42
πρότερον εὐδοκίᾳ θεοῦ τοῦ τε ἁγιωτάτου πατριάρχου τῶν τε εὐσεβῶν ἡμῶν δεσποτῶν, δῆλον ὅτι ὄντος αὐτοῦ οἰκονόμου καὶ τὴν τιμὴν ἔχοντος εὐθὺς παραυτίκα καὶ συλλειτουργοῦμεν καὶ συγκοινωνοῦμεν καὶ χειροτονούμεθα, μηδὲν ἐπιζητοῦντες περὶ τῆς ἐν τοῖς τρισὶ χρόνοις τούτοις συλλειτουργίας αὐτοῦ οἰκονομίας χάριν, οὐ διὰ φόβον, ἀλλὰ διὰ τὸ κοινωφελὲς καὶ σωτήριον. Σιγάτωσαν γὰρ αἱ ψευδοκατήγοροι γλῶτται, κατὰ τῆς εἰρήνης τοῦ θεοῦ κινούμεναι, ὅτι, ἐπὰν εἰρχθῇ τῆς ἱερουργίας ὁ οἰκονόμος, ἐπιδραξόμεθα αἰτίας κατενεγκεῖν τὸν ἀρχιερέα ἡμῶν, ὡς ἤδη τῷ καθηρημένῳ συλλειτουργήσαντα, ἔπειτα τὸν προηγησάμενον ἁγιώτατον πατριάρχην. χείλη δόλια, τὰ λαλοῦντα τὰ τοιαῦτα, ἀνθρώπων συκοφαντῶν καὶ φθονερῶν τὸ δρᾶμα καὶ μὴ θελόντων εἰς ἴασιν ἐλθεῖν τὸ προσπεσὸν ὄφλημα τῇ ἐκκλησίᾳ. οὐδαμῶς, μὴ γένοιτο. καὶ τὸν πατριάρχην τὸν προηγησάμενον καὶ ἐδεξάμεθα καὶ δεχόμεθα, διὸ καὶ ἕως θανάτου συνεκοινωνοῦμεν αὐτῷ, καὶ τὸν νυνὶ ἁγιώτατον ἀρχιερέα καὶ ἐδεξάμεθα καὶ δεχόμεθα· ἐπὶ τούτῳ γὰρ καὶ ἀναφέρομεν καθεκάστην. ὁ οἰκονόμος εἰρχθῇ τῆς ἱερουργίας ὁ τὸν μοιχὸν στεφανώσας καί, ὡς προδεδηλώκαμεν, συλλειτουργοῦμεν αὐτῷ, εἰ κελεύει, ἐπὶ τῆς καθολικῆς ἐκκλησίας, ἕκαστος κατὰ τὴν οἰκείαν ἡμῶν τάξιν. καὶ εἰ τοῦτο γένηται, χαρὰ ἐν οὐρανοῖς, εἰρήνη ἐν τῇ καθ' ἡμᾶς ἐκκλησίᾳ τοῦ θεοῦ· τὸ σχίσμα ὑποχωρεῖ, ἡ ὁμόνοια ἀναλάμψειεν τρανῶς, ὁ ἀρχιερεὺς ἡμῶν στεφανωθήσεται τοῖς ἐπαίνοις καὶ τοσοῦτον, ὡς διαδοθῆναι αὐτοῦ τὸ ἐγκώμιον ἕως γενεᾶς, οἱ κράτιστοι ἡμῶν βασιλεῖς σὺν τοῖς πολυτιμήτοις αὐτῶν διαδήμασι καταστεφανωθήσονται τῇ ἀγγελικῇ εὐφημία, οἱ ἱερεῖς ἐνδύσονται δικαιοσύνην, ἔτι μᾶλλον οἱ ὅσιοι, τὸ μοναδικὸν λέγω τάγμα, ἀγαλλιάσει ἀγαλλιάσονται. ὁ δεσπότης ἡμῶν οἷον καὶ ἡλίκον λήψῃ τὸ βραβεῖον, τί δεῖ λέγειν; καὶ τί μᾶλλον οὐ γενήσεται; τί τερπνὸν οὐκ εἰσαχθήσεται; εἴπωμεν καὶ τοῦτο, ὅτι καὶ αὐτὸς ὁ οἰκονόμος εὐφημηθήσεται καὶ δοξασθήσεται καὶ κληρονομήσει διὰ τοῦτο μέγα ἔλεος καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι· ἡμεῖς τε οἱ ἁμαρτωλοὶ ἐσόμεθα ὑποπίπτοντες καὶ προσκυνοῦντες καὶ ὑπερευχαριστοῦντες, ἔργῳ καὶ λόγῳ τὰ δέοντα ὡς ἀρχιερεῖ ὑπὲρ πάντα ἄνθρωπον κατὰ τὸ ὀφειλόμενον συνεισφέροντες. πρὸς δὲ πίστωσιν τῶν εἰρημένων ποιούμεθα τὸν λόγον ἔγγραφον διὰ πλάτους, ὅτι μετὰ τὴν παῦσιν τῆς ἱερουργίας, καθὰ τὸ πρότερον, ἐὰν μὴ εὐθὺς εἰσέλθωμεν καὶ κοινωνήσωμεν, ὡς προγέγραπται, ἔστω ἡ ψῆφος καθ' ὑμᾶς, εἴ τι βούλεσθε, καὶ μὴ ἐξὸν ἔτι λαλεῖν ἡμᾶς περὶ τῆς ὑποθέσεως. καὶ ἰδοὺ οὐκ ἄνθρωπος, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ὁ δι' ἡμῶν ἕλκων καὶ συνωθῶν καὶ παρακαλῶν σε. 33 {1Λέοντι πάπᾳ Ῥώμης Τῷ ἁγιωτάτῳ καὶ κορυφαιοτάτῳ πατρὶ πατέρων Λέοντι τῷ δεσπότῃ μου ἀποστολικῷ πάπᾳ Θεόδωρος ἐλάχιστος πρεσβύτερος καὶ ἡγούμενος τῶν Στουδίου.}1 Ἐπειδήπερ Πέτρῳ τῷ μεγάλῳ δέδωκε Χριστὸς ὁ θεὸς μετὰ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν καὶ τὸ τῆς ποιμνιαρχίας ἀξίωμα, πρὸς Πέτρον ἤτοι τὸν αὐτοῦ διάδοχον ὁτιοῦν καινοτομούμενον ἐν τῇ καθολικῇ ἐκκλησίᾳ παρὰ τῶν ἀποσφαλλομένων τῆς ἀληθείας ἀναγκαῖον ἀναφέρεσθαι. τοῦτο τοιγαροῦν δεδιδαγμένοι καὶ ἡμεῖς οἱ ταπεινοὶ καὶ ἐλάχιστοι ἐκ τῶν ἀνέκαθεν ἁγίων πατέρων ἡμῶν, ἐπεὶ ὑπήρχθη τις καὶ νῦν καινοτομία ἐν τῇ καθ' ἡμᾶς ἐκκλησίᾳ, καὶ πρότερον μὲν διὰ μέσου τοῦ εὐλαβεστάτου ἀρχιμανδρίτου, ἤγουν τοῦ ἀδελφοῦ καὶ συνδούλου ἡμῶν Ἐπιφανίου, καὶ νῦν διὰ τοῦ εὐ τελοῦς ἡμῶν γραμματείου ὀφειλόμενον ἡγησάμεθα τῷ ἀγγέλῳ τῆς κορυφαίας σου μακαριότητος ταύτην ἀνενεγκεῖν. Γέγονε τοίνυν, ὦ θειοτάτη τῶν ὅλων κεφαλῶν κεφαλή, κατὰ τὸν προφήτην Ἱερεμίαν σύνοδος ὡς ἀληθῶς ἀθετούντων καὶ συνέδριον μοιχωμένων. ὅπερ γὰρ ἐκεῖσε διὰ τῆς εἰδωλικῆς ἐκπορνεύσεως λέλεκται, τοῦτο ἐνταῦθα διὰ τῆς μοιχοζευκτικῆς ἐπικυρώσεως δέδεικται· ἀμφότεροι γὰρ τὸν αὐτὸν Κύριον ἠθετήκασιν, οἱ μὲν διὰ τῆς νομικῆς, οἱ δὲ διὰ τῆς εὐαγγελικῆς παραβάσεως. καί γε οὐ μέχρι τούτου ἔστησαν,