οἴνου θερμότητος ἡ ὄψις πυκνότερον πολλαπλασίονα τοῦ ἑνὸς φαντάζεται τὴν οὐσίαν· διαφέρει δ' οὐθὲν ἢ τὴν ὄψιν κινεῖν ἢ τὸ ὁρώμενον· ταὐτὸν γὰρ ἐξ ἀμφοῖν ἡ ὄψις πέπονθεν τῆς τοῦ ὑποκειμένου καταλήψεως διὰ τὸν σάλον ἀκριβῶς ἐφικέσθαι μὴ δυναμένη. Καὶ αἱ βάσεις καθάπερ ῥεύματι ὑποφέρονται λυγμοί τε καὶ ἔμετοι καὶ παραφροσύναι ἐπεισεκώμασαν. 2.2.24.3 Πᾶς γὰρ οἰνωθεὶς ἀνὴρ κατὰ τὴν τραγῳδίαν ἥσσων μὲν ὀργῆς ἐστιν, τοῦ δὲ νοῦ κενός, φιλεῖ τε πολλὴν γλῶτταν ἐκχέας μάτην ἄκων ἀκούειν ἅπερ ἑκὼν εἶπεν κακῶς. Καὶ πρό γε τῆς τραγῳδίας ἡ σοφία κέκραγεν· Οἶνος πινόμενος πολὺς ἐν ἐρεθισμῷ καὶ παντὶ πτώματι πληθύνει. 2.2.25.1 ∆ιὸ οἱ μὲν πλεῖστοι ἀνίεσθαί φασιν δεῖν παρὰ τοὺς πότους καὶ τὰ σπουδαῖα εἰς ἕω ὑπερτίθεσθαι. Ἐγὼ δὲ τότε μάλιστα τὸν λόγον συνευωχησόμενον ἀξιῶ παρεισάγειν παιδαγωγήσοντα τὴν οἰνο2.2.25.2 φλυγίαν, μὴ λάθῃ παραπεσοῦσα εἰς μέθην ἡ εὐωχία· ὡς γὰρ ὀφθαλμοὺς οὐκ ἄν τις εὖ φρονῶν πρὶν ἢ ἐπὶ τὸν ὕπνον ἰέναι ἀξιώσειε μύειν, οὕτως οὐδὲ τὸν λόγον ἀπεῖναι τοῦ συμποσίου ὀρθῶς ἄν τις βουληθείη οὐδὲ προκατακοιμίζειν αὐτὸν τῶν πράξεων ἐπιτηδεύσαι ἂν καλῶς. Ἀλλ' οὐδὲ ἀφίστασθαί ποτε δυνήσεται τῶν οἰκείων ὁ λόγος αὐτῷ, 2.2.25.3 οὐδ' ἂν καθεύδωμεν· καὶ γὰρ ἐπὶ τὸν ὕπνον παρακλητέον. Τελεία γὰρ ἡ σοφία θείων οὖσα καὶ ἀνθρωπίνων πραγμάτων ἐπιστήμη ἐμπεριλαβοῦσα τὰ ὅλα, κατ' ἐκεῖνο, καθ' ὃ ἂν ἐπισκοπῇ τὴν ἀνθρώπων ἀγέλην, τέχνη γίνεται περὶ βίον, καὶ ταύτῃ πάντῃ συμπάρεστιν 2.2.25.4 ἐφ' ὅσον βιοῦμεν, ἀεὶ τὸ ἴδιον ἔργον ἐκτελοῦσα, τὴν εὐζωΐαν. Οἱ δὲ κακοδαίμονες οἱ ἀπελαύνοντες σωφροσύνην εὐωχίας μακαριστὸν ἡγοῦνται βίον τὴν ἀκοσμίαν τὴν περὶ τὰ συμπόσια, ὧν ἐστι τὸ ζῆν οὐδὲν ἀλλ' ἢ κῶμος, κραιπάλη, βαλανεῖα, ἄκρατος, ἀμίδες, 2.2.26.1 ἀργία, πότος. Ὁρᾶν γοῦν ἔστιν αὐτῶν τινας ἡμιμεθεῖς, σφαλλομένους, περὶ τοῖς τραχήλοις ἔχοντας στεφάνους ὥσπερ τοὺς ἀμφορεῖς, διαπυτίζοντας ἀλλήλοις τὸν ἄκρατον φιλοτησίας ὀνόματι, ἄλλους δὲ πλήρεις κραιπάλης, αὐχμῶντας, ὠχριῶντας, τὰ πρόσωπα πελιδνοὺς καὶ ἔτι ἐπὶ τῇ χθιζῇ μέθῃ ἄλλην ἕωθεν αὖθις ἀναντλοῦντας 2.2.26.2 μέθην. Καλόν, ὦ φίλοι, καλὸν καταμαθόντας ὅτι μάλιστα πόρρωθεν τὴν εἰκόνα ταύτην τὴν γελοίαν ἅμα καὶ ἐλεεινὴν σφᾶς αὐτοὺς πρὸς τὸ ἄμεινον σχηματίζειν, ὀρρωδοῦντας μὴ ἄρα πῃ καὶ ἡμεῖς παρα2.2.26.3 πλήσιον θέαμα ἄλλοις καὶ γέλως γενώμηθα. Ἀστείως ἄρα εἴρηται· Ὡς ἄρα κάμινος μὲν δοκιμάζει στόμωμα ἐν βαφῇ, οἶνος δὲ καρδίαν ὑπερηφάνων ἐν μέθῃ. Μέθη μὲν οὖν ἐστιν ἀκράτου χρῆσις σφοδροτέρα, παροινία δὲ ἡ ἐκ τῆς χρήσεως ἀκοσμία, κραιπάλη δὲ ἡ ἐπὶ τῇ μέθῃ δυσαρέστησις καὶ ἀηδία ἀπὸ τοῦ τὸ κάρα πάλλειν ὠνομασμένη. 2.2.27.1 Τοῦτον τὸν βίον, εἰ βίον καλεῖν χρή, ῥᾴθυμον ὄντα καὶ περὶ τὰς ἡδυπαθείας κεκινημένον καὶ περὶ τὴν οἰνοφλυγίαν ἐπτοημένον ἡ θεία σοφία ὑφορωμένη παραγγέλλει τοῖς αὑτῆς τέκνοις· Μὴ ἴσθι οἰνοπότης μηδὲ ἐκτείνου συμβολαῖς, κρεῶν ἀγορασμοῖς, πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει καὶ ἐνδύσεται διερρηγμένα πᾶς ὑπνώδης. 2.2.27.2 Ὑπνώδης γὰρ πᾶς ὁ μὴ εἰς σοφίαν ἐγρηγορῶν, ἀλλὰ ὑπὸ μέθης βαπτιζόμενος εἰς ὕπνον. Καὶ διερρωγότα, φησίν, ἐνδύσεται ὁ πάροινος, 2.2.27.3 ἐπαισχυνθήσεται τῇ μέθῃ διὰ τοὺς κατοπτεύοντας. Ὀπαὶ γὰρ ἁμαρτωλοῦ τὰ διερρωγότα τοῦ ὕφους τοῦ σαρκικοῦ φιληδονίαις κατατετρημένα, δι' ὧν ἡ αἰσχύνη ἔνδοθεν τῆς ψυχῆς ἐπιθεωρεῖται, ἡ ἁμαρτία, δι' ἣν οὐδὲ σωθήσεται ῥᾳδίως τὸ ὕφος τὸ ἀπεσπασμένον πάντοθεν εἰς πολλὰς κατασηπόμενον ἐπιθυμίας, τὸ ἀπεσχισμένον 2.2.27.4 τῆς σωτηρίας. Ταύτῃ νουθετικώτατα ἐπιφέρει· Τίνι οὐαί; Τίνι θόρυβος; Τίνι κρίσις; Τίνι ἀηδεῖς λέσχαι; Τίνι συντρίμματα διακενῆς; Ὁρᾶτε ὅλον διερρωγότα τὸν φίλοινον, ὃς παρορᾷ μὲν τὸν λόγον αὐτόν, ἔκδοτον δὲ αὑτὸν συνεχώρησεν τῇ μέθῃ, ὅσα τούτῳ ἠπείλησεν ἡ γραφή· καὶ πάλιν ἐπιφέρει τῇ ἀπειλῇ· Τίνος πελιδνοὶ οἱ ὀφθαλμοί; Οὐ τῶν ἐγχρονιζόντων ἐν