1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

43

συλλειτουργοῦ ἡμῶν Ἀθανασίου παρόντων αὐτῶν τὴν ἀκρόασιν γενέσθαι εἰδότες ὅτι καὶ ἑνὸς μόνου ἐχθροῦ παρουσία, 77.3 μήτιγε πολλῶν, ταράττειν καὶ βλάπτειν δύναται τὴν ἀκρόασιν. οἴδατε γὰρ καὶ ὑμεῖς αὐτοὶ τὴν ἔχθραν αὐτῶν, ἣν οὐ πρὸς ἡμᾶς μόνον ἐσχήκασιν, ἀλλὰ καὶ πρὸς πάντας τοὺς ὀρθοδόξους, ὅτι διὰ τὴν Ἀρείου μανίαν καὶ τὴν ἀσεβῆ διδασκαλίαν ἐκείνου κατὰ πάντων ἐπιφύονται καὶ πᾶσι συσκευάζονται. ἐπειδὴ δὲ θαρροῦντες ἡμεῖς τῇ ἀληθείᾳ δεῖξαι τὴν συκοφαντίαν τὴν κατὰ τῆς ἐκκλησίας ὑπὸ τῶν Μελιτιανῶν γινομένην ἠθε λήσαμεν, οὐκ οἴδαμεν πῶς οἱ περὶ Εὐσέβιον ταράττειν τὰ παρ' ἡμῶν λεγόμενα ἐπει ρῶντο καὶ ἐπὶ πολὺ ἐσπούδαζον τὰ παρ' ἡμῶν λεγόμενα ἐκβάλλεσθαι, τοῖς μὲν ἀκεραίως δικάζουσιν ἀπειλοῦντες, τοὺς δὲ καὶ ὑβρίζοντες, μόνον ἵνα τὸ καθ' ἡμῶν σπουδαζόμενον 77.4 αὐτοῖς γένηται. καὶ ἴσως ἡ ἔνθεος ὑμῶν εὐλάβεια, κύριοι τιμιώτατοι, ἠγνόει τὴν γενομένην παρ' αὐτῶν συσκευήν, ἀλλὰ νῦν νομίζομεν φανερὰν γεγενῆσθαι αὐτήν. ἰδοὺ γὰρ φανερῶς αὐτοὶ τὴν συσκευὴν ἐνεδείξαντο. τοὺς γὰρ ἐξ αὐτῶν ὑποπτευομένους ἀποστεῖλαι ἠθέλησαν εἰς τὸν Μαρεώτην, ἵνα ἀπόντων ἡμῶν καὶ ἐνταῦθα μενόντων τοὺς 77.5 μὲν λαοὺς ταράξωσιν, ἃ δὲ βούλονται διαπράξωνται. εἶδον γὰρ ὅτι οἱ Ἀρειο μανῖται καὶ Κολλουθιανοὶ καὶ Μελιτιανοὶ ἐχθροὶ τῆς καθολικῆς ἐκκλησίας εἰσί· διὰ τοῦτο ἐσπούδασαν ἀποστεῖλαι τούτους, ἵνα παρόντων ἐχθρῶν καττύσωσι καθ' ἡμῶν, ἃ βού λονται. καὶ γὰρ οἱ ἐνταῦθα Μελιτιανοὶ ἀπέστειλαν ἐξ ἑαυτῶν τινας καὶ πρὸ τεσσά ρων μὲν ἡμερῶν ὥσπερ εἰδότες τοῦτο τὸ σκέμμα γιγνόμενον ἔσεσθαι, καθ' ἑσπέραν δὲ δύο βηριδαρίους πρὸς τὸ καὶ ἀπὸ τῆς Αἰγύπτου Μελιτιανοὺς συναγαγεῖν εἰς τὸν Μαρεώτην, διὰ τὸ μὴ εἶναι ἐκεῖ μηδένα καθόλου, καὶ Κολλουθιανοὺς καὶ Ἀρειομανίτας ἀπὸ ἄλλων 77.6 τόπων καὶ καττῦσαι καθ' ἡμῶν αὐτοὺς λέγειν. οἴδατε γὰρ καὶ ὑμεῖς, ὅτι αὐτὸς Ἰσχύρας ὡμολόγησεν ἐφ' ὑμῶν οὐ πλέον ἑπτὰ συναγομένων ἔχειν. ἐπεὶ οὖν μετὰ τὸ αὐτοὺς κατασκευάσαι, ὅπερ βούλονται, καὶ ἀποστεῖλαι τοὺς ὑπόπτους ἠκούσαμεν ὅτι καθ' ἕκαστον ὑμῶν περιερχόμενοι ἀπαιτοῦσιν ὑπογραφὴν πρὸς τὸ δοκεῖν τῇ πάντων ὑμῶν σκέψει γεγενῆσθαι, τούτου ἕνεκεν γράψαι ὑμῖν ἠπείχθημεν καὶ ἐπιδοῦναι τόδε τὸ μαρτύριον, μαρτυρόμενοι μὲν ὅτι συσκευαζόμεθα καὶ πάσχομεν ὑπ' αὐτῶν καὶ δι' αὐτῶν ἐπιβουλήν, ἀξιοῦντες δὲ ὅπως ἐν νῷ λαβόντες τὸν τοῦ θεοῦ φόβον καὶ κατα γνόντες ὅτι χωρὶς ἡμῶν ἀπέστειλαν οὓς ἠθέλησαν, μὴ ὑπογράψητε, ἵνα μή, ἅπερ αὐτοὶ 77.7 καθ' ἑαυτοὺς καττύουσι, ταῦτα ὡς παρ' ὑμῶν γιγνόμενα λέγωσι. καὶ γὰρ πρέπει τοὺς ἐν Χριστῷ ἀνθρώπους μὴ εἰς ἀνθρώπινα βλέπειν, ἀλλὰ τὴν ἀλήθειαν πάντων προκρίνειν. καὶ μήτε ἀπειλὴν ᾗ χρῶνται πρὸς πάντας μήτε συσκευὴν φοβηθῆτε, ἀλλὰ 77.8 μᾶλλον τὸν θεόν. ἔδει γάρ, εἴπερ ἦν ὅλως ἀκόλουθον εἰς τὸν Μαρεώτην ἀποσταλῆναι, καὶ ἡμᾶς συμπαρεῖναι, ἵνα τοὺς μὲν ἐχθροὺς τῆς ἐκκλησίας ἐλέγξωμεν, τοὺς δὲ ξένους 77.9 ἀποδείξωμεν, καὶ καθαρὰ τοῦ πράγματος ἡ ἔρευνα γένηται. οἴδατε γὰρ ὅτι οἱ περὶ Εὐσέβιον ἐκάττυσαν ἐπιστολὴν ἐπιδοθῆναι ὡς ἀπὸ Κολλουθιανῶν καὶ Μελιτιανῶν καὶ Ἀρειανῶν γραφεῖσαν καθ' ἡμῶν, καὶ δῆλον ὅτι αὐτοὶ οἱ ἐχθροὶ τῆς καθολικῆς ἐκκλησίας οὐδὲν ἀληθὲς περὶ ἡμῶν, ἀλλὰ πάντα καθ' ἡμῶν λέγουσιν. ὁ δὲ νόμος τοῦ θεοῦ οὔτε 77.10 ἐχθρὸν μάρτυρα οὔτε κριτὴν εἶναι βούλεται. λοιπὸν ὡς ἐν ἡμέρᾳ κρίσεως λόγον μέλλοντες διδόναι λαβόντες τὸ μαρτύριον τοῦτο καὶ γνόντες συσκευὴν τὴν καθ' ἡμῶν γενομένην παρακληθέντες φυλάξασθε μηδέν τι καθ' ἡμῶν πρᾶξαι μηδὲ συνάρασθαι τῇ τῶν περὶ Εὐσέβιον σκέψει. καὶ γὰρ πάλιν οἴδατε, ὡς προείπομεν, ὡς ἐχθροί εἰσιν ἡμῶν, καὶ διὰ τί Εὐσέβιος ὁ τῆς Καισαρείας ἐχθρὸς γέγονεν ἀπὸ πέρυσιν. ἐρρῶσθαι ὑμᾶς εὐχόμεθα, κύριοι ποθεινότατοι.

78.1 Φλαβίῳ ∆ιονυσίῳ τῷ λαμπροτάτῳ κόμητι παρὰ τῶν ἐπισκόπων τῆς Αἰγύπτου καθολικῆς ἐκκλησίας τῶν ἐλθόντων εἰς Τύρον. 78.2 Οὐκέτι νομίζομεν τὴν