43
κριτὴς ἐγένου μηδενός σε προχειρισαμένου· τοῖς γὰρ ἱερεῦσιν ἐπετράπη κρίνειν μόνοις, ὅτι εἴρηται αὐτοῖς· «Κρίμα δίκαιον κρίνατε», καὶ πάλιν· «Γίνεσθε τραπεζῖται δόκιμοι.» Ὑμῖν δὲ οὐκ ἐπιτέτραπται· τοὐναντίον γὰρ εἴρηται τοῖς ἔξω τοῦ ἀξιώματος τοῦ δικαστικοῦ ὑπάρχου σιν· «Μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε». Τὸν μέντοι ἐπίσκοπον δεῖ κρίνειν ὀρθῶς, καθὼς γέγραπται· «Τὴν δικαίαν κρίσιν κρίνατε», καὶ ἀλλαχοῦ· «Τί δὲ καὶ ἀφ' ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον;» Γίνεσθε οὖν ὡς ἀργυρονόμοι ἐπιστήμονες· καθάπερ γὰρ ἐκεῖνοι τὰ μὲν φαῦλα τῶν νομισμάτων ἀποκρίνουσιν, τὰ δὲ δόκιμα οἰκειοῦνται, τὸν αὐτὸν δὴ τρόπον καὶ τὸν ἐπίσκοπον χρὴ τὰ μὲν ἄμωμα κατέχειν, τὰ δὲ ἐπίμωμα ἢ θεραπεύειν ἢ ἀνιάτως νοσοῦντα ἀπορρίπτειν, καὶ μὴ ταχέως κόπτειν μηδὲ οἱσδήποτε πιστεύειν. Ἐγχωρεῖ γάρ τινας καὶ διὰ ζῆλον ἢ φθόνον κατά τινος ἀδελφοῦ ἐνστήσασθαι ψευδῆς κατηγορίαν, ὡς οἱ δύο πρεσβύτεροι ἐπὶ τῆς Σωσάννης ἐν Βαβυλῶνι, καὶ ἡ Aἰγυπτία ἐπὶ τῷ Ἰωσήφ. Σὺ οὖν ὡς Θεοῦ ἄνθρωπος τὰ τοιαῦτα μὴ προχείρως παραδέχου, ἵνα μὴ ἀνέλῃς τὸν ἀθῶον καὶ ἀποκτείνῃς τὸν δίκαιον. Ὁ γὰρ τοιαῦτα παρα δέχεσθαι θέλων ὀργῆς πατήρ ἐστιν μᾶλλον ἢ εἰρήνης· ὅπου δὲ ὀργή, ἐκεῖ Κύριος οὐκ ἔστιν· ἡ γὰρ ὀργή, τοῦ σατανᾶ ὑπάρχουσα φίλη, λέγω δὴ ἡ παρὰ τὸ δίκαιον κινου μένη διὰ τῶν ψευδαδέλφων, οὐδέποτε ὁμόνοιαν ἀφίησιν γενέσθαι ἐν τῇ Ἐκκλησίᾳ. Ὅθεν ἐπιγινώσκοντες τοὺς τοιούτους ἄφρονας, ἐριστάς, ζηλωτὰς, ἐπιχαιρεσικάκους, μὴ πιστεύετε αὐτοῖς, ἀλλὰ καὶ παρατηρεῖσθε τοὺς τοιούτους, ἀκούοντές τι παρ' αὐτῶν κατὰ ἀδελφοῦ, ὅτι οὐδὲν ἐν ὀφθαλμοῖς αὐτῶν φόνος, καὶ οὗ τις οὐχ ὑπονοεῖ καταβάλ λουσιν ἄνδρα. Σὺ οὖν πρόσεχε τῷ κατηγορηθέντι, ἐν σοφίᾳ παρατηρῶν τὴν ἀναστροφὴν αὐτοῦ, τίς καὶ ὁποία τυγχάνει· καὶ εἰ εὕροις αὐτὸν ἀληθεύοντα, κατὰ τὴν τοῦ Κυρίου διδαχὴν ποίησον, καὶ μόνον παραλαβὼν τὸν κατηγορηθέντα ἔλεγξον αὐτόν, ὅπως μεταγνῷ, μηδενός σοι συμπαρόντος. Eἰ δὲ οὐ πεισθείη, γενόμενος δεύτερος ἢ τρίτος, οὕτως αὐτῷ ὑπόδειξον τὸ πλημμέλημα, νουθετήσας αὐτὸν ἐν πραότητι καὶ παιδείᾳ, ὅτι «Ἐν καρδίᾳ ἀγαθῇ ἀναπαύσεται σοφία, ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται.» Ἐὰν οὖν πεισθῇ ἐπὶ στόματος τῶν τριῶν ὑμῶν, εὖ ἂν ἔχοι. Eἰ δέ τι σκληρύνοιτο, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ ταύτης παρακούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης, καὶ μηκέτι αὐτὸν ὡς Χριστιανὸν παραδέχου ἐν τῇ Ἐκκλησίᾳ,