διανίστανται πρὸς κακουργίαν. Καὶ προσελθόντες τῷ Ζοροβάβελ, καὶ τῷ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν, λέγουσιν αὐτοῖς· Ἐνοικοδομήσομεν ὑμῖν· ὁμοίως γὰρ ὑμῖν ἀκούομεν τοῦ Κυρίου τοῦ Θεοῦ, καὶ αὐτῷ ἐπιθύομεν ἀφ' ἡμερῶν Ἀσφακαὰθ βασιλέως Ἀσσούρ· ὃς μετῴκισεν ἡμᾶς ἐνθάδε. Καὶ εἶπον αὐτοῖς Ζοροβάβελ, καὶ Ἰησοῦς καὶ οἱ ἡγούμενοι τῶν πατριῶν· Οὐχ ὑμῖν καὶ ἡμῖν τὸ οἰκοδομῆσαι οἶκον Κυρίῳ τῷ Θεῷ ἡμῶν. Ἡμεῖς γὰρ μόνοι οἰκοδομήσομεν. Ζοροβάβελ μὲν ἔστιν ὁ πρακτικὸς νοῦς ὡς πολεμικώτερος. Ἰησοῦς δὲ ὁ θεωρητικὸς, ὡς ἱερώτερος. Ἄρχοντες δὲ τῶν πατριῶν, αἱ τῆς ψυχῆς δυνάμεις, ὑφ' ἃς οἵ τε τρόποι τῆς ἀρετῆς, καὶ οἱ λόγοι τῆς γνώσεως. Προσέρχονται δὲ τούτοις οἱ τῶν εἰρημένων παθῶν δαίμονες, βουλόμενοι συνοικοδομεῖν τὸν οἶκον Κυρίου. Οὐδεὶς γὰρ τῶν δαιμόνων τούτων κωλύει τῶν κατὰ Θεὸν ἀγωνιζομένων τὸ πρόθυμον· ἀλλὰ καὶ μᾶλλον τὰς ἐλλείψεις τῶν καλῶν δολερῶς περικόψας, τὰς ἐπιτάσεις ὑπαγορεύει, καθάπερ συμπροθυμούμενος· ἵνα παραπολέσαντες τὸ ἴσον στάθμιον τῆς μεσότητος, λάθωμεν πρὸς ἄλλο φερόμενοι καταγώγιον τὸ φίλον αὐτοῖς. ∆ιὸ καὶ λέγουσιν, ὅτι Ὁμοίως ὑμῖν ἀκούομεν Κυρίου, καὶ αὐτῷ ἐπιθύομεν, τοῦτ' ἔστιν, ἀποδεχόμεθα τὰς ἐντολὰς Κυρίου, καὶ συνεργοῦμεν τοῖς ἐνεργοῦσιν αὐτὰς, καὶ ὄντως οὐκ ἀποστρέφονται ταύτας, ἕως πρὸς αὐτοὺς νένευκεν ὁ σκοπὸς τῶν ἐνεργούντων παρατραπεὶς τῆς εὐθύτητος. Τοὺς μὲν γὰρ ἄλλους δαίμονας ῥᾳδίως ἄν τις κατανοήσειε· τοὺς δὲ δοκοῦντας συνεργεῖν τῷ δρόμῳ τοῦ κατὰ Θεὸν βίου, μόλις ἂν οἱ κατὰ τὸν Ζοροβάβελ καὶ τὸν Ἰησοῦν διαγνοῖεν, καὶ ἀποκρούσαιντο τὴν συνεργίαν αὐτῶν, εὖ εἰδότες, ὡς ἡ ταύτης ἐπιμιξία, τῆς ὅλης οἰκοδομῆς ποιεῖται καθαίρεσιν. Οὐ γὰρ πρὸς τοῦ Θεοῦ δόξαν ἀμφορᾷ, πρὸς δὲ τὸ πάθος, εἰς ὃ μεταφέρειν οἱ συνεργοῦντες δαίμονες βούλονται. Οἱ μὲν οὖν κατ' ἔλλειψιν ἀρετῆς πολεμοῦντες δαίμονές εἰσιν, οἱ τὰ ἀπὸ τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας πάθη τῆς ἀτιμίας ὑποτιθέμενοι· οἱ δὲ καθ' ὑπερβολὴν, οἱ τῶν τεσσάρων παθῶν προεστηκότες.