως ἠρτημένων, ἐκείνων μᾶλλον πιστεύειν τῷ θεῷ; τίς γὰρ πλεῖ ἢ γαμεῖ ἢ παιδοποιεῖται ἢ ῥίπτει τὰ σπέρματα ἐπὶ τὴν γῆν, μὴ τὰ κρείττονα πιστεύων ἀπαντή σεσθαι, δυνατοῦ ὄντος καὶ τοῦ ἐναντία γενέσθαι, καὶ ἔστιν ὅτε γινομένου; ἀλλ' ὅμως ἡ περὶ τοῦ κρείττονα καὶ τὰ κατ' εὐχὴν ἀπαντήσεσθαι πίστις τολμᾷν πάντας ποιεῖ, καὶ ἐπὶ τὰ ἄδηλα καὶ δυνατὰ ἄλλως συμβῆναι. εἰ δὲ συνέχει τὸν βίον ἐν πάσῃ πράξει ἀδήλῳ, ὅπως ἐκβήσεται, ἡ ἐλπὶς καὶ ἡ περὶ τῶν μελλόντων χρηστοτέρα πίστις· πῶς οὐ μᾶλλον αὕτη παραληφθήσεται εὐλόγως τῷ πιστεύ οντι ὑπὲρ τὴν πλεομένην θάλασσαν καὶ γῆν σπειρομένην καὶ γυναῖκα γαμουμένην, καὶ τὰ λοιπὰ ἐν ἀνθρώποις πρά γματα, τῷ ταῦτα πάντα δημιουργήσαντι θεῷ, καὶ τῷ μετὰ ὑπερβαλλούσης μεγαλονοίας καὶ θείας μεγαλοφροσύνης τολμήσαντι τοῦτον τὸν λόγον παραστῆσαι τοῖς πανταχοῦ τῆς οἰκουμένης, μετὰ μεγάλων κινδύνων καὶ θανάτου νομι ζομένου ἀτίμου, ἃ ὑπέμεινεν ὑπὲρ ἀνθρώπων, διδάξας καὶ τοὺς ὑπηρετεῖσθαι τῇ διδασκαλίᾳ αὐτοῦ ἐν τῇ ἀρχῇ πει σθέντας, μετὰ πάντων κινδύνων καὶ τῶν ἀεὶ προσδοκω μένων θανάτων τολμῆσαι ἀποδημῆσαι πανταχοῦ τῆς οἰ κουμένης ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας; 18.4 Λεγέτω δὴ ἡμῖν ὁ τῇ πίστει χριστιανῶν ἐγκαλῶν, ποίοις ἀποδεικτικοῖς λόγοις ἠναγκάσθη παραδέξασθαι πολ λὰς γεγονέναι ἐκπυρώσεις καὶ πολλοὺς κατακλυσμούς· πάντων δὲ νεώτερον εἶναι κατακλυσμὸν μὲν τὸν ἐπὶ ∆ευ καλίωνος, ἐκπύρωσιν δὲ τὴν ἐπὶ Φαέθοντος. ἀλλ' ἐὰν προβάλληται τοὺς Πλάτωνος περὶ τούτων διαλόγους, φή σομεν αὐτῷ καὶ ἡμῖν ἐξεῖναι πιστεύειν ἐν καθαρᾷ καὶ εὐσεβεῖ ψυχῇ Μωσέως, πᾶν γενητὸν ὑπεραναβάντος καὶ τοῦ δημιουργοῦ τῶν ὅλων ἑαυτὸν ἐξαρτήσαντος, ἐμπεπολι τεῦσθαι πνεῦμα θεῖον, πολλῷ ἐναργέστερον Πλάτωνος καὶ τῶν παρ' Ἕλλησι καὶ παρὰ βαρβάροις σοφῶν τὰ τοῦ θεοῦ παραστήσαντος. εἰ δ' ἀπαιτεῖ ἡμᾶς λόγους τῆς τοιαύτης πίστεως, διδότω πρότερος περὶ ὧν αὐτὸς ἀναποδείκτως ἀπεφήνατο, καὶ ἑξῆς κατασκευάσομεν τὰ ἡμέτερα ταῦθ' οὕτως ἔχειν. 18.5 Ἔστωσαν δὲ τῷ Κέλσῳ τοῦ περὶ τῶν ἐκπυρώσεων καὶ ἐξυδατώσεων μύθου διδάσκαλοι οἱ κατ' αὐτὸν σοφώ τατοι Αἰγύπτιοι, ὧν τῆς σοφίας ἴχνη ἄλογα ζῶα προσ κυνούμενα καὶ λόγοι παριστάντες εὔλογον εἶναι καὶ ἀνα κεχωρηκυῖάν τινα καὶ μυστικὴν τὴν τοιαύτην τοῦ θείου θεραπείαν. κἂν μὲν Αἰγύπτιοι περὶ τῶν ζώων σεμνύνοντες ἑαυτῶν τὸν λόγον θεολογίας φέρωσι, σοφοί εἰσιν· ἐὰν δὲ ὁ τῷ Ἰουδαίων συγκαταθέμενος νόμῳ καὶ νομοθέτῃ πάντα ἀναφέρῃ ἐπὶ τὸν τῶν ὅλων δημιουργὸν μόνον θεὸν, ἥττων εἶναι παρὰ Κέλσῳ καὶ τοῖς ὁμοίοις αὐτῷ λογίζεται τοῦ μὴ εἰς λογικὰ μόνον καὶ θνητὰ ζῶα, ἀλλὰ καὶ εἰς ἄλογα κατά γοντος τὴν θεότητα, ὑπὲρ τὴν μυθικὴν μετενσωμάτωσιν, τὴν περὶ τῆς πιπτούσης ἀπὸ τῶν ἁψίδων τοῦ οὐρανοῦ ψυχῆς καὶ ἕως τῶν ἀλόγων ζώων, οὐ μόνον ἡμέρων ἀλλὰ καὶ ἀγριωτάτων, καταβαινούσης. καὶ ἐὰν μὲν Αἰγύπτιοι μυθολογῶσι, πιστεύονται πεφιλοσοφηκέναι δι' αἰνιγμῶν καὶ ἀπορρήτων· ἐὰν δὲ Μωσῆς ὅλῳ ἔθνει συγγράφων ἱστο ρίας καὶ νόμους αὐτοῖς καταλίπῃ, μῦθοι κενοὶ νομίζονται μηδ' ἀλληγορίαν ἐπιδεχόμενοι οἱ λόγοι αὐτοῦ. τοῦτο γὰρ Κέλσῳ καὶ τοῖς Ἐπικουρείοις δοκεῖ. 18.6 Εἶτ' ἐπεί φησιν ὁ Κέλσος αὐταῖς λέξεσιν· «Εἰ μὲν δὴ θελήσουσιν ἀποκρίνεσθαί μοι, ὡς οὐ διαπειρωμένῳ, πάντα γὰρ οἶδα,» καὶ τὰ ἑξῆς· λεκτέον δὲ πρὸς τό «πάντα γὰρ οἶδα,» ἀλαζονικώτατα ὑπ' αὐτοῦ ἀποτετολμημένον, ὅτι, εἴπερ ἀνεγνώκει μάλιστα τοὺς προφήτας, ὁμολογουμένων αἰνιγμάτων πεπληρωμένους καὶ λόγων τοῖς πολλοῖς ἀσα φῶν, καὶ εἰ ἐντετεύχει ταῖς εὐαγγελικαῖς παραβολαῖς καὶ τῇ λοιπῇ νόμου καὶ τῆς Ἰουδαϊκῆς ἱστορίας γραφῇ καὶ ταῖς τῶν ἀποστόλων φωναῖς, καὶ ἀναγνοὺς εὐγνωμόνως ἐβούλετο εἰσελθεῖν εἰς τὸν τῶν λέξεων νοῦν, οὐκ ἂν οὕτως ἐθρασύνετο, οὐδ' εἶπε· «πάντα γὰρ οἶδα.» ὡς οὐδ' ἡμεῖς οἱ τούτοις ἐνδιατρίψαντες εἴποιμεν ἄν· «πάντα γὰρ οἶδα»· φίλη γὰρ ἡ ἀλήθεια. οὐδεὶς ἡμῶν ἐρεῖ· πάντα γὰρ οἶδα τὰ Ἐπικούρου· ἢ θαρρήσει ὅτι πάντα οἶδε τὰ Πλάτωνος· τοσούτων οὐσῶν διαφωνιῶν καὶ παρὰ τοῖς διηγουμένοις αὐτά. τίς γὰρ οὕτω θρασὺς εἰπεῖν· πάντα γὰρ