42
νικώμενος περιστά σεων. Κἂν διαφύγω δὲ τῶν ἔργων τὴν μαρτυρίαν, ῥύπου με παντὸς ἀναπιμπλῶσιν οἱ λογισμοί. ∆ιὰ τοῦτο ἱκετεύω σε τὸν καθᾶραι δυνάμενον, καὶ βοῶ· "Ἀπὸ τῶν κρυφίων μου καθάρισόν με." ιδʹ. "Καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου." Οὐ γὰρ μόνον με οἱ λογισμοὶ κυκλοῦσιν, ἀλλὰ καὶ τῶν δαιμόνων τὸ στίφος πολιορκεῖ· καὶ οἱ μὲν ἔξωθεν ἐπιβουλεύουσιν, οἱ δὲ συμπράττουσιν ἔνδο θεν. Εἰκότως δὲ αὐτοὺς ἀλλοτρίους ὠνόμασεν, ὡς δυσμενεῖς καὶ πολεμίους, καὶ παντελῶς ἀρνησα μένους τὴν πρὸς ἡμᾶς οἰκειότητα. "Ἐὰν μή μου κατακυριεύσουσι, τότε ἄμωμος ἔσομαι· καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγά λης. [ιεʹ] Καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου, καὶ ἡ μελέτη τῆς καρδίας μου ἐν ώπιόν μού ἐστι διαπαντός." Τῆς δὲ σῆς ἐπικου ρίας ἀπολαῦσαι ποθῶ· ἵνα τὰς τούτων ἐπιβουλὰς διαδρὰς, μώμου σοι παντὸς ἐλευθέραν τὴν ψυχὴν παραστήσω· καὶ τῶν προεπταισμένων παρὰ σοῦ λαβὼν τὴν συγγνώμην, αἰώνιόν σοι προσενέγκω τὴν ὑμνῳδίαν, τῶν σῶν λογίων διηνεκῆ τὴν μελέτην ποιούμενος. ∆ιὰ τούτων μέντοι τὴν καινὴν διαθή 80.1000 κην προαγορεύει, καὶ τοῦ βαπτίσματος τὴν χάριν, καὶ τὴν τοῦ παναγίου Πνεύματος δωρεάν· ὑφ' ἧς καὶ τῶν προεπταισμένων τὴν ἄφεσιν λαμβάνουσιν οἱ πιστεύοντες· καὶ εἰς τὸν ἔπειτα χρόνον ἱκανὴν βοήθειαν ἔχοντες, καὶ τῶν ἐπανισταμένων παθῶν καὶ τῶν ἐπιβούλων καὶ πονηρῶν περιγίνονται πνευμάτων. Τούτοις ἐπιφέρει· "Κύριε βοηθέ μου, καὶ λυτρωτά μου." Ἁρμόδιον τῷ ψαλμῷ τὸ ἀκροτελεύτιον τεθει κὼς, Κύριον μὲν ἐκάλεσεν ὡς ποιητὴν καὶ δημιουργόν· λυτρωτὴν δὲ, ὡς διὰ τῆς παλιγγενέ σεως τοῦ παναγίου βαπτίσματος, τῆς μὲν προτέ ρας ἐλευθεροῦντα φθορᾶς, καὶ τῆς τῶν δαιμόνων δουλείας λυτρούμενον, ἀφθαρσίαν δὲ καὶ ἀθανασίαν δωρούμενον· καὶ ταῦτα δὲ κἀκεῖνα ὁ ψαλμὸς περι έχει, καὶ τὰ μὲν πρῶτα τὴν δημιουργίαν διδάσκει καὶ πρόνοιαν· τὰ δὲ μέσα, τὸν νόμον· τὰ δὲ τελευ ταῖα, τὴν χάριν. "Παραπτώματα γὰρ, φησὶ, τίς συνήσει; καὶ ἀπὸ τῶν κρυφίων μου καθάρισόν με, Κύριε, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου·" καὶ, "Κύριε βοηθέ μου, καὶ λυτρωτά μου." Τούτων δὲ τῶν ἀγαθῶν χορηγὸς ἡ καινὴ διαθήκη.
ΕΡΜΗΝ. ΤΟΥ ΙΘʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, ψαλμὸς τῷ ∆αβίδ." Τοῦ Σεν ναχηρεὶμ ἐπιστρατεύσαντος τῇ
Ἰουδαίᾳ ποτὲ, καὶ στρατιὰν μεγίστην εἰς πολιορκίαν τῆς Ἱερουσαλὴμ ἀποστείλαντος, ἧς ἐστρατήγει Ῥαψάκης, καὶ γράμματα τῷ Ἐζεκίᾳ πέμψαντος βλασφημίας ἁπά σης καὶ δυσσεβείας μεστά· ὁ μακάριος Ἐζεκίας, ἀνὴρ εὐσεβείᾳ πάσῃ κοσμούμενος, ταύτην λαβὼν τὴν ἐπιστολὴν, καὶ τὸν προφήτην Ἡσαΐαν εἰς συν ηγορίαν παραλαβὼν, ἔδραμεν εἰς τὸν θεῖον νεὼν, καὶ τὴν ἐπιστολὴν ἀναπτύξας, ὑπέδειξε τῷ Θεῷ, τὴν τῶν πολεμίων διδάσκων ἀσέβειαν, καὶ παρακα λῶν τῆς γεγενημένης ἕνεκα βλασφημίας δεῖξαι τοῖς Ἀσσυρίοις τὴν οἰκείαν ἰσχύν. Ταῦτα πρὸ πολλῶν γενεῶν ὁ μακάριος προαγορεύει ∆αβὶδ, ὑπὸ τοῦ παναγίου φωτιζόμενος Πνεύματος, καὶ τὸν παρόντα λέγει ψαλμὸν, τὸν λαὸν ὑποδεικνὺς τῷ βασιλεῖ συνευχόμενον, καὶ παρακαλοῦντα δεκτὴν αὐτοῦ γενέσθαι τὴν ἱκετείαν. βʹ, γʹ. "Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως· ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ. Ἐξαποστείλαι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλά βοιτό σου." Ἐπειδὴ γὰρ εἰς τὸν θεῖον νεὼν ἔδραμεν ὁ θαυμάσιος Ἐζεκίας τὴν βλάσφημον κατέχων ἐπι στολὴν, ἱκετεύουσι δεχθῆναί τε αὐτοῦ τὴν ἱκετείαν, καὶ τῆς ἐκεῖθεν ἐπικουρίας τυχεῖν. Ἅγιον ἐνταῦθα τὸν νεὼν προσηγόρευσεν. 80.1001 δʹ. "Μνησθείη Κύριος πάσης θυσίας σου· καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω." Ἐπειδὴ καὶ ἐν τῷ τῆς εἰρήνης καιρῷ τῆς θείας ἐπεμελεῖτο λατρείας, εἰκότως ταῦτα περὶ αὐτοῦ διεξίασι, παρακαλοῦντες τὸν τῶν ὅλων Θεὸν ἀπιδεῖν εἰς τὴν τοῦ βασιλέως εὐσέβειαν· καὶ τῶν πολλῶν καὶ παντοδαπῶν ἱερείων μνησθῆναι, καὶ δοῦναι πάλιν εἰρήνην, ἵνα πλείοσιν αὐτὸν