42
Πρόκλον χειροτονεῖ ἐπίσκοπον Κυζίκου· ὅν τινα οἱ Κυζικηνοὶ μὴ δεξάμενοι μοναχόν τινα παρὰ γνώμην Σισιννίου ∆αλμάτιον λεγόμενον χειροτονοῦσιν. ὁ δὲ Πρόκλος ἐκκλησίαν ἰδίαν μὴ ἔχων ἐν Κωνσταντινουπόλει προτροπῇ Σισιννίου ταῖς διδασκαλίαις ἦν διαπρέπων. Τῷ δ' αὐτῷ ἔτει ὁ κατὰ τῶν Χριστιανῶν διωγμὸς ἐν Περσίδι ἐπαύσατο. κβʹ. ιεʹ. ϛʹ. βʹ. ιβʹ. ιεʹ. ζʹ. Τούτῳ τῷ ἔτει Φίλιππος, πρεσβύτερος Σίδης, χριστιανικὴν ἱστορίαν συγγραψάμενος ἐν λϛʹ βιβλίοις πολλὰ καθάπτεται Σισιννίου διὰ τὸ προκριθῆναι τὸν Σισίννιον Φιλίππου εἰς τὴν ἐπισκοπὴν ἅμα καὶ Πρόκλῳ· εὐθὺς δὲ Σισίννιος ἐτελεύτησεν. 88 Κόσμου ἔτη εϠκγʹ. Τῆς θείας σαρκώσεως ἔτη υκγʹ Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη μβʹ. κγʹ. Περσῶν βασιλεὺς Οὐαραράνης ἔτη κʹ. ιϛʹ. Ῥώμης ἐπίσκοπος Κελεστῖνος ἔτη ιʹ. ζʹ. Κωνσταντ. ἐπίσκοπος Νεστόριος ἔτη γʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Πραΰλιος ἔτη κʹ. ιγʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κύριλλος ἔτη λβʹ. ιϛʹ. Ἀντιοχείας ἐπίσκοπος Ἰωάννης ἔτη ιηʹ. ηʹ. Τούτῳ τῷ ἔτει Σισιννίου, ἐπισκόπου Κωνσταντινουπόλεως, κοιμηθέντος, Νεστόριος τὴν ἐπισκοπὴν διαδέχεται Γερμανικεὺς τῷ γένει. ἅμα δὲ τῷ θρόνῳ ἐπέβη, παραυτίκα ἡ αὐτοῦ κακοπιστία, καὶ τὸ ἐν τοῖς δόγμασι διεστραμμένον φρόνημα ἐδείκνυτο. ὁμιλίαν γὰρ περὶ πίστεως ἐκδέδωκε τῷ ἑαυτοῦ συγκέλλῳ, κελεύσας αὐτῷ ταύτην ἐπ' ἐκκλησίας κηρῦξαι ἔχουσαν οὕτως· "θεοτόκον τὴν Μαρίαν καλείτω μηδείς· Μαρία γὰρ ἄνθρωπος ἦν, καὶ ὑπὸ ἀνθρώπου θεὸν τεχθῆναι ἀδύνατον." ταύτης ἐπελάβετο πρῶτον τῆς φωνῆς Εὐσέβιός τις, σχολαστικὸς τῆς βασιλικῆς Κωνσταντινουπόλεως, ὅθεν πολλοὶ τῶν Βυζαντίων ἐταράχθησαν. ὁ δὲ Νεστόριος τὸν λόγον κυρῶσαι σπεύδων πανταχοῦ τὴν θεοτόκον φωνὴν ἐξέβαλε ψιλὸν ἄνθρωπον λέγων τὸν κύριον. ἐν μιᾷ δὲ κυριακῇ προκαθημένου Νεστορίου, προτραπεὶς Πρόκλος τοῦ ἐξηγήσασθαι εἶπεν ὁμιλίαν εἰς τὴν θεοτόκον, ἧς ἡ ἀρχή· "παρθενικὴ πανήγυρις σήμερον, ἀδελφοί." τότε μισητὸς γενόμενος παρὰ πᾶσιν ὁ δυσσεβὴς Νεστόριος διὰ τῦφον καὶ κακοπιστίαν· εἶχε γὰρ καὶ Ἀναστάσιόν τινα, πρεσβύτερον Ἀντιοχέα, ὃν σφόδρα περιεποιεῖτο ὡς ὁμόφρονα, ἄνδρα τολμηρότατον, ἐπ' ἐκκλησίας βλασφημοῦντα τὴν ἀειπάρθενον θεοτόκον. τούτου δὲ Εὐσέβιος, ὁ τοῦ ∆ορυλαίου, πρῶτος κατεῖπεν. οὕτω δὲ διαπραττόμενος πολλοὺς θορύβους ἤγειρε καὶ ταραχάς. Τῷ δ' αὐτῷ ἔτει καὶ τὸ φοβερὸν θαῦμα τῶν ἁγίων ἑπτὰ παίδων ἐν Ἐφέσῳ γέγονεν, ἀναστάντων αὐτῶν διὰ ρπβʹ ἐτῶν. κδʹ. ιζʹ. ηʹ. βʹ. ιδʹ. ιζʹ. θʹ. Τούτῳ τῷ ἔτει μαθὼν Κύριλλος, ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος, τὰς τοῦ Νεστορίου βλασφημίας γράφει αὐτῷ παρακαλῶν καὶ νουθε89 τῶν ὡς ἀδελφὸν ἀπέχεσθαι τῶν διεστραμμένων αὐτοῦ δογμάτων καὶ τῆς ὀρθῆς ἀντέχεσθαι πίστεως. ὁ δὲ Νεστόριος ἀνταπέστειλεν ὑβρίζων ἅμα καὶ βλασφημῶν. τότε Κύριλλος γράφει τῷ πάπᾳ Ῥώμης Κελεστίνῳ τὰ περὶ Νεστορίου καὶ τὰ πρὸς αὐτὸν γραφέντα παρὰ Νεστορίου βλάσφημα κατάδηλα αὐτῷ ποιεῖ. τότε Κελεστῖνος γράφει Νεστορίῳ ὁρίσας αὐτῷ ἡμερῶν ιʹ προθεσμίαν, ἵνα παύσηται τῶν βλασφημιῶν καὶ μετανοήσῃ· ἐπιμένοντα δὲ τῇ κακοδοξίᾳ μηκέτι εἶναι αὐτὸν κοινωνικὸν ἱερέα. γράφουσι δὲ ὁμοίως Κελεστῖνός τε καὶ Κύριλλος Ἰωάννῃ, τῷ ἀρχιεπισκόπῳ Ἀντιοχείας, καὶ Ἰουβεναλίῳ τῶἹεροσολύμων περὶ Νεστορίου καὶ τῆς κατ' αὐτὸν αἱρέσεως. Ἰωάννης δὲ γράφει Νεστορίῳ συμβουλεύων αὐτῷ ἀποστῆναι τῆς αἱρέσεως, ὑπομνήσκων αὐτὸν τὸ τοῦ ἀποστόλου ῥητὸν τό· "ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικός." γνοὺς δὲ ὁ Νεστόριος, ὅτι οὐκ ἀνέχονται οἱ πατριάρχαι παρασιωπῆσαι οὕτω τεταραγμένων τῶν ἐκκλησιῶν, παρεσκεύασε τὸν βασιλέα γράψαι σάκραν πρὸς Κύριλλον πλήρη στιγμάτων, καὶ δοκῶν αὐτὸν ἐκ τούτου κτυπεῖν, μᾶλλον διήγειρεν. διαναστὰς γὰρ γράφει τῷ βασιλεῖ καὶ ταῖς τούτου ἀδελφαῖς περί τε τῆς ὀρθῆς πίστεως καὶ τῆς Νεστορίου κακοδοξίας, ἅμα καὶ αἰτούμενος σύνοδον οἰκουμενικὴν γενέσθαι εἰς τὸ