43
ἁμαρτανόντων ἀπεδείξαμεν. φευκτέον δὴ τοὺς τοιούτους μύθους αὐτῶν καὶ τὰ θέατρα καὶ τὰ βιβλία, εἴθε δυνατὸν ἦν καὶ τὰς πόλεις. κακῶν γὰρ μαθημάτων γέμοντες καὶ πνέοντες τοῖς συναμιλλωμένοις ὥσπερ λύσσαν τοῖς πλησίον μεταδιδόασιν ὧν πεπόνθασιν αὐτοί. τὸ δὲ χαλεπώ- τατον, ὅστις παρ' αὐτοῖς πλεῖον πεπαίδευται, πολλῷ τοῦ κατὰ φύσιν οὗτος φρονεῖν ἐκτέτραπται. τινὲς δὲ τῶν παρ' αὐτοῖς καὶ φιλόσοφοι εἶναι ἀξιοῦντες τὰ τοιαῦτα ἁμαρτήματα ἀδιάφορα τίθενται καὶ τοὺς ἐπὶ ταῖς τοιαύταις πράξεσιν χαλεπαίνοντας ἀνοήτους λέγουσιν. οὐ γάρ ἐστιν (φασί) τὰ τοιαῦτα τῇ φύσει ἁμαρτήματα, ὅσα θετοῖς ἀπηγόρευται νό- μοις ὑπὸ τῶν κατ' ἀρχὰς γενομένων σοφῶν διὰ τὸ εἰδέναι ὅτι οἱ ἄνθρω- ποι εὐριπίστῳ ψυχῇ ἐπὶ τοῖς τοιούτοις μεγάλως ἀχθόμενοι πρὸς ἀλ- λήλους πόλεμον αἴρονται· ὧν ἕνεκα νόμον θέντες οἱ σοφοὶ τὰ τοιαῦτα ὡς ἁμαρτήματα ἀπηγόρευσαν. γελοῖον δὲ οὕτως ὑπολαμβάνειν. πῶς γὰρ οὐχ ἁμαρτήματά εἰσιν τὰ θορύβων καὶ φόνων καὶ πάσης ταραχῆς αἴτια; ἦ γὰρ οὐκ ἐκ μοιχείας ἀνακύπτουσιν βίων περιγραφαί, οἴκων ἀνα- στάσεις, μαγεῖαι, δόλοι, ἀπορίαι καὶ ἄλλα πλείω κακά; ἀλλὰ διὰ τί (φησίν) ὁ ἀνήρ, ἐὰν ἀγνοῇ τὴν ἑαυτοῦ γυναῖκα μοιχευομένην, οὐ ζη- λοῖ, οὐ θυμοῦται, οὐ θορυβεῖ, οὐ πολεμεῖ; οὕτως οὐκ ἔστιν τῇ φύσει τὰ τοιαῦτα κακά, ἀλλὰ ἡ ἄλογος ἀνθρώπων δόκησις ταῦτα δεινοποιεῖ. ἐγὼ δέ φημι ὅτι, κἂν μὴ τὰ δεινὰ ταῦτα συμβαίνῃ, ἐνδέχεται συνηθείᾳ τῇ πρὸς τὸν μοιχὸν ἢ τὸν ἄνδρα ἀπολιπεῖν ἢ καὶ συνοικοῦσαν ἐπιβου- λεῦσαι ἢ τὰ τοῦ ἀνδρὸς κόπῳ πεπορισμένα τῷ μοιχῷ παρασχεῖν καὶ ἀπο- δημοῦντος τοῦ ἀνδρὸς συλλαβοῦσαν ἐκ τοῦ μοιχοῦ διὰ τὸ αἰδεῖσθαι τὸν ἔλεγχον τὸ κατὰ γαστρὸς φθεῖραι θελῆσαι καὶ γενέσθαι τεκνοκτόνον ἢ καὶ φθείρουσαν συνφθαρῆναι· εἰ δὲ συνόντος τοῦ ἀνδρὸς ἐκ μοιχοῦ συλλαβοῦσα τέκοι, ἀνατραφεὶς ὁ παῖς τὸν μὲν πατέρα ἀγνοεῖ, τὸν δὲ οὐκ ὄντα νομίζει, καὶ οὕτως ὁ μὴ πατὴρ τελευτῶν ἀλλοτρίῳ παιδὶ τὸν ἑαυτοῦ καταλείπει βίον. πόσα δὲ καὶ ἄλλα κακὰ ἐκ τῆς μοιχείας φυ- σικῶς ἀνακύπτειν φιλεῖ. καὶ οὐκ ἴσμεν τὰ κρύφια τῶν κακῶν. ὥσπερ γὰρ ὁ λυσσῶν κύων τούτους ἀναιρεῖ, ὧνπερ ἂν ψαύσῃ, τῆς ἀφανεστάτης λύσσης μεταδιδούς, οὕτως καὶ τῆς μοιχείας τὸ κρύφιον κακόν, κἂν ἀγνοῆται, τῆς διαδοχῆς τὴν ἐκκοπὴν ἐξεργάζεται. ἀλλὰ τοῦτο μὲν νῦν ἡμῖν παρα- λελείφθω, ἐκεῖνο δὲ πάντες ἴσμεν ὡς ἐπίπαν ἐπὶ τούτῳ τοὺς ἄνδρας ἀνεπισχέτως δυσχεραίνοντας πολέμους τε ἐπὶ τούτῳ ἐγηγερμένους καὶ οἴκων γενομένας ἀνατροπὰς καὶ πόλεων ἁλώσεις καὶ ἄλλα μυρία. διὰ τοῦτο ἐγὼ τῷ ἁγίῳ τῶν Ἰουδαίων θεῷ καὶ νόμῳ προσέφυγον ἀποδεδω- κὼς τὴν πίστιν ἀσφαλεῖ τῇ κρίσει, ὅτι ἐκ τῆς τοῦ θεοῦ δικαίας κρίσεως καὶ νόμος ὥρισται καὶ ἡ ψυχὴ πάντως τὸ κατ' ἀξίαν ὧν ἔπραξεν ὁπουδήποτε ἀπολαμβάνει. Ταῦτά μου εἰπόντος ὁ Ἀππίων ἐπήνεγκεν τῷ λόγῳ· Τί γάρ; οὐχὶ καὶ οἱ Ἑλλήνων (ἔφη) νόμοι τὰ φαῦλα ἀπαγορεύουσιν καὶ τοὺς μοιχοὺς κολάζουσιν; κἀγὼ ἔφην· Oὐκοῦν οἱ Ἑλλήνων θεοὶ τὰ ἐναντία τοῖς νόμοις πράξαντες κόλασιν ὀφείλουσιν. πῶς δὲ καὶ σωφρονίζειν ἐμαυτὸν δυνήσομαι ὑπολαμβάνων ὅτι οἱ θεοὶ αὐτοὶ πρῶτοι ἅμα τῇ μοιχείᾳ τὰ χαλεπὰ πάντα