Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ὅτι ὁ μέλλων ἀναβῆναι εἰς τὸ νοη τὸν ὄρος Κυρίου, ἄμωμος ἔστω καὶ τῷ σώματι καὶ τῷ πνεύματι· ἀθῶος μὲν χερσὶ, τουτέστιν ἀνεύθυνος ἐν τῇ πρακτικῇ· ἔργου γὰρ σημεῖον ἡ χείρ. Ἀμόλυν τος δὲ τῇ καρδίᾳ, σύμφωνον ἔχων τῇ κατὰ τὸ ἐμφανὲς πρακτικῇ τὴν ἔσω καὶ εἰς νοῦν πνευματικὴν φαι δρότητα. Τὸν γὰρ διὰ πάντων καθαρὸν, τοῦτον ἐπὶ τὸ τοῦ Θεοῦ ὄρος ὁ λόγος ἀνάγει, ὃς μήτε γνώσει, μήτε ἐννοίᾳ, μήτε ταῖς πράξεσιν εἰς τέλος κατεμίανε τὴν ψυχὴν, ἐμμείνας τοῖς κακοῖς. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατός. (A f. 134) Καὶ τῷ νῦν πολέμῳ καὶ τροπαίῳ περὶ τῆς ἀνθρωπότητος. Ἐντεῦθεν συνίεμεν, ὅτι οὐ πά σαις ἦν ταῖς ἄνω δυνάμεσι φανερὸν τὸ κατὰ Χριστὸν μυστήριον, πλὴν ἐκείναις αἵτινες πρὸς τὴν τοῦ πρά γματος διακονίαν παρελήφθησαν, ὡς ὁ Γαβριὴλ καὶ οἱ ἐν τῇ γεννήσει λέγοντες· "∆όξα ἐν ὑψίστοις Θεῷ·" ἐλειτούργουν γὰρ καὶ ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότι τῷ Μονογενεῖ, ἐπειδὴ δὲ συμπεπερασμένης τῆς οἰκο νομίας ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα μετὰ τῆς ἑνωθείσης σαρκὸς αὐτῷ, κατεπλήττοντο τὸ τοῦ πρά γματος ξένον αἱ λογικαὶ δυνάμεις, μηδέ ποτε ἑωρα κυῖαι τοῦτο τὸ θέαμα. Ἐπεὶ δὲ καὶ τοῦ Πνεύματος ἤκουον λέγοντος, "Ἄρατε πύλας, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης," τάχα που διελογίζοντο, τίς οὗτος εἴη καὶ ποταπὸς, ἄνθρωπος μὲν ὁρώμενος τό γε ἧκον εἰς τὴν τῆς σαρκὸς φύσιν, βασιλεὺς δὲ τῆς δόξης εἶναι λεγόμενος. Τί οὖν τὸ Πνεῦμα πρὸς αὐ τάς; Ἐνδυάζετε, φησὶ, καὶ τίς οὗτος, βούλεσθε μα θεῖν; Ἀκούετε τοίνυν, ὅτι οὗτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης.
ΨΑΛΜΟΣ Κ∆ʹ.
Ψαλμὸς τῷ ∆αβίδ. (A f. 135) Εἰσηγεῖται δὲ καὶ παραίνεσιν πᾶσιν ἀν θρώποις
ὠφέλιμον· ἁρμόζει δὲ μάλιστα ὁ προκείμε νος ψαλμὸς τοῖς ἐξ ἐθνῶν κεκλημένοις, καὶ πολλὴν ἀκολουθίαν ἔχει πρὸς τὸν πρὸ αὐτοῦ. Ἐν μὲν γὰρ ἐκείνῳ κλῆσις ἦν ἐθνῶν καὶ μυσταγωγία, διὰ τοῦ ἁγίου Πνεύματος διδάσκουσα τίσιν ἄρα γένοιτο βάσι μος ἡ ἄνω πόλις, ὅτι τοῖς ἀθώοις χερσὶ καὶ καθαροῖς τῇ καρδίᾳ, καὶ ὅτι Χριστὸς ὁδοποιήσει τῇ ἀνθρώπου φύσει τὴν εἰς τὸ ἄνω βάδισιν, πρόδρομος ὑπὲρ ἡμῶν εἰς οὐρανοὺς ἀναβάς· ἐν δὲ τῷ προκειμένῳ ψαλμῷ, τὸ τῶν κεκλημένων εἰσφέρεται πρόσωπον, ἤγουν 69.848 ἁπάντων τῶν συνειλεγμένων ἐν πίστει πρὸς ἐνότητα πνευματικήν. Καὶ ἀπευθύνεσθαι ζητεῖ παρὰ τοῦ κα λέσαντος Θεοῦ πρὸς τὴν τοῦ χρησίμου τε καὶ ἀναγ καίου θήραν, καὶ καθυπισχνεῖται τὸ γνήσιον. Ἄκουε γὰρ οἷα, μετὰ τὸ ἐπιστρέψαι ἐκ πλάνης, χορὸς εἷς οἱ πάντες γενόμενοι λέγουσι. Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρί βους σου [δίδαξόν με]. (A f. 135 b) "Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου." Οἱ γὰρ πάλαι τὰς τοῦ διαβόλου τρέχοντες ὁδοὺς, νῦν τὰς ὁδοὺς τοῦ Κυρίου περιεργάζοντες, τουτέστι τὰ εὐαγγελικὰ θεσπίσματα, καὶ τοὺς τρό πους τῆς ἁγιοπρεποῦς πολιτείας· αὗται γάρ εἰσιν αἱ τρίβοι τοῦ Κυρίου. Καὶ ὁ μὲν νόμος σκιὰν ἔχει καὶ μόρφωσιν τῆς ἀληθείας· τὸ δὲ Εὐαγγέλιον, αὐτή ἐστιν ἡ ἀλήθεια, εἰς ἣν ὁδηγεῖσθαι παρακαλοῦσιν ὑπὸ Θεοῦ. Καὶ ὁ Χριστὸς δὲ ἀλήθειά ἐστι, καὶ φέρει ἐπ' αὐτὸν ὁ Πατὴρ τοὺς ἐπιζητοῦντας αὐτὸν διὰ πίστεως. Οὕτω γάρ που πρὸς Ἰουδαίους φησίν· Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐ τόν." Τάχα δὲ καὶ ἡ τοῦ νόμου παιδαγωγία, ὁδὸς καὶ τρίβος τοῦ Κυρίου λέγεται ἄγουσα ἐπὶ τὴν ἀλή θειαν, τουτέστιν ἐπὶ τὸν Χριστόν· περὶ αὐτοῦ γὰρ ἔγραψεν ὁ Μωσῆς· Γνώρισον οὖν μοι τὰς ἐν τῷ νόμῳ σκιὰς, αἵτινες εἰκονίζουσι τὴν ἀλήθειαν. Παρακαλεῖ δὲ καὶ ὁ ∆αβὶδ μαθεῖν τὰς ὁδοὺς τοῦ Θεοῦ, τουτέστι τὰς οἰκονομίας καὶ τὰς διοικήσεις καθ' ἂς ἄγει τὰ πάντα· καὶ ὁδηγηθῆναι εἰς αὐτὴν τὴν ἀλήθειαν εὔχε ται, ἵνα μὴ τὸ ψεῦδος ἀντ' αὐτῆς λαθὼν προτιμήσῃ. Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνη σθῇς. (A f. 136 b) Ἤκουσαν γὰρ οἱ ἐξ