Protrepticus

 δαιμονῶντες εἰς διαφθοράς, ὕβρεις ὀργιάζοντες, πένθη ἐκθειάζοντες, τοὺς ἀνθρώπους ἐπὶ τὰ εἴδωλα χειραγωγῆσαι πρῶτοι, ναὶ μὴν λίθοις καὶ ξύλοις, τουτέσ

 ἐμπνέῃ, ὃ δὲ χωρήσῃ τὸν 1.5.4 κύριον. Ναὶ μὴν ὁ ∆αβὶδ ὁ βασιλεύς, ὁ κιθαριστής, οὗ μικρῷ πρόσθεν ἐμνήσθημεν, προὔτρεπεν ὡς τὴν ἀλήθειαν, ἀπέτρεπε δὲ ε

 καὶ ἀγάλμασιν καὶ τοιούτοις τισὶν εἰδώλοις προσσφίγξας τῷ δεισιδαιμονίας ἀθλίῳ δεσμῷ, τοῦτο δὴ τὸ λεγόμενον, ζῶντας ἐπιφέρων 1.7.6 συνέθαψεν αὐτούς, ἔ

 Ἀκουσάτω ἡ οὐ τίκτουσα· ῥηξάτω φωνὴν ἡ οὐκ ὠδίνουσα, ὅτι πλείονα τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Ἡμῖν εὐηγγελίζετο ἄγγελος, ἡμᾶς

 δασυνόμενον ἑρμηνεύεται ὄφις ἡ θήλεια· ∆ηὼ δὲ καὶ Κόρη δρᾶμα ἤδη ἐγενέσθην μυστικόν, καὶ τὴν πλάνην καὶ τὴν ἁρπαγὴν καὶ τὸ πένθος αὐταῖν Ἐλευσὶς δᾳδου

 βουκόλος, τὸ κέντρον, βουκολικόν, οἶμαι, κέντρον τὸν νάρθηκα ἐπικαλῶν, ὃν δὴ ἀναστέφουσιν οἱ βάκχοι. 2.17.1 Βούλει καὶ τὰ Φερεφάττης ἀνθολόγια διηγήσω

 συβώτης δὲ ὁ Εὐβουλεύς· ἀφ' ὧν τὸ Εὐμολπιδῶν καὶ τὸ Κηρύκων τὸ ἱεροφαντικὸν δὴ 2.20.3 τοῦτο Ἀθήνησι γένος ἤνθησεν. Καὶ δὴ (οὐ γὰρ ἀνήσω μὴ οὐχὶ εἰπεῖν

 θηλείας τοῖς ἄλλοις Σκυθῶν διδάσκαλον 2.24.2 νόσου. Ὧν δὴ χάριν (οὐ γὰρ οὐδαμῶς ἀποκρυπτέον) θαυμά ζειν ἔπεισί μοι ὅτῳ τρόπῳ Εὐήμερον τὸν Ἀκραγαντῖνον

 ἀνέπλασάν τινας σωτῆρας ∆ιοσκούρους καὶ Ἡρακλέα ἀλεξίκακον καὶ Ἀσκληπιὸνἰατρόν. 2.27.1 Αὗται μὲν αἱ ὀλισθηραί τε καὶ ἐπιβλαβεῖς παρεκ βάσεις τῆς ἀληθε

 Ἀπολλόδωρός φησι καὶ Καλλίμαχος, Φοῖβος Ὑπερβορέοισιν ὄνων ἐπιτέλλεται ἱροῖς. Ὁ αὐτὸς δὲ ἀλλαχοῦ τέρπουσιν λιπαραὶ Φοῖβον ὀνοσφαγίαι. 2.29.5 Ἥφαιστος

 τε θεῶν τε· τοσοῦτος περὶ τὰ ἀφρο δίσια ἐξεχύθη, ὡς ἐπιθυμεῖν μὲν πασῶν, ἐκπληροῦν δὲ εἰς πάσας τὴν ἐπιθυμίαν. Ἐνεπίμπλατο γοῦν γυναικῶν οὐχ ἧττον ἢ

 μορίου σκευάζεται τρόπον ἐφέζεταί τε τῷ κλάδῳ, τὴν ὑπόσχεσιν 2.34.5 ἐκτελῶν τῷ νεκρῷ. Ὑπόμνημα τοῦ πάθους τούτου μυστικὸν φαλλοὶ κατὰ πόλεις ἀνίσταντα

 παιδεύεται σωφρονεῖν. Γυμνοῦται δὲ ὑμῖν ὁ μῦθος· ἀπέθανεν ἡ Λήδα, ἀπέθανεν ὁ κύκνος, ἀπέθανεν ὁ ἀετός. Ζητεῖς σου τὸν ∆ία; μὴ τὸν οὐρανόν, ἀλλὰ τὴν γῆ

 2.39.8 ἐκείνων ἐπεφήμισαν. Ἡρακλείδης δὲ ἐν Κτίσεσιν ἱερῶν περὶ τὴν Ἀκαρνανίαν φησίν, ἔνθα τὸ Ἄκτιόν ἐστιν ἀκρωτήριον καὶ τοῦ Ἀπόλλωνος τοῦ Ἀκτίου τὸ

 ὁλοκαυτεῖν 3.42.7 ἱστορεῖ. Ἐρεχθεὺς δὲ ὁ Ἀττικὸς καὶ Μάριος ὁ Ῥωμαῖος τὰς αὑτῶν ἐθυσάτην θυγατέρας· ὧν ὃ μὲν τῇ Φερεφάττῃ, ὡς ∆ημάρατος ἐν πρώτῃ Τραγῳ

 Ἀθήνησιν δὲ ἐν ἀκροπόλει Κέκροπος, ὥς φησιν Ἀντίοχος ἐν τῷ ἐνάτῳ τῶν Ἱστοριῶν. Τί δὲ Ἐριχθόνιος; Οὐχὶ ἐν τῷ νεῲ τῆς Πολιάδος κεκήδευται; Ἰμμάραδος δὲ

 Παλλάδιον τὸ διοπετὲς καλούμενον, ὃ ∆ιομήδης καὶ Ὀδυσσεὺς ἱστοροῦνται μὲν ὑφελέσθαι ἀπὸ Ἰλίου, παρακαταθέσθαι δὲ ∆ημοφῶντι, ἐκ τῶν Πέλοπος ὀστῶν κατεσ

 μηδὲ ἐνυβρίσῃς ἀνθοῦντι τῷ νέῳ· τήρησον αὐτὸ καθαρόν, ἵνα ᾖ καλόν. Βασιλεὺς τοῦ κάλλους γενοῦ, μὴ τύραννος· ἐλεύθερον μεινάτω· τότε σου γνωρίσω τὸ κάλ

 λίθων προσκυνηταί, ἔργῳ μαθόντες ἀναίσθητον ὕλην μὴ σέβειν, αὐτῆς ἡττώμενοι τῆς χρείας ἀπόλλυνται ὑπὸ δεισιδαιμονίας· καταφρονοῦντες δ' ὅμως τῶν ἀγαλμ

 καὶ ἰδιῶται θείαις προσηγορίαις σφᾶς αὐτοὺς ἐσέμνυνον, ὡς Μενεκράτης ὁ ἰατρός, Ζεὺς οὗτος ἐπικεκλημένος. Τί με δεῖ καταλέγειν Ἀλέξαρχον (γραμματικὸς ο

 4.56.4 ἔκγονα, τῆς γῆς, τὰ πάντα ταῦτα ὅσα ὁρᾷς; Τί δὴ οὖν, ὦ μάταιοι καὶ κενόφρονες (πάλιν γὰρ δὴ ἐπαναλήψομαι), τὸν ὑπερουράνιον βλασφημήσαντες τόπο

 αὐχοῦσιν, οἰκέτας αὐτοὺς ἑαυτοῖς καταγράψαντες, τοὺς κατηναγκασμένους δούλους ταῖς ἐπαοι δαῖς πεποιηκότες. Γάμοι τε οὖν ἔτι καὶ παιδοποιίαι καὶ λοχεῖα

 ποιήσεις, φησὶν ὁ προφήτης, παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ 4.62.3 γῇ κάτω. Ἦ πού γ' ἂν ἔτι τὴν Πραξιτέλους ∆ήμητρα καὶ Κόρην κα

 σέβοντες πεπόνθασιν· τὸ γὰρ πῦρ τοῦτο ἕτεροι Ἥφαιστον ὠνόμασαν. 5.65.1 Περσῶν δὲ οἱ Μάγοι τὸ πῦρ τετιμήκασι καὶ τῶν τὴν Ἀσίαν κατοικούντων πολλοί, πρὸ

 ἀληθείας, τοὺς σοὶ πεπιστευκότας δεικνύεις ῥύσει καὶ φορᾷ δίναις τε ἀτάκτοις ὑποβεβλημένους; Τί δέ μοι εἰδώλων ἀναπίμπλης τὸν βίον, ἀνέμους τε ἢ ἀέρα

 βουλῇ· ἀλλὰ γὰρ αἴρουσι πρὸς οὐρανὸν ὠλένας ἁγνάς, ὄρθριοι ἐξ εὐνῆς, ἀεὶ χρόα ἁγνίζοντες ὕδασι, καὶ τιμῶσι μόνον τὸν ἀεὶ μεδέοντα ἀθάνατον. 6.71.1 Καί

 παραψυχὴν θεῶν ἀγάλματ' ἐκ λίθων, ἢ χαλκέων ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους· θυσίας τε τούτοις καὶ κενὰς πανηγύρεις νέμοντες, οὕτως εὐσεβεῖν νομίζ

 ἀδικίας κενώσετε. 8.77.1 Ὥρα τοίνυν τῶν ἄλλων ἡμῖν τῇ τάξει προδιηνυσμένων ἐπὶ τὰς προφητικὰς ἰέναι γραφάς· καὶ γὰρ οἱ χρησμοὶ τὰς εἰς τὴν θεοσέβειαν

 ἐμαυτοῦ ὀμνύω. Τοῖς δὲ εἰδωλολάτραις δυσχεραίνει λέγων τίνι ὡμοιώσατε κύριον; ἢ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; Μὴ εἰκόνα ἐποίησεν τέκτων, ἢ χρυσοχό

 Πῶς γὰρ εἰσελθεῖν ἐπιτέτραπται τῷ ξένῳ; Ἀλλ' ὅταν, οἶμαι, ἐγγραφῇ καὶ πολιτευθῇ καὶ τὸν πατέρα ἀπολάβῃ, τότε ἐν τοῖς τοῦ πατρὸς γενήσεται, τότε κληρ

 τῶν Ἑβραίων πλανῆται· οὐ γὰρ εἰσελθεῖν εἰς τὴν κατάπαυσιν λέγονται διὰ τὴν ἀπιστίαν, πρὶν ἢ σφᾶς αὐτοὺς κατακολουθήσαντας τῷ Μωυσέως διαδόχῳ ὀψέ ποτε

 10.89.1 Ἀλλ' ἐκ πατέρων, φατέ, παραδεδομένον ἡμῖν ἔθος ἀνατρέπειν οὐκ εὔλογον. Καὶ τί δὴ οὐχὶ τῇ πρώτῃ τροφῇ, τῷ γάλακτι, χρώμεθα, ᾧ δήπουθεν συνείθισ

 τὴν μετάνοιαν ἀπαιτεῖ. Ἐρέσθαι δὲ ὑμᾶς βούλομαι, εἰ οὐκ ἄτοπον ὑμῖν δοκεῖ πλάσμα ὑμᾶς τοὺς ἀνθρώπους ἐπιγεγονότας τοῦ θεοῦ καὶ παρ' αὐτοῦ τὴν ψυχὴν εἰ

 κόλασιν; Τί οὐ καταδεχόμεθα τὴν δωρεάν; Τί δὲ οὐχ αἱρούμεθα τὰ βελτίονα, θεὸν ἀντὶ τοῦ πονηροῦ, καὶ σοφίαν εἰδωλολατρείας προκρίνομεν, καὶ ζωὴν ἀντικα

 10.98.3 σατο; Τίς ἀθανασίαν ὑπέσχηται; Μόνος ὁ τῶν ὅλων δημιου ργός, ὁ ἀριστοτέχνας πατήρ, τοιοῦτον ἄγαλμα ἔμψυχον ἡμᾶς τὸν ἄνθρωπον ἔπλασεν· ὁ δὲ Ὀ

 ἀπομάξασθαι τὰ ἐμποδὼν τῇ σωτηρίᾳ καὶ τὸν τῦφον καὶ τὸν πλοῦτον καὶ τὸν φόβον, ἐπιφθεγγομένους τὸ ποιητικὸν δὴ τοῦτο· πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; Π

 φιλανθρώπως κατηχοῦντα ἀποσφάττειν ἀπανθρώπως ἐπιχειροῦσιν, ἐπὶ τὴν δικαιοσύνην καλοῦντα, οὔτε τὴν χάριν τὴν ἄνωθεν ἀπεκδεχόμενοι οὔτε τὴν κόλασιν ἐκτ

 τοῖς ἐφ' ὁτιοῦν τοῦ βίου τραπεῖσι μέρος, ὅρμον τε τὴν αὐτὴν ἀκύμονα σωτηρίας σοφίαν νομίζειν· 10.107.3 δι' ἣν ἀγαθοὶ μὲν πατέρες τέκνων οἱ τῷ πατρὶ πρ

 αὐτὸς καὶ ὃς ἦν, δι' ὧν ἐδίδαξεν καὶ ἐνεδείξατο, παρασ τησάμενος, ὁ σπονδοφόρος καὶ διαλλακτὴς καὶ σωτὴρ ἡμῶν λόγος, πηγὴ ζωοποιός, εἰρηνική, ἐπὶ πᾶν

 ἐπεὶ τὸν ἀδελφὸν οὐκ ἐπῃσχύν θης. 11.114.1 Ἀφέλωμεν οὖν, ἀφέλωμεν τὴν λήθην τῆς ἀληθείας· τὴν ἄγνοιαν καὶ τὸ σκότος τὸ ἐμποδὼν ὡς ἀχλὺν ὄψεως καταγαγό

 ἡ μεγαλόκλονος ἠχήσασα στρατιώτας συνήγαγεν καὶ πόλεμον κατήγγειλεν· Χριστὸς δὲ εἰρηνικὸν ἐπὶ τὰ πέρατα τῆς γῆς ἐπιπνεύσας μέλος οὐ συνάξει ἄρα τοὺς ε

 προσδεδεμένος ἁπάσης ἔσῃ τῆς φθορᾶς λελυμένος, κυβερνήσει σε ὁ λόγος ὁ τοῦ θεοῦ, καὶ τοῖς λιμέσι καθορμίσει τῶν οὐρανῶν τὸ πνεῦμα τὸ ἅγιον· τότε μου κ

 12.121.1 Σπεύσωμεν, δράμωμεν, ὦ θεοφιλῆ καὶ θεοείκελα τοῦ λόγου [ἄνθρωποι] ἀγάλματα· σπεύσωμεν, δράμωμεν, ἄρωμεν τὸν ζυγὸν αὐτοῦ, ἐπιβάλωμεν ἀφθαρσίᾳ,

προσδεδεμένος ἁπάσης ἔσῃ τῆς φθορᾶς λελυμένος, κυβερνήσει σε ὁ λόγος ὁ τοῦ θεοῦ, καὶ τοῖς λιμέσι καθορμίσει τῶν οὐρανῶν τὸ πνεῦμα τὸ ἅγιον· τότε μου κατοπτεύσεις τὸν θεὸν καὶ τοῖς ἁγίοις ἐκείνοις τελεσθήσῃ μυστηρίοις καὶ τῶν ἐν οὐρανοῖς ἀπολαύσεις ἀποκεκρυμμένων, τῶν ἐμοὶ τετηρημένων, "ἃ οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνέβη" τινός. 12.118.5 Καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ, δισσὰς δὲ Θήβας βακχεύων ἔλεγέν τις εἰδώλοις, ἀγνοίᾳ μεθύων ἀκράτῳ ἐγὼ δ' αὐτὸν οἰκτείραιμι παροινοῦντα καὶ τὸν οὕτω παρα νοοῦντα ἐπὶ σωτηρίαν παρακαλέσαιμι σωφρονοῦσαν, ὅτι καὶ κύριος μετάνοιαν ἁμαρτωλοῦ καὶ οὐχὶ θάνατον ἀσπάζεται. 12.119.1 Ἧκε, ὦ παραπλήξ, μὴ θύρσῳ σκηριπτόμενος, μὴ κιττῷ ἀναδούμενος, ῥῖψον τὴν μίτραν, ῥῖψον τὴν νεβρίδα, σωφρό νησον· δείξω σοι τὸν λόγον καὶ τοῦ λόγου τὰ μυστήρια, κατὰ τὴν σὴν διηγούμενος εἰκόνα. Ὄρος ἐστὶ τοῦτο θεῷ πεφιλημένον, οὐ τραγῳδίαις ὡς Κιθαιρὼν ὑποκείμενον, ἀλλὰ τοῖς ἀληθείας ἀνακείμενον δράμασιν, ὄρος νηφάλιον, ἁγναῖς ὕλαις σύσκιον· βακχεύουσι δὲ ἐν αὐτῷ οὐχ αἱ Σεμέλης "τῆς κεραυνίας" ἀδελφαί, αἱ μαινάδες, αἱ δύσαγνον κρεανο μίαν μυούμεναι, ἀλλ' αἱ τοῦ θεοῦ θυγατέρες, αἱ ἀμνάδες αἱ καλαί, τὰ σεμνὰ τοῦ λόγου θεσπίζουσαι ὄργια, χορὸν ἀγεί 12.119.2 ρουσαι σώφρονα. Ὁ χορὸς οἱ δίκαιοι, τὸ ᾆσμα ὕμνος ἐστὶ τοῦ πάντων βασιλέως· ψάλλουσιν αἱ κόραι, δοξάζουσιν ἄγγελοι, προφῆται λαλοῦσιν, ἦχος στέλλεται μουσικῆς, δρόμῳ τὸν θίασον διώκουσιν, σπεύδουσιν οἱ κεκλημένοι 12.119.3 πατέρα ποθοῦντες ἀπολαβεῖν. Ἧκέ μοι, ὦ πρέσβυ, καὶ σύ, τὰς Θήβας λιπὼν καὶ τὴν μαντικὴν καὶ τὴν βακχικὴν ἀπορ ρίψας πρὸς ἀλήθειαν χειραγωγοῦ· ἰδού σοι τὸ ξύλον ἐπερεί δεσθαι δίδωμι· σπεῦσον, Τειρεσία, πίστευσον· ὄψει. Χριστὸς ἐπιλάμπει φαιδρότερον ἡλίου, δι' ὃν ὀφθαλμοὶ τυφλῶν ἀναβλέπουσιν· νύξ σε φεύξεται, πῦρ φοβηθήσεται, θάνατος οἰχήσεται· ὄψει τοὺς οὐρανούς, ὦ γέρον, ὁ Θήβας μὴ βλέπων. 12.120.1 Ὢ τῶν ἁγίων ὡς ἀληθῶς μυστηρίων, ὢ φωτὸς ἀκηράτου. ∆ᾳδουχοῦμαι τοὺς οὐρανοὺς καὶ τὸν θεὸν ἐποπ τεῦσαι, ἅγιος γίνομαι μυούμενος, ἱεροφαντεῖ δὲ ὁ κύριος καὶ τὸν μύστην σφραγίζεται φωταγωγῶν, καὶ παρατίθεται 12.120.2 τῷ πατρὶ τὸν πεπιστευκότα αἰῶσι τηρούμενον. Ταῦτα τῶν ἐμῶν μυστηρίων τὰ βακχεύματα· εἰ βούλει, καὶ σὺ μυοῦ, καὶ χορεύσεις μετ' ἀγγέλων ἀμφὶ τὸν ἀγέννητον καὶ ἀνώ λεθρον καὶ μόνον ὄντως θεόν, συνυμνοῦντος ἡμῖν τοῦ θεοῦ λόγου. Ἀίδιος οὗτος Ἰησοῦς, εἷς ὁ μέγας ἀρχιερεὺς θεοῦ τε ἑνὸς τοῦ αὐτοῦ καὶ πατρός, ὑπὲρ ἀνθρώπων εὔχεται καὶ ἀνθρώποις ἐγκελεύεται "κέκλυτε, μυρία φῦλα", μᾶλλον δὲ ὅσοι τῶν ἀνθρώπων λογικοί, καὶ βάρβαροι καὶ Ἕλληνες· τὸ πᾶν ἀνθρώπων γένος καλῶ, ὧν ἐγὼ δημιουργὸς θελήματι 12.120.3 πατρός. Ἥκετε ὡς ἐμέ, ὑφ' ἕνα ταχθησόμενοι θεὸν καὶ τὸν ἕνα λόγον τοῦ θεοῦ, καὶ μὴ μόνον τῶν ἀλόγων ζῴων πλεο νεκτεῖτε τῷ λόγῳ, ἐκ δὲ τῶν θνητῶν ἁπάντων ὑμῖν ἀθανασίαν μόνοις καρπώσασθαι δίδωμι. Ἐθέλω γάρ, ἐθέλω καὶ ταύτης ὑμῖν μεταδοῦναι τῆς χάριτος, ὁλόκληρον χορηγῶν τὴν εὐεργεσίαν, ἀφθαρσίαν· καὶ λόγον χαρίζομαι ὑμῖν, τὴν 12.120.4 γνῶσιν τοῦ θεοῦ, τέλειον ἐμαυτὸν χαρίζομαι. Τοῦτό εἰμι ἐγώ, τοῦτο βούλεται ὁ θεός, τοῦτο συμφωνία ἐστί, τοῦτο ἁρμονία πατρός, τοῦτο υἱός, τοῦτο Χριστός, τοῦτο ὁ λόγος τοῦ θεοῦ, βραχίων κυρίου, δύναμις τῶν ὅλων, τὸ θέλημα τοῦ πατρός. Ὦ πᾶσαι μὲν εἰκόνες, οὐ πᾶσαι δὲ ἐμφερεῖς· διορθώσασθαι ὑμᾶς πρὸς τὸ ἀρχέτυπον βούλομαι, ἵνα μοι 12.120.5 καὶ ὅμοιοι γένησθε. Χρίσω ὑμᾶς τῷ πίστεως ἀλείμματι, δι' οὗ τὴν φθορὰν ἀποβάλλετε, καὶ γυμνὸν δικαιοσύνης ἐπιδείξω τὸ σχῆμα, δι' οὗ πρὸς τὸν θεὸν ἀναβαίνετε. "∆εῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυ σιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν."