τὸν λόγον πρὸς τὰς δευτέρας, ὃν τὸ θεῖον πρὸς τὸ νοερὸν καὶ τοῦτο πρὸς τὸ ψυχικόν· καὶ αἱ ποσότητες τῶν κατωτέρω πλείους· τὸ γὰρ πορρώτερον τοῦ ἑνὸς πλῆθος μᾶλλόν ἐστι καὶ τὸ ἐγγύτερον ἧττον. 204 Πᾶσα θεία ψυχὴ πολλῶν μὲν ἡγεῖται ψυχῶν ἀεὶ θεοῖς ἑπομένων, πλειόνων δὲ ἔτι τῶν ποτὲ ταύτην τὴν τάξιν δεχομένων. θείαν μὲν γὰρ οὖσαν, πάντων ἡγεμονικὴν τάξιν εἰληχέναι δεῖ καὶ πρωτουργὸν ἐν ταῖς ψυχαῖς (καὶ γὰρ τὸ θεῖον ἐν πᾶσι τοῖς οὖσιν ἡγεῖται τῶν ὅλων)· οὔτε δὲ τῶν ἀεὶ ἑπομένων μόνον ἑκάστην ἄρχειν οὔτε τῶν ποτὲ μόνον. εἰ μὲν γὰρ τῶν ποτὲ ἑπομένων ἡγοῖτό τις μόνων, πῶς ἡ συναφὴ ταύταις ἔσται πρὸς τὴν θείαν ψυχήν, πάντῃ διαφερούσαις καὶ μήτε νοῦ προσεχῶς μετεχούσαις μήτε πολλῷ πλέον θεῶν; εἰ δὲ τῶν ἀεὶ ἑπομένων, πῶς μέχρις ἐκείνων ἡ σειρὰ προῆλθεν; ἔσται γὰρ οὕτως ἔσχατα τὰ νοερὰ καὶ ἄγονα, καὶ τελειοῦν ἄλλα καὶ ἀνάγειν οὐ πεφυκότα. ἀνάγκη ἄρα πάσης ψυχῆς θείας πρώτως μὲν ἐξηρτῆσθαι τὰς ἀεὶ ἑπομένας ψυχὰς καὶ κατὰ νοῦν ἐνεργούσας καὶ εἰς νόας ἀνηγμένας μερικωτέρους τῶν θείων νόων, δευτέρας δὲ τὰς μερικὰς καὶ διὰ τούτων μέσων νοῦ μετέχειν καὶ τῆς θείας ζωῆς δυναμένας· διὰ γὰρ τῶν ἀεὶ μετεχόντων τῆς κρείττονος μοίρας τὰ ποτὲ μετέχοντα τελειοῦται. καὶ αὖ πάλιν πλείους εἶναι περὶ ἑκάστην ψυχὴν θείαν τὰς ποτὲ ἑπομένας ψυχὰς τῶν ἀεὶ ἑπομένων· ἡ γὰρ τῆς μονάδος δύναμις κατὰ τὴν ὕφεσιν εἰς πλῆθος ἀεὶ πρόεισι, τῇ μὲν δυνάμει λειπόμενον, τῷ δὲ ἀριθμῷ πλεονάζον. ἐπεὶ καὶ ἑκάστη ψυχὴ τῶν ἀεὶ θεοῖς ἑπομένων πλειόνων ἡγεῖται μερικῶν ψυχῶν, μιμουμένη τὴν θείαν ψυχήν, καὶ πλείους ἀνέλκει ψυχὰς εἰς τὴν πρωτουργὸν μονάδα τῆς ὅλης σειρᾶς. πᾶσα ἄρα θεία ψυχὴ πολλῶν μὲν ἡγεῖται ψυχῶν τῶν ἀεὶ θεοῖς ἑπομένων, πλειόνων δὲ ἔτι τῶν ποτὲ τὴν τάξιν ταύτην δεχομένων. 205 Πᾶσα ψυχὴ μερικὴ τοῦτον ἔχει τὸν λόγον πρὸς τὴν θείαν ψυχήν, ὑφ' ἣν τέτακται κατ' οὐσίαν, ὃν τὸ ὄχημα αὐτῆς πρὸς τὸ ἐκείνης ὄχημα. εἰ γὰρ κατὰ φύσιν ἡ διανομὴ τῶν ὀχημάτων ἑκάσταις, ἀνάγκη πάσης μερικῆς ψυχῆς ὀχήματι τοῦτον εἶναι τὸν λόγον πρὸς τὸ ὄχημα τῆς ὅλης, ὅς ἐστιν αὐτῆς πρὸς ἐκείνην. ἀλλὰ μὴν ἡ διανομὴ κατὰ φύσιν· τὰ γὰρ πρώτως μετέχοντα αὐτοφυῶς συνῆπται τοῖς μετεχομένοις. εἰ οὖν ὡς ἡ θεία πρὸς τὸ θεῖον σῶμα, οὕτως ἡ μερικὴ πρὸς τὸ μερικόν, αὐτῷ τῷ εἶναι μετ εχομένης ἑκατέρας, καὶ τὸ ἐξ ἀρχῆς ἀληθές, ὅτι καὶ τὰ ὀχήματα ταῖς ψυχαῖς τὸν αὐτὸν ἔχει πρὸς ἄλληλα λόγον. 206 Πᾶσα ψυχὴ μερικὴ κατιέναι τε εἰς γένεσιν ἐπ' ἄπειρον καὶ ἀνιέναι δύναται ἀπὸ γενέσεως εἰς τὸ ὄν. εἰ γὰρ ποτὲ μὲν ἕπεται θεοῖς, ποτὲ δὲ ἀποπίπτει τῆς πρὸς τὸ θεῖον ἀνατάσεως, νοῦ τε καὶ ἀνοίας μετέχει, δῆλον δὴ ὅτι παρὰ μέρος ἔν τε τῇ γενέσει γίνεται καὶ ἐν τοῖς θεοῖς ἔστιν. οὐδὲ γὰρ <τὸν ἄπειρον οὖσα χρόνον ἐν σώμασιν ἐνύλοις ἔπειτα ἕτερον τοιοῦτον χρόνον ἔσται ἐν τοῖς θεοῖς, οὐδὲ> τὸν ἄπειρον οὖσα χρόνον ἐν τοῖς θεοῖς αὖθις ὅλον τὸν ἐφεξῆς χρόνον ἔσται ἐν τοῖς σώμασι· τὸ γὰρ ἀρχὴν χρονικὴν μὴ ἔχον οὐδὲ τελευτήν ποτε ἕξει, καὶ τὸ μηδεμίαν ἔχον τελευτὴν ἀνάγκη μηδὲ ἀρχὴν ἔχειν. λείπεται ἄρα περιόδους ἑκάστην ποιεῖσθαι ἀνόδων τε ἐκ τῆς γενέσεως καὶ τῶν εἰς γένεσιν καθόδων, καὶ τοῦτο ἄπαυστον εἶναι διὰ τὸν ἄπειρον χρόνον. ἑκάστη ἄρα ψυχὴ μερικὴ κατιέναι τε ἐπ' ἄπειρον δύναται καὶ ἀνιέναι, καὶ τοῦτο οὐ μὴ παύσεται περὶ ἁπάσας τὸ πάθημα γινόμενον. 207 Πάσης μερικῆς ψυχῆς τὸ ὄχημα ἀπὸ αἰτίας ἀκινήτου δεδημιούργηται. εἰ γὰρ ἀϊδίως ἐξήρτηται τῆς χρωμένης αὐτῷ ψυχῆς καὶ συμφυῶς, ἀμετάβλητον ὂν κατ' οὐσίαν, ἀπ' αἰτίας ἀκινήτου τὴν ὑπόστασιν ἔλαχε· τὸ γὰρ ἐκ κινουμένων αἰτίων γεγονὸς μετα βάλλει πᾶν κατὰ τὴν οὐσίαν. ἀλλὰ μὴν πᾶσα ψυχὴ ἀΐδιον ἔχει σῶμα, τὸ πρώτως αὐτῆς μετέχον· ὥστε καὶ ἡ μερικὴ ψυχή. καὶ τὸ αἴτιον ἄρα τοῦ ὀχήματος αὐτῆς ἀκίνητόν ἐστι, καὶ διὰ τοῦτο ὑπερκόσμιον. 208 Πάσης μερικῆς ψυχῆς τὸ ὄχημα ἄϋλόν ἐστι καὶ ἀδιαίρετον κατ' οὐσίαν καὶ ἀπαθές. εἰ γὰρ ἐξ ἀκινήτου προῆλθε δημιουργίας καὶ ἔστιν ἀΐδιον, ἄϋλον ὑπόστασιν ἔχει καὶ ἀπαθῆ. τὰ γὰρ πάσχειν κατὰ τὴν οὐσίαν πεφυκότα καὶ μεταβάλλει καὶ ἔνυλα πάντα ἐστί, καὶ ἄλλοτε ἄλλως ἔχοντα τῶν κινουμένων αἰτίων ἐξήρτηται· διὸ καὶ