Fragmenta in epistulam ad Romanos (in catenis) 470 Rο+m1,1 Προέταξε τὸ Παῦλος, μηδὲ διαίρειν στόμα ἄνευ τοῦ μεμνῆσθαι τῆς δεσποτικῆς εὐεργεσίας βουλόμ

 διακονίας μὲν τῆς ἐμῆς, τῆς δὲ ὑπουργίας τῆς ὑμετέρας· ἵνα γὰρ μὴ 472 ἀκούσαντες ὅτι χαρίσματος ἔτι εἰσὶν ἐνδεεῖς, καὶ ὅτι δέονται στηριχθῆναι, ἔτι δυ

 καρποφορία. ἀλλ' οὕτω μὲν ταῦτα. Ἔστι δὲ καὶ μὴ καθ' ὑπερβατὸν τὸ χωρίον ἐκλαβομένους, ἀλλ' ὡς ἔχει τάξεως, παρειληφότας τοιοῦτον ἐν αὐτῷ θηρᾶσαι τὸν

 ζωὴ ἀληθινὴ τῷ δικαίῳ τὸ θάλλειν καὶ ἀναζῆν ἐν τῇ κτήσει τῶν ἀρετῶν, ὁ δίκαιος, φησίν, ἤτοι ὁ σπουδαῖος ἐκ πίστεως ζήσεται τὴν κατὰ τὰς ἀρετὰς ζωήν· ζ

 ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ τοσούτων ἀγαθῶν ἡμῖν προξενοῦν. Τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, καλυπτόντων, γνώμης πονηρίᾳ ἐπισκοτιζόντ

 ἧς οὐκ ἔστιν οὐδ' ἄξιον ὄνομα εὐπορῆσαι. ἀλλ' ὅτι μὲν ἀπὸ τῆς τοῦ κόσμου κτίσεως ἡ ἀΐδιος τοῦ θεοῦ δύναμις καὶ θειότης καθορᾶται, καὶ ὅτι γνόντες τὸν

 τὰ παράνομα καὶ συνέτρεχον τοῖς πράττουσιν, καὶ ἐπειδ' ἄν τις ἁλοὺς ὑπό τινος ἐπὶ κρίσιν ἤγετο, αὐτοὶ ἐκαθέζοντο καὶ κατέκρινον ἐκεῖνον οὗ τὰ ἴσα αὐτο

 διὸ καὶ μείζονος ἄξιοι ἀποδοχῆς, καὶ μείζονα τὸν ἔλεγχον κατὰ τῶν μετὰ νόμου ἁμαρτανόντων ἐπάγονται. εἶτα ἐπειδὴ οὐ πάντες οἱ χωρὶς νόμου ἀγαθοεργοῦσι

 νόμον εἶπον ἀλλὰ τὰ δικαιοῦντα μόνα, ἅμα σοφῶς ὑπεμφαίνων ὅτι οὐ πάντα τὰ ἐν τῷ νόμῳ ἦσαν δικαιοῦντα, ἀλλὰ τὰ μὲν δικαιώματα ἦσαν καὶ ἐδικαίουν ὅσα συ

 δικαιοσύνης αὐτοῦ σαυτὸν ἔλεγες αἴτιον; τοῦτο γὰρ οἶμαι δηλοῦν αὐτὸν διὰ τοῦ εἰπεῖν· ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον; ἀντὶ τοῦ πῶς αὐτὸν δίκαιον ἔλε

 παραβαίνοντες, κἄν τε τῶν ἀκροβύστων εἶεν, κἄν τε τῶν ἐνπεριτόμων, τὴν ὁμοίαν τιμωρίαν ἑαυτοῖς ἐπισπάσονται. ὥστε οὐ μάχεται τὸ οὐδὲν προεχόμεθα καὶ τ

 σάρκα ἐν ὑπερβατῷ κεῖται. ἡ δὲ κατὰ φύσιν ἀλλὰ μὴ κατὰ σχῆμα ἑρμηνεία τοῦ λόγου· τί οὖν ἐροῦμεν Ἀβραὰμ εὑρηκέναι τὸν κατὰ σάρκα ἡμῶν πατέρα; πρὸς Ἰουδ

 κοινὸς ἐπιγνωσθῇ καὶ ἀνακηρυχθῇ πατήρ· τῶν μὲν ἀκροβύστων ὡς ἐν τῇ ἀκροβυστίᾳ καὶ πιστεύσας καὶ δικαιωθείς, τῶν δὲ ἐμπεριτόμων ὡς καὶ αὐτὸς περιτμηθεὶ

 πεφανέρωται καὶ ἑξῆς, καὶ δεῖ ἐπισκοπεῖν. δυνατὸν δὲ ταῦτα καὶ ἄλλαις ἐπιβολαῖς διασαφῆσαι, ὡς εἴρηται ἐν τῷ πλάτει. Rο+m4,17 Κατέναντι· ἐναντίον, ἐνώ

 γὰρ μυριάκις ἀποθάνοι, οὐ μέγα εἰσήνεγκεν· ὑπὲρ γὰρ εὐεργέτου, ὑπὲρ ἐραστοῦ, ἀλλ' οὐχ ὑπὲρ ἐχθρῶν καὶ πολεμίων ὡς ἐκεῖνος ἔπαθεν, καὶ ἡμῶν ἕκαστος πάσ

 περιθέμενοι. οὐ χρὴ τοιγαροῦν ἐν δισταγμῷ τὴν ἐλπίδα τῶν ἐπηγγελμένων ἔχειν, ἀλλὰ βεβαίαν καὶ ὡς παρόντων τῶν ἀγαθῶν, οὕτω καὶ χαίρειν καὶ δοξάζειν τὸ

 μήν γε νόμον εἰσαχθέντα ῥητῶς παραβαίνοντες. καὶ οἱ μὲν μέχρι Μωϋσέως οὕτως ἡμάρτανον, ἀπὸ δὲ Μωϋσέως μέχρι τῆς παρουσίας Χριστοῦ καθ' ὁμοιότητα τῆς τ

 ἀπόστολος ἐν τούτοις, ἀλλὰ σαφῶς λίαν καὶ διηκριβωμένως ἀλληλουχεῖ καὶ ἐντάττει τῶν κεφαλαίων τὴν δύναμιν. ἔστιν 499 οὖν τὸ μὲν ἀλλ' οὐχ ὡς τὸ παράπτω

 ὁ ἐν ταῖς ἁμαρτίαις παλαιωθείς. οὗτος οὖν βαπτιζομένων ἡμῶν συσταυροῦται Χριστῷ καὶ ἀποθνήσκει, καὶ ἀνερχόμεθα ἀπὸ τοῦ βαπτίσματος καινοὶ καὶ πρόσφατο

 ἀλγυνόμενοι καὶ ἄκοντές τι πράττομεν, τὸ τῆς τυραννίδος καὶ δουλείας ὄνομα τιθέναι. οὕτω γοῦν καὶ ὁ Παῦλός φησιν ὅτι κατ' ἄνθρωπον λέγω τὸ ἐδουλώθητε

 ἀπατήσασα, ἐργασαμένη δὲ τὴν ἐπιθυμίαν ἀπέκτεινέ με. ἔστιν οὖν ἡ ἀπάτη αἰτία τῆς ἐπιθυμίας, ἡ δὲ ἐπιθυμία τοῦ θανάτου· τὴν δὲ ἀπάτην εἰργάσατο διὰ τῆς

 ἀλλ' ὁ κρατηθεὶς καὶ κυριευθεὶς ὑπὸ τῆς ἁμαρτίας. αὐτὸς δὲ ἐμφαντικώτερόν φησιν· ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία· ὥσπερ γὰρ ὁ τὴν οἰκίαν ἐνοικῶν ἐκεῖνο

 ἐπιτίθεται τὸ κακόν. συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ· ὥστε κατὰ τοῦτο συμφωνεῖ μοι καὶ τρόπον τινὰ συμμαχεῖ, εἰ καὶ ἀσθενῶς ἔχει βοηθῆσαι· ἀντιστρατευο

 οὕτω λέγων· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς καὶ ἑξῆς. αὐτὸς δὲ ἐπειδὴ κοινὰ οἶδε τὰ τῆς εἰς ἡμᾶς οἰκονομίας ἔργα τοῦ Χριστοῦ, τὸ πνεῦμά φησι συμμαρτυρεῖ

 λόγων ἀποροῦμεν, μή τί γε ἔργων ἀμοιβῆς· τοσαύτη ἐστὶν ἄφατος αὐτοῦ ἡ περὶ ἡμᾶς χάρις. εἶτα ὥσπερ πόρισμα λαβὼν ἐντεῦθέν φησιν· εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τ

 τὸ ἀγαπᾶν τὸν Χριστὸν οὕτως ὥστε μήτε διὰ κολάσεως μήτε δι' ὑποσχέσεως πάσης ἀφίστασθαι τῆς ἀγάπης αὐτοῦ, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον οὕτως ὥστε τὴν σωτ

 εἶτα ἑξῆς λέγει καὶ τὰς αἰτίας. Αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι. αὐτὸς ἐγώ· οὐχ ἑτέρους, φησίν, ὑμῶν προτιμῶμαι εἰς τὸ προσελθεῖν τῷ Χριστῷ, ἀλλ' οὐδὲ ἐμὲ αὐτ

 πλασμάτων καὶ δούλων, μὴ τὰς αἰτίας ἀπαιτεῖν τὸν δημιουργὸν καὶ δεσπότην, ἀλλ' ἐπὶ πᾶσι τοῖς γινομένοις εὐχαριστεῖν αὐτῷ, κἂν οὐ κατείληφε τοὺς λόγους

 κοινὸν ὑπάρχον τοῖς ὁπωσδήποτε δημιουργοῖς λίαν ἐστὶν ἄτοπον καὶ ἀσεβὲς ἀφαιρεῖν ἀπ' αὐτοῦ. τί οὖν ἐστι τοῦτο; οὐδὲν τῶν δημιουργημάτων τὸν οἰκεῖον δη

 ἔργων; Λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ. ὁ μὲν Μωϋσαϊκὸς νόμος ἐδόθη προδιατυποῦντος θεοῦ καὶ προδιαγράφοντος τὸν τῆς χάριτος, τὸν δὲ εὐ

 τῶν πραγμάτων δείκνυσιν. Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην. ἀπαιτεῖς λόγους, διὰ τί εἰς σπέρμα Ἀβραὰμ οἱ οὐκ ἐκ περιτομῆς λογίζονται, φησίν· διὰ τί

 ματαιοπονοῦντος λαβεῖν δι' ἔργων ὃ προῖκα παρέσχεν ἡ χάρις. Ἢ οὕτως· εἰ χάριτι, φησίν, οὐκέτι ἐξ ἔργων, ἐπεὶ εἰ συγχωρηθῇ τὸ ἐξ ἔργων, ἀνῄρηται ἡ χάρι

 ἀγωνίζεσθαι· εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καὶ ἑξῆς, τοῦτ' ἔστιν εἰ καὶ τούτων ἐλλειπόντων ὅμως κατηλλάγη ὁ θεὸς τῷ κόσμῳ, καὶ τὸ μεσότοιχον ἤρθη τῆς παλαιᾶς

 αὐτὸς ὅμως εὐεργετῶν καὶ ἐλεῶν οὐ διαλιμπάνει. καὶ δῆλον ἐκ τοῦ καὶ τότε ἐλεεῖσθαι τοὺς Ἰουδαίους ἀπειθούντων τῶν ἐθνῶν, καὶ νῦν ἐλεεῖσθαι τὰ ἔθνη ἀπε

 παραδεδομένης ἡμῖν ἀπὸ τοῦ νόμου διδασκαλίας, διὰ τοῦτο ἐπάγει· ἀλλὰ μεταμορφοῦσθε, τοῦτ' ἔστιν ὅτι δεῖ ὑμᾶς κατὰ τὸ θέλημα τοῦ θεοῦ πολιτεύεσθαι. πολ

 τοιαῦτα, ἀπειρίαν αὐτὸν τῶν τοιούτων ἔχειν ἐξ ὧν οὐδ' αὐτοὶ συνίσασιν, ὑπολαμβάνουσιν. εἰ δ' αὖ πάλιν τούτοις διὰ παντὸς ἐχρῆτο, ὁ ἀποστολικὸς χαρακτὴ

 κἀντεῦθεν, φησίν, ὑποτασσόμενος, οὐ μόνον ὅτι ἐντολὴν πληροῖς, ἀλλ' ὅτι καὶ τὸν θεὸν τιμᾷς, τιμῶν τὴν ὑπ' αὐτοῦ τεταγμένην ἐξουσίαν καὶ τὸν ταύτην χει

 καὶ διὰ τοῦτο μάλιστα· διὰ ποῖον; εἰδότες τὸν καιρόν, ὅτι συντέτμηται ὁ τῆς ζωῆς ἡμῶν χρόνος, καὶ δεῖ ἡμᾶς εἰ καὶ ἐκαθεύδομεν μηδὲν πράττοντες, ὡς ἐξ

 ἡμέραν κυρίῳ φρονεῖ, καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν κυρίῳ οὐ φρονεῖ. τοῦτο φανερὸν ἐκ τοῦ προειρημένου ἡμῖν ὅτι τοῦτο λέγει, ὅτι ὁ κρίνων καὶ λογιζόμενος

 τοῦτο τὸ μὴ βλασφημεῖσθαι τὸ ἀγαθὸν ὑμῶν, ἱκανόν ἐστιν εἰς τὸ πεῖσαι ὑμᾶς, τὴν ἔριν εἰς ἀγάπην καὶ ὁμόνοιαν διαλῦσαι· οὐ γάρ ἐστι τούτῳ παρορᾶν τὰ τῆς

 πᾶσάν τε τὴν οἰκουμένην πληρώσας διὰ τῶν πιστῶν. Rο+m15,13 Ὁ δὲ θεὸς τῆς ἐλπίδος. ἐλπίδος ἐστί, φησί, θεὸς ὁ θεὸς ἡμῶν, ὥστε καλῶς ἐπεύχομαι ὑμᾶς· ἐλπ

 καὶ ὡς ὁ Πέτρος φησὶν ὅτι αὐτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος· καὶ ὅτι τὴν κρίσιν πᾶσαν ὁ υἱὸς ἔχει· καὶ πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπ

 

καὶ ὡς ὁ Πέτρος φησὶν ὅτι αὐτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος· καὶ ὅτι τὴν κρίσιν πᾶσαν ὁ υἱὸς ἔχει· καὶ πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος καὶ τὰ ὅμοια. Τίς δέ ἐστιν οὗτος ὁ Ἰησοῦς Χριστός; ὁ ἐξ ἀρχῆς μὲν συνὼν τῷ πατρί, φανερωθεὶς δὲ νῦν. πῶς φανερωθείς; τοῦ μυστηρίου, φησίν, ἀποκαλυφθέντος· ἐν χρόνοις γὰρ αἰωνίοις τοῦτο σεσιγημένον ὑπῆρχε μόνῳ τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ πνεύματι γινωσκόμενον, νῦν δὲ τοῦ μυστηρίου ἀποκαλυφθέντος εἰς πάντα τὰ ἔθνη ἐφανερώθη ὁ Χριστός, υἱὸς ὢν τοῦ θεοῦ καὶ θεὸς ὁμοούσιος. ἀλλὰ πῶς ἐφανερώθη; διὰ τῶν προφητῶν, διὰ τῶν γραφῶν αὐτῶν. καὶ πόθεν οὗτοι ἐλάλησαν καὶ ἔγραψαν; ἐπιτάττοντος καὶ ἐμπνέοντος αὐτοῖς τοῦ παναγίου πνεύματος· τοῦτο γὰρ αἰώνιον θεὸν καλεῖ, τοῦτ' ἔστιν ἄχρονον. τί οὖν τὸ ἔργον τῶν προφητικῶν γραφῶν ἃς διὰ τοῦ πνεύματος ἐλάλησαν; γνωρισθῆναι τὸν Χριστὸν πᾶσιν ἔθνεσιν. πῶς; ὑπακουσάντων αὐτῶν τῇ πίστει διὰ τῶν εὐαγγελισαμένων αὐτοῖς ταύτην, ὧν τὸ πλεῖστον μέρος ὁ τοῦ Παύλου 543 δρόμος καὶ τὸ εὐαγγέλιον ἤνυσεν. ἔχεις οὖν κἀνταῦθα τὴν τριάδα συναπτομένην· διὰ μὲν τοῦ σοφῷ θεῷ τὸν πατέρα, διὰ δὲ τοῦ Ἰησοῦ Χριστοῦ δηλονότι τὸν υἱόν, διὰ δὲ τοῦ κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ τοὺς προφήτας προφητεῦσαι τὸ ἅγιον πνεῦμα. καὶ ὅρα τῆς ὡς ἀληθῶς ὑψηλῆς καὶ οὐρανοδρόμου διανοίας Παύλου τὸ ὀξυωπές· ἐπεὶ γὰρ ὡς ἐπίπαν τὸ μὲν σοφὸν εἶναι τὸ πνεῦμα οὐ προσίσταταί τισιν, τὸ δὲ ἄχρονον εἶναι προσίσταται τοῖς πολλοῖς, ἤμειψε ταῦτα. καὶ τὸ μὲν ὃ προὔστη ἄν τισιν, εἰ μὴ Παῦλος ἐβόα, τίθησιν ἐπὶ τοῦ πνεύματος αἰώνιον θεὸν καλῶν· τὸ δὲ ὃ καὶ μὴ μαρτυροῦντος εὔληπτον νομίζειν ἐπὶ τοῦ πνεύματος, τοῦτο τίθησι μηδὲν δεδιὼς ἐπὶ τοῦ πατρός, σοφὸν ἀποκαλῶν. οὐ γὰρ ἐδεδίει, μή τις ἀφαιρήσῃ τῶν πολλῶν ἢ τὸ σοφὸν ἀπὸ τοῦ πνεύματος ἢ τὸ αἰώνιον ἀπὸ τοῦ πατρός, τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ υἱοῦ· τὸ γὰρ χρόνοις αἰωνίοις καὶ τὸ φανερωθέντος τὸ ἄχρονον κηρύσσει τοῦ υἱοῦ, περὶ ὃ προσκόπτειν ἔμελλόν τινες, τοῦτο προθεραπεύων. ὥσπερ οὖν ῥηθέντος τοῦ υἱοῦ καὶ τοῦ πνεύματος αἰωνίου καὶ τὸν πατέρα αἰώνιον ἡ ἀκολουθία δίδωσι νοεῖν, οὕτω σοφοῦ ῥηθέντος τοῦ πατρὸς καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα εἰκότως ἐν ἀρρήτῳ καὶ θεοπρεπεῖ σοφίᾳ νοηθεῖεν ἄν, καὶ οὔτε τὸ αἰώνιον τοῦ πατρὸς ἀφαιρεθείη, οὔτε τὸ σοφὸν τοῦ πνεύματος ἢ τοῦ υἱοῦ ἀποστερηθείη. καὶ τὸ εἰπεῖν δὲ τὸν θεῖον Παῦλον ἐπὶ τοῦ πατρὸς ἐνταῦθα σοφῷ συνάψαντα τὸ μόνῳ, τῆς ὡς ἀληθῶς ἦν τοῦ πνεύματος σοφίας καὶ τῆς ἐκεῖθεν χορηγουμένης Παύλῳ διανοίας· ἐν τούτῳ γὰρ τέθεικεν τὸ μόνῳ, ἐν ᾧ πᾶσίν ἐστι ἀναμφίβολον, καὶ τοῖς λίαν φιλονείκοις ὅτι ὁ υἱὸς καὶ τὸ πνεῦμα οὐκ ἀπεστέρηται τούτου. τί τοῦτο ποιήσας; ἵνα καὶ ἐν οἷς ἂν ἑτέροις θεοπρεπέσι νοήμασι καὶ ὀνόμασι τὸ μόνον ἐπισυναπτόμενον ἀκούσῃς, μὴ πρὸς ἀντιδιαστολὴν τοῦ υἱοῦ καὶ τοῦ πνεύματος τὴν φωνὴν ἐκλάβοις, ἀλλὰ πρὸς ἀντιδιαστολὴν μὲν τῶν ἄλλων ἁπάντων, ἕνωσιν δὲ καὶ συνάφειαν τῆς μοναρχικῆς τριάδος· ὁ γὰρ ἐνταῦθα τοῦτο νοεῖν φανερῶς ὑποτιθεὶς καὶ ἐπὶ τῶν παραπλησίων τὴν αὐτὴν ὑπόληψιν ἔχειν διακελεύεται. ἤκουσας σοφὸν τὸν πατέρα· καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα συνεξάκουσον σοφόν. αἰώνιον εἶπον τὸν υἱὸν ἢ τὸ πνεῦμα· καὶ τὸν πατέρα οὕτω μοι νόησον. βασιλέα εἶπον τὸν πατέρα, δυνατόν, ἐξουσιαστήν· καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα οὕτω δοξάζειν σε χρή. μόνον εἶπον καλῶς, ἵνα τῇ μοναδικῇ τριάδι συντηρήσω τὸ ἐξαίρετον, οὐχ ἵνα σχίσας αὐτὴν ἀφαιρήσω τὸ ἀξίωμα. μόνον ὅταν συνάψω, τἄλλα πάντα διαστέλλω, ἐκείνην δὲ μᾶλλον διὰ τοῦ μόνον ἑνοποιῶ, τῆς φυσικῆς σχέσεως οὐ μερίζων τὸ ἀδιάστατον, ἀλλὰ συσφίγγων ταῖς τῶν ἀκροατῶν διανοίαις τὴν ἑνότητα. 544 Rο+m16,27b Τὸ ᾧ παρέλκεται. τὸ ᾧ ἡ δόξα πρὸς τὰ τρία ἀκουστέον, ὡς τὸ τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι μόνῳ σοφῷ θεῷ, καὶ ὡς τὸ κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ, καὶ ὡς τὸ διὰ Ἰησοῦ Χριστοῦ· τῆς τριάδος γὰρ διὰ τούτων δηλουμένης καὶ τῇ τριάδι τὴν δόξαν ἤνεγκεν.